Βιβλία - Πηγαί |
Books - Sources |
Μηναῖον - Τῌ Γʹ ΙΑΝΟΥΑΡΙΟΥ |
Menaion - January 3 |
Προεόρτια τῶν Φώτων, καὶ μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου, καὶ τοῦ Ἁγίου Μάρτυρος Γορδίου. |
Forefeast of Epiphany; and Memory of the Holy Prophet Malachi, and the Holy Martyr Gordios. |
|
__________ |
__________ |
|
|
|
|
ΕΣΠΕΡΙΝΟΣ |
VESPERS |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God, always, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Προοιμιακοῦ Ψαλμοῦ. |
Stand for the reading of the Introductory Psalm. |
Καθʼ ὃν δὲ χρόνον ἀναγινώσκεται ὁ Προοιμιακὸς Ψαλμός, ὁ Ἱερεύς, πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος, ἀναγινώσκει τὰς λεγομένας εὐχὰς τοῦ Λυχνικοῦ. |
While the Introductory Psalm is being read, the Priest stands in front of the holy Table and reads the so-called Lamp-lighting Prayers. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before Christ God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. |
Come, let us worship and bow down before Him, Christ our King and God. |
|
Ψαλμὸς ΡΓʹ (103). |
Psalm 103 (104). |
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. |
Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man’s heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul. |
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ. |
The sun knows its setting. You established darkness, and it was night. |
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. |
O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3) |
Alleluia, Alleluia, Alleluia. Glory to You, O God. (3) |
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. |
Our hope, O Lord, glory to You. |
|
ΤΑ ΕΙΡΗΝΙΚΑ |
THE PEACE LITANY |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from on high and for the salvation of our souls, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν. |
For pious and Orthodox Christians, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop (name), for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν, καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
For our country, the president, and all those in public service, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν. |
For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν. |
For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
bookmark |
bookmark |
|
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. |
Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS] |
|
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. |
Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS] |
|
Δείξε Στιχολογίαν |
Show Stichologia |
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. |
Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips. |
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. |
Incline not my heart to evil words, to make excuses in sins. |
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. |
With men who work lawlessness; and I will not join with their choice ones. |
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. |
The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head. |
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. |
For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock. |
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. |
They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave. |
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. |
For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away. |
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. |
Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness. |
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω. |
Sinners shall fall into their own net; I am alone, until I escape. |
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. |
I cried to the Lord with my voice, with my voice I prayed to the Lord. |
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. |
I shall pour out my supplication before Him; I shall declare my affliction in His presence. |
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. |
When my spirit fainted within me, then You knew my paths. |
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. |
For on the way I was going, they hid a trap for me. |
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. |
I looked on my right, and saw there was no one who knew me. |
Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. |
Refuge failed me, and there was no one who cared for my soul. |
Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων. |
I cried to You, O Lord; I said, “You are my hope, my portion in the land of the living.” |
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. |
Attend to my supplication, for I was humbled exceedingly. |
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. |
Deliver me from my persecutors, for they are stronger than I. |
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. |
Bring my soul out of prison to give thanks to Your name, O Lord. |
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. |
The righteous shall wait for me, until You reward me. |
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. |
Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice. |
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. |
Let Your ears be attentive to the voice of my supplication. |
|
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
|
|
Στιχηρά. Τοῦ Προφήτου. |
Stichera. For the Prophet. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Κύριε, εἰ καὶ κριτηρίῳ. |
Mode pl. 4. Lord, even though. |
|
|
Κύριε, εἰ καὶ κριτηρίῳ. |
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. |
If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS] |
|
Κύριε, σοὶ τὸν σὸν Προφήτην ἱκέτην, καὶ πρεσβευτὴν προχειρίζομαι, οὗ ταῖς ἱκεσίαις οἰκτίρμον, καὶ ταῖς πρεσβείαις ὡς εὔσπλαγχνος, ἀπεγνωσμένης ψυχῆς, τὰ πταίσματα διάλυσον, οὐσιώδη κεκτημένος, καὶ φυσικὴν ἀγαθότητα. |
Lord, I have designated Your holy Prophet * to intercede and to pray for me. * As You are compassionate, hear him * when he prays and intercedes for me, * that You forgive all the sins * committed by my sorry soul, * for Your benevolence is natural * and essential, tender-loving God. [SD] |
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. |
Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS] |
|
Ῥήματα, τῆς θεοκινήτου σου γλώττης, ἐκβεβηκότα θεώμενος, σὲ νῦν μακαρίζω Προφῆτα, τῆς ἀληθείας ἀγάμενος· σὺ γὰρ φωνῇ λιγυρᾷ, τὸν κόσμον περιήχησας, τὴν τοῦ Κυρίου προαγορεύων, παρουσίαν τὴν σωτήριον. |
As I see that the words of your God-inspired * tongue have assuredly come to pass, * I admire you, holy Prophet * of the truth, and call you blessed now. * For with your sonorous voice, * you echoed them throughout the world, * and prophesied and foretold the advent * of the Lord who came to save our souls. [SD] |
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. |
From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS] |
|
Ἄγγελος, ἀγγελομιμήτῳ σου βίῳ, ἐπὶ τῆς γῆς ἐχρημάτισας, καὶ προσηγορίαν Ἀγγέλου, παναρμονίως ἐπλούτησας, τὴν καλλονὴν τῆς ψυχῆς, τῷ κάλλει τῷ τοῦ σώματος, καταλλήλως συναρμόσας, Μαλαχία παμμακάριστε. |
By your life, imitating that of the angels, * you were an angel upon the earth; * and your name in Hebrew means angel, * an appellation most appropriate. * And apropos of your soul, * you made it so its beauty would * agree with that of your body, * O all-blessed Prophet Malachi. [SD] |
|
Τοῦ Μάρτυρος. |
For the Martyr. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Ὢ τοῦ παραδόξου. |
Mode pl. 4. What a paradoxal. |
|
|
Ὢ τοῦ παραδόξου. |
Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. |
For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS] |
|
Κορυφουμένην θεώμενος, τὴν τῆς ἀπάτης ἀχλύν, φυγαδεύων ἐμάκρυνας, ἀθλοφόρε Γόρδιε, τὸν Θεὸν προσδεχόμενος, πολλοῖς δὲ πόνοις, ἐγγυμνασάμενος, καὶ ταῖς νηστείαις παιδοτριβούμενος, ὥσπερ αἰσθόμενος, τῆς σαυτοῦ δυνάμεως, ἀγωνιστής, ὥρμησας αὐτόκλητος, πρὸς τὸν ἀντίπαλον. |
Medal-winning Martyr St. Gordios, * when you beheld that the mist * of deception had reached its height, * you fled far away and lodged * in the wilderness, waiting for God. * With many labors you disciplined yourself; * with prayer and fasting you trained yourself as well. * Once you perceived yourself * ready and empowered, you went forth and faced * your opponent as a fighter voluntarily. [SD] |
Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. |
Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS] |
|
Σφόδρα πεποιθὼς κατείληφας, τῶν δυσμενῶν τὴν πληθύν, παναοίδιμε Γόρδιε, παρʼ οὐδὲν ἡγούμενος, τῶν ἀνόμων τὸ θέατρον, καὶ στὰς ἐν μέσῳ, κήρυξ αὐτόμολος, μεγαλοφώνως Χριστὸν ἐκήρυξας, Κτίστην καὶ Κύριον, τῷ Πατρὶ συνάναρχον, καὶ τῷ σεπτῶ, Πνεύματι ὁμότιμον, καὶ συναΐδιον. |
Martyr, with great confidence you went * into the crowd of your foes, * O all-lauded St. Gordios, * disregarding the event * being held in the stadium. * Standing among those unlawful men, you raised * your voice, and thus uninvited you proclaimed * Christ the Maker and Lord, * coeternal, unoriginate, and one * with the Father and the Spirit in both honor and throne. [SD] |
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. |
For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS] |
|
Ξίφει κεφαλὴν τεμνόμενος, ἀπὸ ζωῆς εἰς ζωήν, ἐκ θνητῆς εἰς ἀθάνατον, καὶ φθαρτῆς πρὸς ἄφθαρτον, προφανῶς μεταβέβηκας, μὴ ἀναμείνας φύσεως νέκρωσιν, ἀλλʼ αὐθαιρέτως θανεῖν ἑλόμενος. Ὢ τῶν ἀγώνων σου, Ἀθλοφόρε Γόρδιε! διʼ ὧν Χριστόν, Μάρτυς ἐμεγάλυνας, τὸν μόνον εὔσπλαγχνον. |
When your head was cut off by a sword, * you were translated indeed * from this mortal corrupted life * to immortal, incorrupt, * everlasting and heavenly life. * You did not wait for a natural death to come, * preferring rather to die of your own will. * O Martyr Gordios, * how amazing were your contests, by which you * magnified our Savior Christ, the only merciful One. [SD] |
|
Δόξα· καὶ νῦν. Προεόρτιον. |
Glory. Both now. For the Forefeast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλʼ ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος. |
Most strange wonder! ⁄ He who baptizes by the Holy Spirit and by fire ⁄ comes to be baptized by John in the Jordan. ⁄ God is stripped naked as a Man: ⁄ In both His natures, He is one only-begotten Son. ⁄ In His humanity, He asks a servant to baptize Him; ⁄ in His divinity, He takes away the sins of the world ⁄⁄ granting great mercy to all. [OCA] |
|
|
|
bookmark |
bookmark |
(Εἴσοδος οὐ γίνεται.) |
(No Entrance) |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὸ Φῶς Ἱλαρόν. |
Stand for the hymn. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. |
Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD] |
bookmark |
bookmark |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἑσπέρας προκείμενον. |
Prokeimenon of the evening. |
ΧΟΡΟΣ |
CHOIR |
|
Προκείμενον. Ἦχος βαρύς. |
Prokeimenon. Grave Mode. |
|
Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με. (δίς) |
You are my protector, O God. Your mercy shall go before me. (2) [SAAS] |
Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπʼ ἐμὲ λύτρωσαί με. |
Verse: Rescue me from my enemies, O God, and redeem me from those who rise up against me. |
|
Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με. |
You are my protector, O God. Your mercy shall go before me. |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς εὐχῆς. |
Stand for the reading of prayer. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
O Lord, keep us this evening without sin. Blessed are you, O Lord, God of our fathers, and praised and glorified is your name to the ages. Amen. O Lord, let your mercy be upon us for we have set our hope in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, Master, grant me understanding of your commandments. Blessed are you, Holy One, enlighten me with your commandments. Lord, your mercy is forever. Do not despise the works of your hands. To you is due praise, to you is due song, to you is due glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. [HC] |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our evening prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For a perfect, holy, peaceful, and sinless evening, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Pardon and forgiveness of our sins and offences, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν. |
Lord our God, who bowed the heavens and came down for the salvation of the human race, look upon your servants and upon your inheritance, for to you, the fearful Judge who love mankind, your servants have bowed their heads and inclined their necks, not waiting for any human help, but awaiting your mercy and looking for your salvation. Guard them at every moment, during both the present evening and the approaching night, from every foe, from every hostile operation of the devil and from vain thoughts and evil desires. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed and glorified be the might of your Kingdom, of the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Ἀπόστιχα Προεόρτια. |
Aposticha of the Forefeast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. βʹ. Τριήμερος ἀνέστης. |
Mode pl. 2. N/M (O Christ, as it is written.) |
|
|
Τριήμερος ἀνέστης. |
|
Ἰδοὺ ὁ φωτισμὸς τῶν πιστῶν, ἰδοὺ ὁ ἱλασμὸς ἡμῶν, ἐπιβαίνειν, μέλλει ῥείθροις ποταμοῦ, τὸν ῥύπον ὅπως πλύνῃ, κακίας τῶν ἀνθρώπων, καὶ ἀναπλάσῃ συντριβέντας ἡμᾶς. |
See, the enlightenment of believers, see, our atonement is about to enter the streams of the river to wash away the stain of humans’ wickedness, and to refashion us who had been crushed. [Lash] |
Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ. |
Verse: Therefore I will remember You from the land of the Jordan and Hermon. [SAAS] |
|
Ὡς εἶδέ σε ἐρχόμενον, ὁ Πρόδρομος σου Κύριε, καὶ αἰτοῦντα, βαπτισθῆναι ὑπʼ αὐτοῦ, ἐν φόβῳ ἀνεβόα· Θεέ μου πλαστουργέ μου, πῶς σε βαπτίσω τὸν ἀμόλυντον; |
As the Forerunner saw you, Lord, coming and asking baptism of him, he cried out in fear: My God, my Fashioner, how may I baptise you, the undefiled? [Lash] |
Στίχ. Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. |
Verse: The waters saw You, O God; the waters saw You and were afraid. [SAAS] |
|
Συνέλθωμεν πιστοὶ νοητῶς, πρὸς τὰς τοῦ Ἰορδάνου ῥοάς, θαῦμα μέγα, ὅπως ἴδωμεν σαφῶς· ὁ Κτίστης γὰρ τῶν ὅλων, ἐπιφανεὶς ὡράθη, καὶ βαπτισθῆναι παραγέγονε. |
Let us believers assemble in spirit to the streams of Jordan, that we may clearly see a great wonder: For the Creator of all things has appeared and been seen, and has come to be baptised. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Ἐν Ἰορδάνῃ ποταμῷ Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. |
Christ our God is coming for Baptism in the river Jordan, wishing to cleanse us from our iniquities by his appearing, as he alone is good and loves mankind. [Lash] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν. |
Stand for the reading of prayers |
ΙΕΡΕΥΣ |
PRIEST |
|
ᾨδὴν τοῦ Θεοδόχου Συμεών |
Song of Simeon |
Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. |
Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples, a light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV] |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν Προεόρτιος. |
Canon for the Forefeast. |
|
Τριῴδιον. |
Three-ode Canon. |
|
ᾨδὴ γʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode iii. Mode 2. Heirmos. |
Τῆς πίστεως ἐν πέτρᾳ μὲ στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπʼ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. (δίς) |
You strengthened me on the rock of faith, O Savior. * You made me smile at my enemies and deride them. * My spirit is rejoicing, as I am singing, * “No one is holy like our God, * and no one is righteous but You, O Lord.” (2) [SD] |
|
Δόξα. |
Glory. |
|
Ἐν κενοῖς ἡ ἐπίνοια τοῦ Ἡρώδου, τοῦ μέλλοντας τυχεῖν τῆς ἐλευθερίας, ἀνόμως ἀνελόντος παῖδας· Χριστὸς γάρ, ὁ λυτρωτὴς ἡμῶν, ζωὴν χαρίζεται, πᾶσι τὴν ἀνώλεθρον βαπτιζόμενος. |
Vain is Herod’s intent! ⁄ He lawlessly murders the infants, ⁄ but they have attained freedom, ⁄ joined by their blood to Christ our Redeemer, ⁄ Who grants those who share His baptism ⁄ a life which cannot be destroyed. [OCA] |
|
Καὶ νῦν. |
Both now. |
|
Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρώδου, νηπίων πρὶν ἀπέκτεινε νεολαίαν, τὴν Βηθλεὲμ αἱμάτων πληρῶσαν, νῦν δέ, τῇ Ἐκκλησίᾳ Χριστὸς ἔρχεται, τέκνα πολλά, διὰ τοῦ Βαπτίσματος εἰσποιήσασθαι. |
The fearful counsel of Herod ⁄ slaughters the infants before their youth, ⁄ and Bethlehem is filled with blood. ⁄ But now Christ comes to His Church! ⁄ He adopts all her children through baptism! [OCA] |
|
Ἕτερον Τριῴδιον. |
Another Three-ode Canon. |
|
ᾨδὴ εʹ. Ἦχος πλ. βʹ. Πρὸς σὲ ὀρθρίζω. |
Ode v. Mode pl. 2. N/M (Early in the morning.) |
Πρὸς σὲ ὀρθρίζω, τὸν διʼ εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου χειρί, βαπτισθῆναι θελήσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε. (δίς) |
Early in the morning, I rise to You, who emptied yourself without changing and willingly were baptized at Your servant’s hand, for the sake of fallen Adam, in Your tender mercy, O Logos of God. Grant me Your peace, O benevolent Lord. (2) [RSD] |
|
Δόξα. |
Glory. |
|
Ῥυφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, ἅπαντες πιστοί, ἐρχομένῳ Χριστῷ, ὑπαντήσωμεν, Ἰορδάνου τοῖς ῥείθροις ἐκκαθᾶραι ἡμᾶς. |
Cleansed in mind and purified by participation in the mystery of the dread dispensation, let all us believers go to meet Christ as he comes to purify us in the streams of Jordan. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ὁρᾶτε φίλοι, τὴν φωνὴν τοῦ Λόγου, τοῦ Ἡλίου τὸν λύχνον, τὸν φίλον τοῦ Νυμφίου· Μετανοεῖτε τοῖς λαοῖς ἐκβοῶντα, καὶ σπεύσατε καθαρθῆναι, τοῦ Κτίστου εἰς ὑπάντησιν. |
See, friends, the voice of the Word, the lamp of the Sun, the friend of the Bridegroom, who cries out to the peoples: Repent, and hasten to be purified for meeting the Creator. [Lash] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
|
Κανὼν Αʹ. |
Canon 1. |
|
Ἦχος βʹ. Ὁ Εἱρμός. |
Mode 2. Heirmos. |
Ρῆμα τυράννου ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος ἐξεκαύθη ποτέ· ἐν ᾗ παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλʼ ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
When the decree of the tyrant prevailed of old, * the fiery furnace was heated to sevenfold strength. * The three Servants did not burn therein, * when they defied the king’s pronouncement; * but they cried out and sang, “All you works of the Lord, sing a hymn to the Lord, * and exalt Him beyond measure unto all the ages.” [SD] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ἀποκενοῦντες, δακρύων πηγὰς οἱ πιστοί, ἐξ ὀφθαλμῶν καθάρωμεν, πάντα ῥύπον ψυχῶν, καὶ φῶς ἐν φωτὶ τρισσὸν ὀψόμεθα, βαπτισθῆναι Χριστοῦ ἐρχομένου· ᾧ προσμαρτυρήσει Πατὴρ οὐρανόθεν, καὶ Πνεύματος Ἁγίου, λάμψει παρουσίᾳ, περιστερᾶς ἐν εἴδει. |
Let streams of tears exhaust our eyes! ⁄ Let us cleanse the filth of our souls, O believers! ⁄ We shall see Christ, the Light from the three-fold Light ⁄ coming to be baptized. ⁄ The Father will bear witness from heaven, ⁄ and the Holy Spirit will come in the form of a shining dove. [OCA] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Δάκρυον ἅπαν, Χριστὸς ἀφαιρούμενος, ἀπὸ παντὸς προσώπου, προέρχεται ψυχῶν, πολυώδυνα νοσήματα, ἀνωδύνως ἐν ὕδατι παύων, καὶ παλαιωθέντας ἀνθρώπους, καινίζων τῇ παλιγγενεσίᾳ, τοὺς ὑμνολογοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας. |
Christ wipes away the tears from every face. ⁄ He comes to heal the diseases of souls. ⁄ He frees us from affliction in the waters. ⁄ He creates defeated man anew. ⁄ We sing and exalt Him throughout all ages! [OCA] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ἱερουργοῦνται, ψυχαὶ τοῦ Βαπτίσματος, τῷ θεοσδότῳ λουτρῷ, καὶ Πνεύματος πυρί, τοῦ τὰ πάθη ἐκκαθαίροντος, καὶ τὴν ὕλην συμφλέγοντος πᾶσαν, μοχθηρὰς κακίας, καὶ χάριν διδόντος, βοᾶν ἐν κατανύξει· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας. |
The sacred rite of Baptism, ⁄ of God-given water and the fire of the Spirit ⁄ cleanses passions from the soul, ⁄ burns up every evil deed ⁄ and bestows grace to hearts pierced by repentance, ⁄ who exalt You, O Christ, unto all ages. [OCA] |
|
Κανὼν Βʹ. |
Canon 2. |
|
Ἦχος πλ. βʹ. Στήλην κακίας τοῦ δεινοῦ. |
Mode pl. 2. N/M (O believers, having ridiculed.) |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ἀπὸ βλεφάρων, ψυχῶν κακίας ὕπνον ἐκτιναξάμενοι, τὰς πονηρίας ἀφελώμεθα, πιστοὶ καρδιῶν ἡμῶν, καὶ δάκρυσι θερμοῖς, λούσωμεν φρένας, θεαταὶ τοῦ ἐπιφανέντος, ὅπως ὀφθῶμεν, τὸν Χριστὸν δοξάζοντες εἰς τοὺς αἰῶνας. |
Believers, shaking the sleep of wickedness from the eyelids of our souls, let us remove all evils from our hearts, and with hot tears wash our minds as ones who contemplate him who has appeared, that we may be seen glorifying Christ to the ages. [Lash] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Βέβηλον ἔπος, πονηρῶν ἐννοημάτων μὴ προσενέγκωμεν, λόγον δὲ θεῖον μελετήσαντες, τοῖς ὕμνοις προσάξωμεν τῷ Λόγῳ, διʼ ἡμᾶς σαρκὶ φανέντι, καὶ φωτίζοντι τοὺς ἐν σκότει· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας. |
Let us not offer a harmful word of evil thoughts; but meditating on the divine word, let us approach with hymns the Word, who has appeared in flesh for our sake and enlightens those in darkness. All creation blesses him as it gives him glory to the ages. [Lash] |
|
Δόξα. |
Glory. |
|
Βάθους σοφίας, κεκρυμμένον μυστήριον, νῦν φανεροῦται βροτοῖς, Θεοῦ κριμάτων νῦν ἡ ἄβυσσος, πιστοῖς ἐκκαλύπτεται, Θεοῦ μετὰ σαρκὸς ἐν γῇ φανέντος, εἰς ἀνάπλασιν βροτείου γένους· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας. |
[missing] [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ἀπαγορεύεις, Ἰωάννη ὅπερ δράσεις τάχος ὑπείκων μου· Ἄφες οὖν ἄρτι· οὕτω πρέπον γὰρ ἡμῖν ἐστιν ἅπασαν, πληρῶσαι ἀληθῶς δικαιοσύνην, ὁ Δεσπότης τῷ δούλῳ ἔφη· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας. |
You refuse, John, what you will swiftly do as you submit to me. Let be then for now; for thus it is fitting for us truly to fulfill all justice, said the Master to the slave. All creation blesses him as it gives him glory to the ages. [Lash] |
|
Ὁ Εἱρμός. |
Heirmos. |
Στήλην κακίας, τοῦ δεινοῦ Ἡρῴδου πάντες ἐκμυκτηρίσαντες, πρὸς Ἰορδάνην δεῦτε ἴωμεν, πιστοὶ ἵν᾽ ὀψώμεθα, Χριστὸν τὸν λυτρωτήν, ὑπὸ Προδρόμου, βαπτιζόμενον σαρκὶ ἐν ῥείθροις· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας. |
Holding in contempt the monument to dread Herod’s wickedness, come, let us believers go towards Jordan, that we may see Christ the Redeemer being baptised in the flesh by the Forerunner in its streams. All creation blesses him as it gives him glory to the ages’ |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Κανὼν Αʹ. |
Canon 1. |
|
Ἦχος βʹ. Ὁ Εἱρμός. |
Mode 2. Heirmos. |
Ψυχαῖς καθαραῖς, καὶ ἀῤῥυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, διʼ αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. |
With souls that are pure, let us open unpolluted lips, * and come, let us magnify the all-immaculate * and most pure, all-holy Mother of Emmanuel, * as through her we offer up * intercession to Him, the Son she bore. * “Spare our souls, O Christ our God, and save us, we pray.” [SD] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ἀγνώμων μηδείς, καὶ πρὸς Χριστὸν ἀχάριστος, ἔστω τὸ μακρόθυμον τῆς ἀνοχῆς αὐτοῦ, καὶ χρηστότητος ὑβρίζων καταφρονήσει, ἀλλʼ ἐν φόβῳ καὶ χαρᾷ δουλεύσωμεν, αὐτῷ μελῳδοῦντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς, |
Let no one in ignorance be ungrateful to Christ! ⁄ Let no one insult His kindness and long-suffering, ⁄ but serve Him in fear and joy, singing to Him: ⁄ Spare our souls, O Christ our God, and save us! [OCA] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Λέγει τοῖς λαοῖς, τῶν ἀπειθῶν ὁ Πρόδρομος· Τίς ὑμῖν ὑπέδειξεν, ἐκ τῆς ὀργῆς φυγεῖν, ἐχιδνῶν γεννήματα τῆς μελλούσης; μετανοίας οὖν καρπούς, ἐνδείξασθε ἀξίους βοῶντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. |
Proclaim to the faithless people, Forerunner: ⁄ Generation of vipers, who told you to flee the wrath to come? ⁄ Bear the fruits of repentance! ⁄ Show yourselves worthy to cry: ⁄ Spare our souls, O Christ our God, and save us! [OCA] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ὦ πηρωτικῆς, ἀγνωμοσύνης τόλμημα! ὂν γὰρ οἱ ἀλλόφυλοι, ὡς λυτρωτὴν Χριστόν, προσεκύνησαν ἐν δώροις τετιμηκότες, οἱ οἰκεῖοι μανικῶς, ἐζήτουν ἀποκτεῖναι φανέντα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. |
Blind and shameless ignorance! ⁄ Strangers worship Christ as Redeemer, ⁄ honoring Him with gifts, ⁄ but His own household seeks to kill Him! ⁄ Spare our souls from this madness, ⁄ and save us, O Christ our God! [OCA] |
|
Κανὼν Βʹ. |
Canon 2. |
|
Ἦχος πλ. βʹ. Τὴν τιμιωτέραν. |
Mode pl. 2. N/M (Greater in honor.) |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ὀλέθριον πτῶμα τὸ τοῦ Ἀδάμ, νῦν ἐπανορθώσων, ἐπεφάνη νέος, Ἀδάμ, τὴν ἐλευθερίαν, τῆς παλιγγενεσίας, παρέχων παραδόξως, διὰ Βαπτίσματος. |
A new Adam has now appeared, setting right Adam’s destructive fall, granting wondrously through Baptism the freedom of rebirth. [Lash] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Νόμον καὶ Προφήτας ἀποπληρῶν, καὶ δικαιοσύνην, ἐκτελῶν ὁ πάντων Σωτήρ, νῦν ὑπὸ παλάμης, χειροθετεῖται δούλου, δουλείας ἀφαρπάζων, ἐχθροῦ τὸν ἄνθρωπον. |
Accomplishing Law and Prophets, and fulfilling justice, the Saviour now has hands laid on him by the palm of a slave, as he snatches mankind from the slavery of the foe. [Lash] |
|
Δόξα. |
Glory. |
|
Τοῖς ἔθνεσιν ἔλαμψε μέγα φῶς· τοῖς ἐσκοτισμένοις, θεϊκῇ ἀνέσχεν αὐγῇ, τοῖς ἐν σκιᾷ πάλαι θανάτου καθημένοις, ὁ Ἥλιος τῆς δόξης, Χριστὸς ἀνέτειλεν. |
A great light has shone for the Nations; a divine ray has risen for the darkened; Christ the Sun of glory has dawned for those who sat of old in the darkness of death. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ἐκύκλουν Ἀγγέλων αἱ στρατιαί, τὸν ἐν Ἰορδάνῃ, βαπτιζόμενον Λυτρωτήν, καὶ τρόμῳ τὸ μέγα, Μυστήριον ἀνύμνουν, τῆς τούτου ἀποῤῥήτου, συγκαταβάσεως. |
The hosts of Angels encircled the Redeemer as he was being baptized in Jordan, and with trembling they hymned the great Mystery of his ineffable condescension. [Lash] |
|
Ὁ Εἱρμός. |
Heirmos. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD] |
bookmark |
bookmark |
ΛΑΟΣ |
PEOPLE |
|
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ. |
Mode 4. Joseph marveled. |
|
|
Κατεπλάγη Ἰωσήφ. |
|
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι. |
O Zabulon, prepare, and be ready, Nephthalim. * Jordan River, hold your course, and exultantly receive * the Master who is coming to be baptized. * Adam leap for joy with Eve the Foremother. * No longer hide yourselves, as once in Paradise; * for having seen you naked He has appeared * to clothe you in your former vesture. * The Christ has appeared, wishing to renew * the entire creation. [SD] |
|
Δόξα· καὶ νῦν. Τὸ αὐτό. |
Glory. Both now. Repeat. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ. |
Mode 4. Joseph marveled. |
|
|
Κατεπλάγη Ἰωσήφ. |
|
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι. |
O Zabulon, prepare, and be ready, Nephthalim. * Jordan River, hold your course, and exultantly receive * the Master who is coming to be baptized. * Adam leap for joy with Eve the Foremother. * No longer hide yourselves, as once in Paradise; * for having seen you naked He has appeared * to clothe you in your former vesture. * The Christ has appeared, wishing to renew * the entire creation. [SD] |
(Παραλείπεται ἡ ἐκτενής.) |
(The “ektenia” litany has been omitted.) |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον, δέσποτα. |
READER: Master, give the blessing. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed are You, Christ our God, always now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
Make firm, Lord our God, the holy and pure faith of the pious Orthodox Christians, together with the Holy Church and this city forever. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to you, our God, glory to you. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |