|
ΑΚΟΛΟΥΘΙΑ |
THE CEREMONY |
|
ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΓΙΑΣΜΟΥ |
OF THE GREAT BLESSING OF WATER |
|
ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ |
OF EPIPHANY |
Ἐξεχόμεθα ἐν τῇ Κολυμβήθρᾳ, προπορευομένου τοῦ Διακόνου καὶ ἑπομένου τοῦ Ἱερέως, κρατοῦντος ἐν μὲν τῇ δεξιᾷ αὐτοῦ χειρὶ τὸν τίμιον Σταυρὸν μετὰ τοῦ ἁγιαστῆρος, ἐν δὲ τῇ ἀριστερᾷ τὸ ἅγιον Εὐαγγέλιον, καὶ ἵστανται πρὸ τῆς Κολυμβήθρας πρὸς ἀνατολὰς βλέποντες, τῶν Χορῶν ψαλλόντων τὰ κάτωθι Ἰδιόμελα Τροπάρια. |
We process to the place where the vessel of water is prepared, the Deacon in front of the Priest, the latter holding a cross and aspergillum in his right hand and the Gospel book in his left. They stand before the vessel of water facing east, as the choirs sing the following hymns: |
|
|
|
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ. (3) |
The voice of the Lord upon the waters cries out, saying, 'Come all of you, receive the Spirit of wisdom, the Spirit of understanding, the Spirit of the fear of God, of Christ who has appeared'. (3) [Lash] |
|
Σήμερον τῶν ὑδάτων ἁγιάζεται ἡ φύσις καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον. (δίς) |
Today the nature of the waters is made holy, and Jordan is parted and holds back the flow of its waters as it sees the Master washing himself. (2) [Lash] |
|
Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες, Χριστὲ βασιλεῦ· καὶ δουλικὸν βάπτισμα λαβεῖν, σπεύδεις, ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν, φιλάνθρωπε. (δίς) |
As man, Christ King, you came to the river, and in your goodness you hasten to accept the baptism of a servant at the hands of the Forerunner, on account of our sins, O Lover of mankind. (2) [Lash] |
|
Δόξα· καὶ νῦν. Ἦχος πλ. δʹ. |
Glory. Both now. Mode pl. 4. |
|
Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· ἦλθες, Κύριε, μορφὴν δούλου λαβών, βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· σύντρομος γέγονεν ὁ Πρόδρομος καὶ ἐβόησε λέγων· Πῶς φωτίσει ὁ λύχνος τὸ φῶς; πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπότην; Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα, Σωτήρ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν. |
At the voice of the one crying in the desert, 'Prepare the way of the Lord', you came, Lord, having taken the form of a servant, asking for Baptism, though you did not know sin. The waters saw you and were afraid. The Forerunner trembled and cried out, saying, 'How will the lamp enlighten the Light? The servant place his hand on the Master? Saviour, who take away the sin of the world, make me and the waters holy'. [Lash] |
|
Τὰ Ἀναγνώσματα |
The Readings |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. |
The reading is from the Prophecy of Isaiah. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Πρόσχωμεν. |
Wisdom. Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ησ λεʹ 1 – 10 |
Is 35:1 – 10 |
Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἑξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιασεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις ποιμνίων καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπʼ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ· ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ Κυρίου. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετʼ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. |
Thus says the Lord: Be glad, you thirsty desert, and rejoice exceedingly, and let the desert blossom as a lily. The desert places of the Jordan shall blossom abundantly and rejoice exceedingly. The glory of Lebanon and the honor of Carmel shall be given to it, and My people shall see the glory of the Lord and the majesty of our God. Be strong, you relaxed hands and feeble knees. Be comforted, you fainthearted. Be strong, do not fear. Behold, our God renders judgment and will render it. He will come and save us. Then the eyes of the blind shall be opened, and the ears of the deaf shall hear. Then the lame shall leap like a deer, and the tongue of the dumb will speak clearly. For water shall burst forth in the desert, and a valley in the thirsty land. The waterless desert shall become meadows, and the thirsty land springs of water. There will be the gladness of birds, a habitation of reeds and marshes. A pure way shall be there, and it shall be called a holy way. No unclean man shall pass through there, neither shall there be an unclean way there. But those dispersed shall walk in it, and they shall not go astray. No lion shall be there, nor shall any ravenous animals go up on it, nor at all be found there. But the redeemed shall walk in it, and those gathered by the Lord shall return and come to Zion with gladness, and with everlasting gladness over their head. For praise and exceeding joy will be on their head, and gladness shall possess them. Pain, sorrow, and sighing fled away. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. |
The reading is from the Prophecy of Isaiah. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Πρόσχωμεν. |
Wisdom. Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ησ νεʹ 1 – 13 |
Is 55:1 – 13 |
Τάδε λέγει Κύριος· Οἱ διψῶντες πορεύεσθε ἐφʼ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ, ἵνα τί τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθεῖτε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν Διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν Ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν Ἔθνεσιν. Ἰδοὺ Ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπί σε καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, καὶ τοῦ Ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτόν, ἐπικαλέσασθε, ἡνίκα δʼ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, καὶ κράξεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδʼ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλʼ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενόν, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἑξαλοῦνται, προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντί, δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται Κυρίῳ εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει. |
Thus says the Lord: “You who are thirsty, go to the water, and all who have no money, go and buy wine and fat, and eat and drink without money and price. Why do you value at the price of money, and give your toil for what does not satisfy? Listen to Me and eat good things, and your soul will delight in good things. Incline your ears and follow my ways. Listen to Me, and your soul shall live in good things; and I will make an everlasting covenant with you, the holy and faithful things of David. Behold, I made him a witness among the Gentiles, a ruler and commander to the Gentiles. The Gentiles, which did not know you, shall call upon you, and the peoples who did not understand you shall take refuge in you, because of your God, the Holy One of Israel; for He glorified you.” Seek God, and when you find Him, call upon Him when He draws near to you. Let the ungodly man abandon his ways, and the lawless man his counsels; and let him return to the Lord, and He will have mercy on him; for He shall forgive your sins abundantly. “For My counsels are not as your counsels, neither are your ways My ways,” says the Lord. “But as heaven is distant from earth, so is My way distant from your ways, and your thoughts from My mind. For as rain comes down, or snow from heaven, and does not return until it saturates the earth, and it brings forth and produces, and gives seed to the sower and bread for food, so shall My word be, whatever proceeds from My mouth. It shall not return until it accomplishes whatever I willed, and I shall prosper your ways and My commandments. For you shall go forth with gladness and shall be taught with joy, for the mountains and hills shall exult to receive you with joy; and all the trees of the field shall applaud with their branches. Instead of the broom-tree shall come up the cypress, and instead of the nettle shall come up the myrtle; and the Lord shall be for a name and for an everlasting sign, and He shall not fail.” [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. |
The reading is from the Prophecy of Isaiah. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Πρόσχωμεν. |
Wisdom. Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ησ ιβʹ 3 – 6 |
Is 12:3 – 6 |
Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετʼ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς. |
Thus says the Lord: You will draw water with gladness from the wells of salvation. In that day, you will say, “Praise the Lord; call upon His name. Declare His glorious things among the Gentiles and make mention that His name is exalted. Sing to the name of the Lord, for He has done great things. Declare this in all the earth. Exult and be glad, O inhabitants of Zion, for the Holy One of Israel is exalted in her midst.” [SAAS] |
|
Ὁ Ἀπόστολος |
The Epistle |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πρόσχωμεν. |
Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 26. |
Prokeimenon. Mode 4. Psalm 26. |
Κύριος φωτισμός μου καὶ σωτήρ μου. |
The Lord is my light and my savior. |
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου. |
Verse: The Lord is the defender of my life. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. |
Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from" // Paul’s First Letter to the Corinthians. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πρόσχωμεν. |
Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Αʹ Κορ 10:1 – 4 |
1 Cor. 10:1 – 4 |
Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. |
Brethren, I want you to know that our fathers were all under the cloud, and all passed through the sea, and all were baptized into Moses in the cloud and in the sea, and all ate the same spiritual food and all drank the same spiritual drink. For they drank from the spiritual Rock which followed them, and the Rock was Christ. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace to you. |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἀλληλούϊα. Ἦχος βαρύς. Ψαλμὸς 28. |
Alleluia. Grave Mode. Psalm 28. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
Στίχ. αʹ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. |
Verse 1: The voice of the Lord is upon the waters. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
Στίχ. βʹ. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων. |
Verse 2: The God of glory thundered upon the waters. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
ΙΕΡΕΥΣ |
PRIEST |
Πρόσχωμεν. |
Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
|
Μκ 1:9 – 11 |
Mk. 1:9 – 11 |
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα. |
At that time, Jesus came from Nazareth of Galilee and was baptized by John in the Jordan. And when he came up out of the water, immediately he saw the heavens opened and the Spirit descending upon him like a dove; and a voice came from heaven, “You are my beloved Son; with you I am well pleased.” [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ. |
Peace be to you who proclaim the Gospel. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Κύριε, ἐλέησον. |
Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from on high and for the salvation of our souls, let us pray to the Lord. |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord. |
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν. |
For pious and Orthodox Christians, let us pray to the Lord. |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop (name), for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord. |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν, καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
For our country, the president, and all those in public service, let us pray to the Lord. |
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord. |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν. |
For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord. |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν. |
For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν. |
That this water might be hallowed by the might, and operation, and descent of the Holy Spirit, let us pray to the Lord. |
Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν τοῦ Κυρίου δεηθῶμεν. |
That there may descend upon these waters the cleansing operation of the super substantial Trinity; let us pray to the Lord. |
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου τοῦ Κυρίου δεηθῶμεν. |
That there may be sent down upon it the Grace of Redemption, the blessing of the Jordan; let us pray to the Lord. |
Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν. |
That we may be illumined with the Light of Knowledge and Piety through the descent of the Holy Spirit; let us pray to the Lord. |
Ὑπὲρ τοῦ γενηθῆναι τὸ ὕδωρ τοῦτο ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ πᾶσαν ὠφέλειαν ἐπιτήδειον τοῦ Κυρίου δεηθῶμεν. |
That this water may become the gift of sanctification, redemption from sins, for the healing of soul and body, and |
Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον τοῦ Κυρίου δεηθῶμεν. |
That it may become water welling up to eternal life; let us pray to the Lord. |
Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτὸ ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν τοῦ Κυρίου δεηθῶμεν. |
That this water may prove effectual for the averting of every plot of visible and invisible enemies; let us pray to the Lord. |
Ὑπὲρ τῶν ἀντλούντων καὶ ἀρυομένων εἰς ἁγιασμὸν οἴκων τοῦ Κυρίου δεηθῶμεν. |
For those who are sprinkled with it and take it for the blessing of homes; let us pray to the Lord. |
Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων πᾶσι τοῖς ἀρυομένοις πίστει καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ τοῦ Κυρίου δεηθῶμεν. |
That it may be for the purification of soul and body to all who with faith take and drink of it; let us pray to the Lord. |
Ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς ἐμπλησθῆναι ἁγιασμοῦ διὰ τῆς τῶν ὑδάτων τούτων μεταλήψεως τῇ ἀοράτῳ ἐπιφανείᾳ τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν. |
That we may be granted to be filled with sanctification through drinking this water, by the invisible manifestation of the Holy Spirit; let us pray to the Lord. |
Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς τοῦ Κυρίου δεηθῶμεν. |
That the Lord God may listen to the voice of the prayer of us sinners and have mercy on us; let us pray to the Lord. |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord. |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
Ὁ Ἱερεὺς λέγει καθʼ ἑαυτὸν τὴν εὐχὴν ταύτην. |
The Priest reads the following prayer in a low voice. |
Μὴ διακονοῦντος Διακόνου, ο Ἱερεὺς ἀναγινώσκει κατʼ ἀνάγκην τὴν εὐχὴν ταύτην ἀναγινωσκομένων τῶν Προφητειῶν. |
When there is no Deacon, by necessity the Priest reads this prayer while the Prophecies are being read. |
ΙΕΡΕΥΣ (μυστικῶς) |
PRIEST (inaudibly) |
Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι καὶ πρόσδεξαι ἡμᾶς, μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας ἐπὶ τοῖς ἀπʼ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι καὶ τῇ ἐπʼ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ· ἐν ᾗ τὸ ἀσθενὲς ἡμῶν καὶ πτωχὸν περιβαλόμενος φύραμα καὶ τοῖς τῆς δουλείας μέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναμάρτητος, ὁδοποιήσῃς ἡμῖν τὴν διʼ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν καὶ πρὸς τὴν πρώτην ἡμᾶς ἀποκαταστήσῃς ἐλευθερίαν· οὗ τινος θείου μυστηρίου τὴν ἀνάμνησιν ἑορτάζοντες, δεόμεθά σου, Δέσποτα, φιλάνθρωπε· ῥᾶνον καὶ ἐφʼ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ τὴν ἐπὶ τῷ ὕδατι τούτῳ αἴτησιν ἡμῶν τῶν ἁμαρτωλῶν εὐπρόσδεκτον γενέσθαι τῇ σῇ ἀγαθότητι, καὶ τὴν εὐλογίαν σου διʼ αὐτοῦ ἡμῖν τε καὶ παντὶ τῷ πιστῷ σου χαρισθῆναι λαῷ, εἰς δόξαν τοῦ ἁγίου καὶ προσκυνητοῦ σου ὀνόματος. |
Lord Jesus Christ, only-begotten Son, who are in the bosom of the Father, true God, source of life and immortality, Light from Light, who came into the world to enlighten it, flood our mind with light by your Holy Spirit and accept us as we bring you praise and thanksgiving for your wondrous mighty works from every age, and for your saving dispensation in these last times. By it you clothe yourself in our weak and beggared matter and coming down to the measure of our servitude, King of all, you accepted also to be baptised in the Jordan by the hand of a servant, so that, having sanctified the nature of the waters, you, the sinless one, might make a way for our rebirth through water and Spirit and re-establish us in our original freedom. As we celebrate the memory of this divine Mystery, we entreat you, Master, lover of mankind: Sprinkle on us, your unworthy servants, cleansing water, in accordance with your divine promise, the gift of your compassion, that the request of us sinners over this water may become acceptable by your goodness and that through it your blessing to be granted to us and to all your faithful people, to the glory of your holy, venerated Name. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμή καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
For to you belong all glory, honour and worship, with your Father who is without beginning, with you all-holy, good and life-giving Spirit, now and forever, and to the ages of ages. Amen. |
Καὶ εἰπὼν καθʼ ἑαυτὸν τό, Ἀμήν, τοῦ Διακόνου ἤδη πεπληρωκότος τὴν μεγάλην Συναπτήν, ἄρχεται ὁ ἱερεὺς μεγαλοφώνως τοῦ προλόγου τῆς εὐχῆς τῶν ἁγίων Θεοφανείων. |
And having said the Amen to himself, when the Deacon has finished the Litany, the Priest begins this Prayer in a loud voice: |
Ἡ παροῦσα εὐχὴ οὐ λέγεται κατὰ τὴν παραμονὴν τῆς ἑορτῆς, ἀλλὰ μεταβαίνουσιν εὐθὺς εἰς τό· Μέγας εἶ, Κύριε…· λέγεται δὲ αὕτη κατὰ τὴν κυρίαν ἡμέραν τῆς ἑορτῆς τῶν Θεοφανείων. |
This preamble is not said on the eve of the feast, so the prayer commences with, “You are great, O Lord!” below. This preamble is said on the day of the feast of Epiphany. |
|
Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων. |
By Sophronios Patriarch of Jerusalem. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε, δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων· ἡ ἔμφυτος ἀγαθότης, τὸ φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον καμοὶ τῷ ἀναξίῳ δούλῳ σου· φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρόν σου εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρʼ ἐμοῦ δέησις, διὰ τὸν παρεστῶτα λαόν· ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ Ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, ὑπεράγαθε· Δοξάζομέν σε, Δέσποτα φιλάνθρωπε, παντοκράτορ, προαιώνιε Βασιλεῦ· δοξάζομέν σε, τὸν κτίστην καὶ δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρὸς καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ ἑορτῇ νήπιόν σε εἴδομεν· ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. |
Trinity beyond all being, beyond all goodness, beyond all godhead, all-powerful, all-vigilant, invisible, incomprehensible; Creator of the spiritual beings and rational natures, innate goodness, unapproachable Light that enlightens everyone coming into the world, shine also in me your unworthy servant. Enlighten the eyes of my mind that I may dare to sing the praise of your measureless benevolence and power. May my supplication for the people here present be acceptable, so that my offences may not prevent the Holy Spirit from being present here; but permit me now without condemnation to cry out to you and say, Master, lover of mankind, beyond all goodness, Almighty, eternal King. We glorify you, the Creator and Fashioner of the universe. We glorify you, only-begotten Son of God, without father from your Mother, without mother from your Father. For in the preceding feast we saw you as a babe, but in the present one we see you full and perfect man, our God, made manifest as perfect God from perfect God. |
Σήμερον γὰρ ὁ τῆς ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς Ἁγίων ἐκκλησιάζει ἡμῖν καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι. Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος ἐν εἴδει περιστερᾶς τοῖς ὕδασιν ἐπεφοίτησε. Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται. Σήμερον ἡ σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται. Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι. Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι. |
For today the moment of the feast is here for us and the choir of saints assembles here with us, and Angels keep festival with mortals. Today the grace of the Holy Spirit in the form of a dove dwelt upon the waters. Today the Sun that never sets has dawned and the world is made radiant with the light of the Lord. Today the Moon with its radiant beams sheds light on the world. Today the stars formed of light make the inhabited world lovely with the brightness of their splendour. Today the clouds rain down from heaven the shower of justice for mankind. |
Σήμερον ὁ ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται. Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν. Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται. Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. Σήμερον ὁ παράδεισος ἠνέῳκται τοῖς ἀνθρώποις καὶ ὁ τῆς δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν. |
Today the Uncreated by his own will accepts the laying on of hands by his own creature. Today the Prophet and Forerunner draws near, but stands by with fear seeing God’s condescension towards us. Today the streams of Jordan are changed into healing by the presence of the Lord. Today all creation is watered by mystical streams. Today the failings of mankind are being washed away by the waters of Jordan. Today Paradise is opened for mortals and the Sun of justice shines down on us. |
Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως, τῷ λαῷ εἰς γλυκύτητα μεταποιεῖται, τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν. Σήμερον τοῦ σκότους ἐλυτρώθημεν καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται, τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν. Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις. |
Today the bitter water as once for Moses’ people is changed to sweetness by the presence of the Lord. Today we have been delivered from the ancient grief, and saved as the new Israel. Today we have been redeemed from darkness and are filled with radiance by the light of the knowledge of God. Today the gloomy fog of the world is cleansed by the manifestation of our God. Today all creation shines with light from on high. Today error has been destroyed and the coming of the Master makes for us a way of salvation. |
Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν ὀρθοδόξων πανήγυρις ἀγάλλεται. Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. Σήμερον βασιλείαν οὐρανῶν ὠνησάμεθα· τῆς γὰρ βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος. Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται. |
Today things on high keep festival with those below, and those below commune with those on high. Today the sacred and triumphant festal assembly of the Orthodox exults. Today the Master hastens towards baptism, that he may lead humanity to the heights. Today the One who does not bow bows down to his own servant, that he may free us from servitude. Today we have purchased the Kingdom of heaven, for the Kingdom of the Lord will have no end. Today earth and sea share the joy of the world, and the world has been filled with gladness. |
Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον καὶ εἰσερχόμενον ἐπʼ αὐτόν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον καὶ περιϊπτάμενόν σοι. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν ἀόρατον ὁραθέντα, τὸν κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα· καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες· αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον καὶ τὸ τῆς πλάνης κέντρον καὶ τὸν τοῦ ᾅδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα καὶ βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον. |
The waters saw you, O God, the waters saw you and were afraid. The Jordan turned back when it saw the fire of the godhead descending in bodily form and entering it. The Jordan turned back as it contemplated the Holy Spirit in the form of a dove, descending and flying about you. The Jordan turned back as it saw the Invisible made visible, the Creator made flesh, the Master in the form of a servant. The Jordan turned back and the mountains leapt as they saw God in the flesh, and the clouds uttered their voice, marvelling at what had come to pass, seeing Light from Light, true God from true God, the Master’s festival today in Jordan; seeing him drowning the death from disobedience, the goad of error and the bond of Hell in Jordan and granting the Baptism of salvation to the world. |
Ὅθεν καγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλος σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβῳ, ἐν κατανύξει βοῶ σοι· |
Therefore I too, a sinner and your unworthy servant, recount the greatness of your wonders and, seized with fear, in compunction cry out to you: |
Καὶ εὐθὺς γεγωνοτέρᾳ τῇ φωνῇ· |
After completing this, he says in a more powerful voice, |
ΙΕΡΕΥΣ |
PRIEST |
Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου. (3) |
Great are you, O Lord, and wonderful your works, and no word is adequate to sing the praise of your wonders. (3) [Lash] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γάρ, βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι δυνάμεις· σὲ ὑμνεῖ ἥλιος· σὲ δοξάζει σελήνη· σοὶ ἐντυγχάνει τὰ ἄστρα· σοὶ ὑπακούει τὸ φῶς· σὲ φρίττουσιν ἄβυσσοι· σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας. |
For by your own will you brought the universe from non-existence into being, you hold creation together by your might, and by your providence you direct the world. You composed creation from four elements; with four seasons you crowned the circle of the year. All the spiritual Powers tremble before you. The sun sings your praise, the moon glorifies you, the stars entreat you, the light obeys you, the deeps tremble before you, the springs are your servants. You stretched out the heavens on the waters; you walled in the sea with sand; you poured out the air for breathing. |
Ἀγγελικαὶ δυνάμεις σοὶ λειτουργοῦσιν, οἱ τῶν ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι, τὰ πολυόμματα Χερουβεὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφεὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτεται. |
Angelic Powers minister to you. The choirs of the Archangels worship you. The many-eyed Cherubim and the six-winged Seraphim as they stand and fly around you hide their faces in fear of your unapproachable glory. |
Σὺ γάρ, Θεὸς ὤν ἀπερίγραπτος ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλʼ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν· τὰς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας· παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου· πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γάρ, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ πανάγιον σοῦ Πνεῦμα καὶ τὰς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. |
For you, being God uncircumscribed, without beginning and inexpressible, came upon earth, taking the form of a servant, being found in the likeness of mortals. For you could not bear, Master, in the compassion of your mercy to watch the human race being tyrannised by the devil, but you came and saved us. We acknowledge your grace, we proclaim your mercy, we do not conceal your benevolence. You freed the generations of our race. You sanctified a virgin womb by your birth. All creation sang your praise when you appeared. For you are our God who appeared on earth and lived among mortals. You sanctified the streams of Jordan by sending down from heaven your All-holy Spirit and you smashed the heads of the dragons that lurked there. |
Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου σου Πνεύματος καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο. (3) |
Therefore, O King, lover of mankind, be present now too through the visitation of your Holy Spirit, and sanctify this water. (3) [Lash] |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξητήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον. Ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. |
And give to it the grace of redemption and the blessing of Jordan. Make it a source of incorruption, a gift of sanctification, a deliverance from sins, an averting of diseases, unapproachable by hostile powers, filled with angelic strength. That all who draw from it and partake of it may have it for cleansing of souls and bodies, for healing of passions, for sanctification of homes, for every suitable purpose. |
Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διʼ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διʼ ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διαῤῥήξας πέτραν ἐν ἐρήμῳ καὶ ἐῤῥύησαν ὕδατα καὶ χείμαῤῥοι κατεκλύσθησαν καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διʼ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἠλιού, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ. |
For you are our God, who through water and Spirit renewed our nature made old by sin. You are our God, who in the days of Noë drowned sin through the water of the flood. You are our God, who through Moses freed the Hebrew race from the slavery of Pharao through the sea. You are our God who split open the rock in the desert, and waters rushed out and torrents flooded down, and you satisfied your thirsty people. You are our God, who through Elias turned Israel from the error of Baal. |
Αὐτὸς καὶ νῦν, Δέσποτα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. (3) |
And now, Master, do you yourself sanctify this water by your Holy Spirit. (3) [Lash] |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Δὸς πᾶσι τοῖς τε ἁπτομένοις, τοῖς τε χριομένοις, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ τάγματος καὶ τοῦ περιεστῶτος λαοῦ καὶ τῶν διʼ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος. |
Give to all who partake of it sanctification, blessing, cleansing, health. And save, Lord, our faithful Rulers. And guard them under your protection in peace. Subdue beneath their feet every foe and enemy. Grant them all their requests that are for salvation and eternal life. Remember, Lord, our Archbishop (name), the whole order of Presbyters, the Diaconate in Christ, every rank of the clergy, the people here present and our brethren who with good reason are absent, and have mercy on us in accordance with your great mercy. |
Ἵνα καὶ διὰ στοιχείων καὶ διʼ ἀγγέλων καὶ διὰ ἀνθρώπων καὶ διὰ ὁρωμένων καὶ διʼ ἀοράτων δοξάζηταί σου τὸ πανάγιον ὄνομα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
So that through elements and through Angels and through mortals and through things visible and through things unseen, your all-holy name may be glorified with the Father and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ Ἱερεὺς κλινόμενος ἐπεύχεται· |
And the Priest says the Prayer in a low voice. |
Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν· ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα, εὐλόγησον πάντας ἡμᾶς τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ· καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς τε καὶ σώματος. |
Incline your ear and hear us, Lord, who accepted to be baptised in Jordan and to sanctify the waters, and bless us all, who signify our calling as servants by the bending of our necks. And count us worthy to be filled with your sanctification through the partaking and sprinkling of this water. And let it be for us, Lord, for healing of soul and body. |
Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you are the sanctification of our souls and bodies, and to you we give glory, thanksgiving and worship, with your Father who is without beginning, and your All-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Καὶ εὐθύς, ὁ Ἱερεὺς, λαμβάνων τὸν τίμιον Σταυρὸν μετὰ τοῦ ἁγιαστῆρος, βαπτίζει αὐτὸν ὄθριον κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων, ποιῶν ἅμα διʼ αὐτοῦ τύπον σταυροῦ καὶ ψάλλων ἅπαξ τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. |
And the Priest immediately, blessing the waters in the figure of the Cross, immerses the precious Cross, plunging it upright into the water and lifting it out again, chanting the following Troparion. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Ἀπολυτίκιον. Ἦχος αʹ. |
Apolytikion. Mode 1. |
|
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. |
As You were baptized in the Jordan, O Lord, then the worship of the Trinity became manifest, for the voice of the Father bore witness to You, naming You the Beloved Son; and the Spirit, in the form of a dove, confirmed the certainty of the word. O Christ God, who appeared and illumined the world, glory to You. [SD] |
Τοῦτο ἐπαναλαμβάνεται ἔτι δὶς ὑπὸ τῶν Χορῶν, τοῦ Ἱερέως ποιοῦντος καθʼ ἑκάστην ψαλμῳδίαν τὰ αὐτά, ὡς προείρηται. |
The Priest once and the Choirs once each. |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἀπολυτίκιον. Ἦχος αʹ. |
Apolytikion. Mode 1. |
|
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. (δίς) |
As You were baptized in the Jordan, O Lord, then the worship of the Trinity became manifest, for the voice of the Father bore witness to You, naming You the Beloved Son; and the Spirit, in the form of a dove, confirmed the certainty of the word. O Christ God, who appeared and illumined the world, glory to You. (2) |
Εἶτα ὁ Ἱερεύς, κρατῶν ἐν τῇ δεξιᾷ χειρὶ τὸν ἁγιαστῆρα καὶ τῇ ἀριστερᾷ τὸν τίμιον Σταυρόν, ῥαντίζει σταυροειδῶς τὸν ναὸν καὶ τὸν λαόν, ψάλλων καὶ τὸ Κοντάκιον. |
And he sprinkles all the People with the water. |
|
Τῇ 6ῃ Ἰανουαρίου· |
On January 6. |
|
Κοντάκιον. Τῆς Ἑορτῆς. |
Kontakion. For the Feast. |
|
Ἦχος δʹ. Αὐτόμελον. |
Mode 4. Automelon. |
|
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφʼ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον. |
You revealed yourself today on earth, O Master, * and Your light was stamped on us, who in the knowledge of the truth, * O Lord, extol Your epiphany. * You came; You revealed yourself, O unapproachable Light. [SD] |
Τῇ δὲ ἡμέρᾳ τῆς ἑορτῆς ψάλλεται τὸ παρὸν Τροπάριον τῆς ηʹ ᾨδῆς τοῦ Κανόνος. |
On the day of the feast, the following hymn is sung (from Ode viii of the Canon). |
|
Ἦχος βʹ. Μυστήριον παράδοξον. |
Mode 2. Of old, the furnace in Babylon. |
|
Μυστήριον παράδοξον. |
|
Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὕτη γὰρ ὑπέρθεος φύσις· ὁ Πατὴρ ἐφώνησεν· Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου· τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. |
Uncovered at the Jordan was the presence of the Trinity, the transcendently divine nature. For the Father’s voice declared, “He who is being baptized is my Son. He is my beloved.” There, too, was the consubstantial Spirit. All peoples bless Him as Lord, and exalt Him beyond measure, unto all the ages. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to you, our God, glory to you. |
Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who condescended to be baptized by John in the Jordan, for our salvation, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |