Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Μηναῖον - Τῌ Ϛʹ ΙΑΝΟΥΑΡΙΟΥ

Menaion - January 6

Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

The Holy Epiphany of our Lord God and Savior Jesus Christ.

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

ΕΝΑΡΞΙΣ, ΕΙΡΗΝΙΚΑ ΚΑΙ ΑΝΤΙΦΩΝΑ

ENARXIS, PEACE LITANY, AND ANTIPHONS

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὐλόγησον, δέσποτα.

Master, give the blessing.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is the Kingdom of the Father, and of the Son, and of the Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from on high and for the salvation of our souls, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν, καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, and all those in public service, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ Αʹ ΑΝΤΙΦΩΝΟΥ

PRAYER OF FIRST ANTIPHON

Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ’ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.

Lord, our God, whose might is beyond compare and whose glory is beyond understanding, whose mercy is without measure and whose love for mankind beyond all telling, look upon us and upon this holy house, Master, according to your loving kindness, and bestow on us and on those who pray with us your acts of rich mercy and compassion.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

bookmark

bookmark

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμὸς 113.

Antiphon 1. Mode 2. Psalm 113.

Στίχ. αʹ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.

Verse 1: In the exodus of Israel from Egypt, the house of Jacob. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us.

Στίχ. βʹ. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ.

Verse 2: Judah became His sanctuary.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us.

Στίχ. γʹ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Verse 3: The sea saw them and fled, the Jordan turned back.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us.

Στίχ. δʹ. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Verse 4: What is it to you, O Sea, that you fled, and to you, O Jordan, that you turned back?

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us.

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us.

Μικρὰ Συναπτή

Small Litany

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ Βʹ ΑΝΤΙΦΩΝΟΥ

PRAYER OF SECOND ANTIPHON

Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.

Lord, our God, save your people and bless your inheritance; protect the fullness of your Church, sanctify those who love the beauty of your house, glorify them in return by your divine power, and do not forsake us who hope in you.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

bookmark

bookmark

Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 114.

Antiphon 2. Mode 2. Psalm 114.

Στίχ. αʹ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Verse 1: I have loved, because the Lord shall hear the voice of my supplication. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Son of God, who were baptized in the Jordan by John. save us who sing to you: Alleluia!

Στίχ. βʹ. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

Verse 2: For He inclined His ear to me, and in my days I shall call upon Him.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Son of God, who were baptized in the Jordan by John. save us who sing to you: Alleluia!

Στίχ. γʹ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.

Verse 3: The pains of death surrounded me; the dangers of Hades found me.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Son of God, who were baptized in the Jordan by John. save us who sing to you: Alleluia!

Στίχ. δʹ. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Verse 4: The Lord is merciful and righteous, and our God has mercy.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Son of God, who were baptized in the Jordan by John. save us who sing to you: Alleluia!

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father, and to the Son, and to the Holy Spirit.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and for ever, and to the ages of ages. Amen.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only-begotten Son and Word of God, * who, being immortal, * accepted for our salvation * to take flesh from the holy Mother of God * and Ever-Virgin Mary, and without change became man; * you were crucified, Christ God, * by death trampling on death, * though being one of the Holy Trinity, * glorified with the Father and the Holy Spirit: * save us!

Μικρὰ Συναπτή

Small Litany

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ Γʹ ΑΝΤΙΦΩΝΟΥ

PRAYER OF THIRD ANTIPHON

Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος· αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.

You have given us grace to make these common and united prayers, and have promised that when two or three agree in your name you will grant their requests; fulfil now the petitions of your servants as is expedient, granting us in this present age the knowledge of your truth and in the age to come everlasting life.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἀντίφωνον Γʹ. Ἦχος αʹ. Ψαλμὸς 117.

Antiphon 3. Mode 1. Psalm 117.

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse 1: Give thanks to the Lord, for He is good; for His mercy endures forever. [SAAS]

Στίχ. βʹ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse 2: Let the house of Israel say that He is good, for His mercy endures forever.

Στίχ. γʹ. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse 3: Let the house of Aaron say that He is good, for His mercy endures forever.

Στίχ. δʹ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse 4: Let all who fear the Lord say that He is good, for His mercy endures forever.

Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος αʹ.

Apolytikion of the Feast. Mode 1.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.

As You were baptized in the Jordan, O Lord, then the worship of the Trinity became manifest, for the voice of the Father bore witness to You, naming You the Beloved Son; and the Spirit, in the form of a dove, confirmed the certainty of the word. O Christ God, who appeared and illumined the world, glory to You. [SD]

Η ΕΙΣΟΔΟΣ

THE ENTRANCE

bookmark

bookmark

Ψαλλομένου δὲ τοῦ Γʹ Ἀντιφώνου (μετὰ τῶν στίχων), ὁ Ἱερεὺς καὶ ὁ Διάκονος στάντες ἔμπροσθεν τῆς ἁγίας Τραπέζης προσκυνοῦσι τρίς. Ὁ Ἱερεὺς εἶτα τὸ ἱερὸν Εὐαγγέλιον δίδωσι τῷ Διακόνῳ, ὅστις παραλαμβάνων αὐτὸ ἀσπάζεται τὴν χεῖρα τοῦ Ἱερέως καί, προπορευομένου λαμπαδούχου καὶ ἑξαπτερύγων, περιέρχεται κύκλῳ τὴν ἁγίαν Τράπεζαν, ἑπομένου τοῦ Ἱερέως καὶ ποιοῦσιν εἴσοδον (τὴν λεγομένην μικράν). Μὴ ὑπάρχοντος δὲ Διακόνου λαμβάνει τὸ ἱερὸν Εὐαγγέλιον ὁ Ἱερεὺς πρὸ προσώπου αὐτοῦ. Διασχίσαντες δὲ τὸ βόρειον κλίτος καὶ τὸ κεντρικὸν ἔρχονται εἰς τὸ μέσον τοῦ ναοῦ καὶ σταθέντες κλίνουσι τὰς κεφαλάς, τοῦ Διακόνου εἰπόντος·

As the Third Antiphon is being sung (with its verses), the Priest and Deacon bow three times before the holy Table. Then the Priest gives the holy Gospel to the Deacon, who kisses the Priest’s hand as he receives it, and then circles the holy Table with the Priest following him. Preceded by altar servers holding candles and fans, they exit through the north door for the so-called Small Entrance. When there is no Deacon, the Priest takes the holy Gospel and holds it up in front of his face. When they reach the center of the church, they stop and bow their heads, and the Deacon says in a low voice:

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

Let us pray to the Lord. Lord, have mercy.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΣ ΕΙΣΟΔΟΥ

ENTRANCE PRAYER

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Master, Lord our God, you have set orders and armies of Angels and Archangels in heaven to minister to your glory; grant that, with our entrance, holy Angels may enter, concelebrating with us, and with us glorifying your goodness. For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν εἴσοδον.

Master, bless the holy entrance.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Blessed is the entrance of your holy place, always, now and for ever, and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ (ἐκφώνως)

DEACON (aloud)

Σοφία. Ὀρθοί.

Wisdom. Stand upright.

ΧΟΡΟΣ

CHOIR

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς,

Blessed is he who comes in the name of the Lord. God is the Lord, and He revealed Himself to us. Son of God, who were baptized in the Jordan by John.

ψάλλοντάς σοι, Ἀλληλούϊα.

save us who sing to you: Alleluia!

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

ΧΟΡΟΣ

CHOIR

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.

As You were baptized in the Jordan, O Lord, then the worship of the Trinity became manifest, for the voice of the Father bore witness to You, naming You the Beloved Son; and the Spirit, in the form of a dove, confirmed the certainty of the word. O Christ God, who appeared and illumined the world, glory to You. [SD]

Κοντάκιον.

Kontakion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ. Αὐτόμελον.

Mode 4. Automelon.

Ἐπεφάνης σήμερον.

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφʼ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

You revealed yourself today on earth, O Master, * and Your light was stamped on us, who in the knowledge of the truth, * O Lord, extol Your epiphany. * You came; You revealed yourself, O unapproachable Light. [SD]

Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

THE TRISAGIOS HYMN

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

DEACON: Let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΥΜΝΟΥ

PRAYER OF THE TRISAGIOS HYMN

Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων.

Holy God, at rest in the holy place, hymned by the Seraphim with the thrice-holy song, glorified by the Cherubim and worshipped by every heavenly Power, out of non-existence you brought the universe into being and created humankind according to your image and likeness, adorning it with every gift of your grace. You give wisdom and understanding to those who ask, and you do not reject the sinner, but for our salvation you have established repentance. You have counted us, your humble and unworthy servants, worthy to stand at this time before the glory of your holy altar, and to offer you due worship and praise. Accept, Master, the thrice-holy hymn even from the mouth of us sinners, and visit us in your goodness. Pardon us every offence, voluntary and involuntary; sanctify our souls and bodies, and grant that we may worship you in holiness all the days of our life; at the prayers of the holy Mother of God and of all the Saints who have been well-pleasing to you in every age.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί…

For You, our God, are holy, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever…

ΔΙΑΚΟΝΟΣ

DEACON

καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἀντὶ τοῦ Τρισαγίου

Instead of Holy God

Ἦχος αʹ.

Mode 1.

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. (3)

As many of you as were baptized into Christ have put on Christ. Alleluia. (3) [RSV]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen.

Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

Have put on Christ. Alleluia.

ΔΙΑΚΟΝΟΣ

DEACON

Δύναμις.

Dynamis.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Κέλευσον, δέσποτα.

Master, command.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Blessed is he who comes in the name of the Lord.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Εὐλόγησον, δέσποτα, τὴν ἄνω καθέδραν.

Master, bless the Throne on high.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Blessed are you on the throne of glory of your Kingdom, who are seated upon the Cherubim, always, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Δύναμις.

Dynamis.

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

As many of you as were baptized into Christ have put on Christ. Alleluia.

bookmark

bookmark

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

THE READINGS

Ὁ Ἀπόστολος

The Epistle

Τῆς Ἑορτῆς.

For the Feast.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 117.

Prokeimenon. Mode 4. Psalm 117.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Blessed is he who comes in the name of the Lord. [SAAS]

Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Verse: Give thanks to the Lord, for He is good; for His mercy endures forever. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία.

Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from" // Paul’s Letter to Titus.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τιτ 2:11 – 14; 3:4 – 7

Tit. 2:11 – 14; 3:4 – 7

Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.

Titus, my son, the grace of God has appeared for the salvation of all men, training us to renounce irreligion and worldly passions, and to live sober, upright, and godly lives in this world, awaiting our blessed hope, the appearing of the glory of our great God and Savior Jesus Christ, who gave himself for us to redeem us from all iniquity and to purify for himself a people of his own who are zealous for good deeds. But when the goodness and loving kindness of God our Savior appeared, he saved us, not because of deeds done by us in righteousness, but in virtue of his own mercy, by the washing of regeneration and renewal in the Holy Spirit, which he poured out upon us richly through Jesus Christ our Savior, so that we might be justified by his grace and become heirs in hope of eternal life. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγνόντι.

Peace to you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia, Alleluia, Alleluia.

(Ψάλλεται Ἀλληλούϊα τρίς. Οἱ στίχοι εὑρίσκονται εἰς τὸ Liturgy - Variable Parts τῆς ἡμέρας.)

(Alleluia is sung thrice. Verses may be found in the Liturgy - Variable Parts of the day.)

Τὸ Θεῖον Εὐαγγέλιον

The Holy Gospel

ΕΥΧΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

PRAYER OF THE GOSPEL

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα, τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Master, Lover of mankind, make the pure light of your divine knowledge shine in our hearts and open the eyes of our mind to understand the message of your Gospel. Implant in us the fear of your blessed commandments, so that, having trampled down all carnal desires, we may pursue a spiritual way of life, thinking and doing all things that are pleasing to you. For you are the illumination of our souls and bodies, Christ God, and to you we give glory, together with your Father who is without beginning, and your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. Amen.

bookmark

bookmark

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Stand upright. Let us listen to the Holy Gospel.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace to all.

ΧΟΡΟΣ

CHOIR

Καὶ τῷ πνεύματί σου.

And to your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us attend.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

ΔΙΑΚΟΝΟΣ

DEACON

Μτ 3:13 – 17

Mt. 3:13 – 17

Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· τότε ἀφίησιν αὐτόν· καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

At that time, Jesus came from Galilee to the Jordan to John, to be baptized by him. John would have prevented him, saying, “I need to be baptized by you, and do you come to me?” But Jesus answered him, “Let it be so now; for thus it is fitting for us to fulfill all righteousness.” Then he consented. And when Jesus was baptized, he went up immediately from the water, and behold, the heavens were opened to him and he saw the Spirit of God descending like a dove, and alighting on him; and lo, a voice from heaven, saying, “This is my beloved Son, with whom I am well pleased.” [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.

Peace be to you who proclaim the Gospel.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

(Παραλείπονται ἡ ἐκτενής, ἡ δέησις ὑπἐρ τῶν κατηχουμένων, καὶ ἡ αʹ εὐχὴ τῶν πιστῶν.)

(The litanies of Supplication and for the Catechumens and the First Prayer of the Faithful have been omitted.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΠΙΣΤΩΝ Bʹ

SECOND PRAYER FOR THE FAITHFUL

Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύουσί σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.

Again and many times we fall down before you and pray you, who are good and the lover of mankind, that heeding our prayer you will cleanse our souls and bodies from every defilement of flesh and spirit, and will grant us to stand without guilt or condemnation before your holy altar. Give also to those who pray with us the grace of progress in right living, in faith and spiritual understanding. Grant that always worshipping you with fear and love, they may partake of your holy mysteries without guilt or condemnation, and be counted worthy of your heavenly kingdom.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

That being always guarded by your might, we may give glory to you, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Η ΕΙΣΟΔΟΣ ΤΩΝ ΤΙΜΙΩΝ ΔΩΡΩΝ

ENTRANCE OF THE HOLY GIFTS

bookmark

bookmark

Τὸ Χερουβικόν.

The Cherubic Hymn.

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.

We, who in a mystery represent the Cherubim and sing the thrice-holy hymn to the life-giving Trinity, let us now lay aside every care of this life. For we are about to receive the King of all.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ

PRAYER OF THE CHERUBIC HYMN

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ’ ὅμως διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ’ ἀξίωσον προσενεχθῆναί σοι ὑπ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

None of those who are entangled in carnal desires and pleasures is worthy to approach or draw near or minister to you, King of glory; for to serve you is great and awesome even for the heavenly powers. Yet on account of your inexpressible and boundless love for mankind you became man without change or alteration and were named our High Priest; and as Master of all you have committed to us the sacred ministry of this liturgy without shedding of blood. For you alone, Lord our God, are Ruler over all things in heaven and on earth, mounted on the throne of the Cherubim, Lord of the Seraphim and King of Israel, the only Holy One, resting in the holy place. Therefore I entreat you, who alone are good and ready to hear: Look upon me, your sinful and unprofitable servant, and purify my soul and heart from an evil conscience. By the power of your Holy Spirit enable me, clothed with the grace of the priesthood, to stand at this your Holy Table and celebrate the mystery of your holy and most pure Body and your precious Blood. For to you I come, bending my neck and praying: Do not turn away your face from me, nor reject me from among your children, but count me, your sinful and unworthy servant, worthy to offer these gifts to you. For you are the one who offers and is offered, who receives and is distributed, Christ our God, and to you we give glory, together with your Father, who is without beginning, and your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. Amen.

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν, * ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. (3)

We, who in a mystery represent the Cherubim and sing the thrice-holy hymn to the life-giving Trinity, let us now lay aside every care of this life. * For we are about to receive the King of all. Invisibly escorted by the angelic hosts. Alleluia. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Πάντων ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the Lord God remember you all in his Kingdom always, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Invisibly escorted by the angelic hosts. Alleluia.

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our prayer to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious gifts here set forth, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful and sinless, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Pardon and forgiveness of our sins and offences, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Η ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ

OFFERTORY PRAYER

Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος Ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα, καὶ ἐπὶ πάντα τὸν λαόν σου.

Lord, God, the Almighty, who alone are holy and who accept a sacrifice of praise from those who call on you with all their heart, accept also the supplication of us sinners, bring us to your holy altar, and enable us to offer you gifts and spiritual sacrifices for our sins and those committed in ignorance by the people. Count us worthy to find grace in your sight, that our sacrifice may be well pleasing to you and that the good Spirit of your grace may rest on us and on these gifts here set forth, and on all your people.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the compassion of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΑΣΠΑΣΜΟΣ ΚΑΙ ΟΜΟΛΟΓΙΑ

KISS OF PEACE AND CREED

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace to all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And to your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

Let us love one another, that with one mind we may confess:

ΧΟΡΟΣ

CHOIR

Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Father, Son and Holy Spirit, Trinity consubstantial and undivided.

Ἤ, ἐν συλλειτούργῳ, τὸ ἑξῆς·

Or, for concelebrations:

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου.

I will love You, O Lord, my strength. The Lord is my foundation, my refuge, my deliverer. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς θύρας, τὰς θύρας· ἐν σοφίᾳ πρόσχωμεν.

The doors, the doors. With wisdom let us attend.

bookmark

bookmark

ΛΑΟΣ

PEOPLE

Σύμβολον τῆς Πίστεως

The Creed

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διʼ οὗ τὰ πάντα ἐγένετο. Τὸν διʼ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης, κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

I believe in one God, * Father, Almighty,* Maker of heaven and earth,* and of all things visible and invisible. And in one Lord, Jesus Christ,* the only-begotten Son of God, * begotten from the Father * before all ages, * Light from Light, * true God from true God, * begotten * not made, * consubstantial with the Father,* through him all things were made. * For our sake and for our salvation * he came down from heaven, * and was incarnate from the Holy Spirit * and the Virgin Mary * and became man. * He was crucified also for us under Pontius Pilate,* and suffered and was buried; * he rose again on the third day, * in accordance with the Scriptures, * and ascended into heaven * and is seated at the right hand of the Father. * He is coming again in glory * to judge the living and the dead, * and his kingdom will have no end. And in the Holy Spirit, * the Lord, * the Giver of life, * who proceeds from the Father, * who together with Father and Son is worshipped * and together glorified; * who spoke through the Prophets. * In one, Holy, * Catholic and Apostolic Church. * I confess one Baptism * for the forgiveness of sins. * I await the resurrection of the dead * and the life of the age to come.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

HOLY ANAPHORA

ΔΙΑΚΟΝΟΣ

DEACON

Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.

Let us stand with awe; let us stand with fear; let us attend to the holy oblation, that in peace we may offer,

ΧΟΡΟΣ

CHOIR

Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.

Mercy, peace: a sacrifice of praise.

ΙΕΡΕΥΣ

PRIEST

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.

The grace of our Lord Jesus Christ, and the love of God the Father, and the communion of the Holy Spirit be with you all.

ΧΟΡΟΣ

CHOIR

Καὶ μετὰ τοῦ πνεύματός σου.

And with your spirit.

ΙΕΡΕΥΣ

PRIEST

Ἄνω σχῶμεν τὰς καρδίας.

Let our hearts be on high.

ΧΟΡΟΣ

CHOIR

Ἔχομεν πρὸς τὸν Κύριον.

We have them with the Lord.

ΙΕΡΕΥΣ

PRIEST

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Let us give thanks to the Lord.

ΧΟΡΟΣ

CHOIR

Ἄξιον καὶ δίκαιον.

It is right and fitting.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν· σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ ἁγίῳ· ὑπὲρ πάντων, ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλων καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά,

It is right and fitting to hymn you, to bless you, to praise you, to give you thanks, to worship you in every place of your dominion; for you are God, ineffable, incomprehensible, invisible, inconceivable, ever existing, eternally the same; you and your only-begotten Son and your Holy Spirit. You brought us out of non-existence into being, and when we had fallen you raised us up again, and left nothing undone until you had brought us up to heaven and had granted us your Kingdom that is to come. For all these things we give thanks to you, and to your only-begotten Son and your Holy Spirit; for all the benefits that we have received, known and unknown, manifest and hidden. We thank you also for this liturgy which you have been pleased to accept from our hands, though there stand around you thousands of archangels and tens of thousands of angels, the Cherubim and the Seraphim, six-winged and many-eyed, soaring aloft upon their wings,

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.

singing, crying, shouting the triumphal hymn, and saying:

ΧΟΡΟΣ

CHOIR

Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννά, ὁ ἐν τοῖς ὑψίστοις.

Holy, holy, holy, Lord Sabaoth; heaven and earth are full of your glory. Hosanna in the highest. Blessed is he who comes in the name of the Lord. Hosanna in the highest.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου· ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών·

With these blessed Powers, Master, Lover of mankind, we also cry aloud and say: Holy are you and all-holy, you and your only-begotten Son and your Holy Spirit. Holy are you and all-holy, and magnificent is your glory. This is how you loved your world: you gave your only-begotten Son, so that everyone who believes in him might not perish, but have eternal life. And, when he had come and had fulfilled the whole dispensation for us, in the night in which he was given up, or rather gave himself up, for the life of the world, he took bread in his holy, most pure and unblemished hands and, when he had given thanks and had blessed, sanctified and broken it, gave it to his holy Disciples and Apostles, saying:

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Take, eat; this is my body, which is broken for you, for the forgiveness of sins.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·

Likewise after supper he also took the cup, saying:

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ Αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Drink from this, all of you; this is my blood of the New Covenant, which is shed for you and for many for forgiveness of sins.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας,

Remembering therefore this our Saviour’s command and all that has been done for us: the Cross, the Tomb, the Resurrection on the third day, the Ascension into heaven, the Sitting at the right hand, the second and glorious Coming again,

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.

offering you your own from your own — in all things and for all things —

ΧΟΡΟΣ

CHOIR

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

we praise you, we bless you, we give thanks to you, O Lord, and we pray to you, our God.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· κατάπεμψον τὸ Πνεῦμά σου τὸ ἅγιον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα.

Also we offer you this spiritual worship without shedding of blood, and we ask, pray and implore you: send down your Holy Spirit upon us and upon these gifts here set forth,

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Εὐλόγησον, δέσποτα, τὸν ἅγιον Ἄρτον.

Master, bless the holy Bread.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Καὶ ποίησον τὸν μὲν Ἄρτον τοῦτον τίμιον Σῶμα τοῦ Χριστοῦ σου.

and make this bread the precious Body of your Christ,

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Ἀμήν.

Amen.

Εὐλόγησον, δέσποτα, τὸ ἅγιον ποτήριον.

Master, bless the holy Cup.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον Αἷμα τοῦ Χριστοῦ σου.

and what is in this Cup the precious Blood of your Christ,

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Ἀμήν.

Amen.

Εὐλόγησον, δέσποτα, ἀμφότερα τὰ ἅγια.

Master, bless them both.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μεταβαλὼν τῷ Πνεύματί σου τῷ ἁγίῳ.

changing them by your Holy Spirit,

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Ἀμήν. Ἀμήν. Ἀμήν.

Amen, Amen, Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ ἁγίου σου Πνεύματος, εἰς βασιλείας οὐρανῶν πλήρωμα, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

so that those who partake of them may obtain vigilance of soul, forgiveness of sins, communion of the Holy Spirit, fulness of the Kingdom of heaven, freedom to speak in your presence, not judgement or condemnation. Also we offer you this spiritual worship for those who have gone to their rest in faith, Forefathers, Fathers, Patriarchs, Prophets, Apostles, Preachers, Evangelists, Martyrs, Confessors, Ascetics and every righteous spirit made perfect in faith;

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Above all for our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin, Mary.

ΧΟΡΟΣ

CHOIR

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Ἦχος βʹ.

Mode 2.

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.

Magnify, O my soul, her who is greater in honour and more glorious than the hosts on high. [Lash]

Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

Mortal tongues are unable to befittingly praise you. * Even celestial minds are dazed extolling you, O Lady Theotokos. * Nonetheless, since you are good, accept our faith and longing. * You know that we revere you with God-inspired love. * You are the protector of Christians, and we magnify you. [SD]

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· [τοῦ ἁγίου (δεῖνος), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν] καὶ πάντων σου τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (μνημονεύει ἐνταῦθα ὀνομαστὶ καὶ ὧν βούλεται τεθνεώτων) καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

For the holy Prophet, Forerunner and Baptist John, the holy, glorious and all-praised Apostles, for Saint N, whose memory we keep today, and for all your Saints, at whose prayers visit us, O God. Remember too all those who have fallen asleep in hope of resurrection to eternal life (N and N), and give them rest where the light of your countenance watches. Also we beseech you: Remember, Lord, all Orthodox bishops, who rightly discern the word of your truth, the whole order of presbyters, the diaconate in Christ, all the clergy and the whole monastic order. Also we offer you this spiritual worship for the whole world, for the holy, Catholic and Apostolic Church, for those who live in chastity and holiness of life; for our faithful Christian rulers, and all their household. Grant them, Lord, a peaceful reign, so that in their tranquillity we too may live calm and peaceful lives in godliness and holiness.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος): ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

First of all, remember, Lord, our Archbishop (name): and grant that he may serve your holy churches in peace, safety, honour, health, and length of days, rightly discerning the word of your truth.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει καὶ πάντων καὶ πασῶν.

And those whom each one has in mind, and each and all.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, τῆς πόλεως (ἢ τῆς ἁγίας μονῆς) ταύτης, ἐν ᾖ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων· καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.

Remember, Lord, this city in which we dwell, and every city, town and village, and the faithful who dwell in them. Remember, Lord, those who travel by land, air, or water, the sick, the suffering, those in captivity, and their safety and salvation. Remember, Lord, those who bring offerings, those who care for the beauty of your holy churches, and those who remember the poor, and send down upon us all your rich mercies.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

And grant that with one voice and one heart we may glorify and praise your all-honoured and majestic name, of Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.

And the mercies of our great God and Saviour, Jesus Christ, shall be with all of you.

ΧΟΡΟΣ

CHOIR

Καὶ μετὰ τοῦ πνεύματός σου.

And with your spirit.

Η ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

THE LORD’S PRAYER

ΔΙΑΚΟΝΟΣ

DEACON

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Having commemorated all the saints, again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious gifts here set forth and sanctified, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, δεηθῶμεν.

That our God, who loves mankind, having accepted them on his holy and immaterial Altar above the heavens, as a savour of spiritual fragrance, may send down upon us in return his divine grace and the gift of the Holy Spirit, let us pray.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

   

   

Δείξε Αἰτήσεις

Show Petitions

__________

__________

(Τὰ Πληρωτικά, λεχθέντα καὶ πρότερον, ὀρθῶς παραλείπονται συνήθως σήμερον.)

(The rest of this litany, which was previously said above, is nowadays usually and correctly omitted.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful and sinless, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Pardon and forgiveness of our sins and offences, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

__________

__________

Κρύψε Αἰτήσεις

Hide Petitions

   

   

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having asked for the unity of the faith and the communion of the Holy Spirit, let us entrust ourselves and one another and our whole life to Christ, our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.

To you, Master, Lover of mankind, we entrust our whole life and our hope, and we entreat, pray and implore you: count us worthy to partake of your heavenly and awesome Mysteries at this sacred and spiritual Table with a pure conscience, for the forgiveness of sins and pardon of offences, for communion of the Holy Spirit, for inheritance of the Kingdom of heaven and for confidence before you; not for judgement or condemnation.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν·

And count us worthy, Master, with confidence and without condemnation to dare to call upon you, the God of heaven, as Father, and to say:

bookmark

bookmark

ΛΑΟΣ

PEOPLE

Ἡ Κυριακὴ Προσευχή

The Lord’s Prayer

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΚΕΦΑΛΟΚΛΙΣΙΑ

BOWING OF HEADS

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace to all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And to your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐχαριστοῦμέν σοι, βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

We thank you, King invisible, who by your boundless power created all things, in the abundance of your mercy bringing them into being out of nothing. Look down from heaven, Master, on those who have bowed their heads to you; for they have bowed not to flesh and blood, but to you, the God before whom we stand in awe. Make smooth, then, our path for our good, Master, through what lies before us, according to the need of each: sail with those sail, journey with those who journey, heal the sick, for you are the physician of our souls and bodies.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the grace and compassion and love towards mankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΥΨΩΣΙΣ – ΜΕΛΙΣΜΟΣ – ΕΝΩΣΙΣ – ΜΕΤΑΛΗΨΙΣ

ELEVATION – FRACTION – UNION – COMMUNION

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Πρόσχες Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.

Give heed, Lord Jesus Christ our God, from your holy dwelling-place and from the glorious throne of your kingdom; and come to sanctify us, you who are enthroned on high with the Father and invisibly present here with us. And with your mighty hand grant communion in your most pure Body and precious Blood to us, and through us to all the people.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

DEACON: Let us attend.

ΙΕΡΕΥΣ

PRIEST

Τὰ ἅγια τοῖς ἁγίοις.

The Holy Things for the Holy.

ΧΟΡΟΣ

CHOIR

Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

One is holy, one is Lord: Jesus Christ, to the glory of God the Father. Amen.

Δείξε εὐχάς.

Show Pre-Communion Prayers

ΛΑΟΣ

PEOPLE

ΕΥΧΑΙ ΠΡΟ ΤΗΣ ΘΕΙΑΣ ΚΟΙΝΩΝΙΑΣ

PRAYERS OF HOLY COMMUNION

The selection and text of the following prayers may be different from what is used in your parish.

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

I believe and confess, Lord, that You are truly the Christ, the Son of the living God, who came into the world to save sinners, of whom I am the first. I also believe that this is truly Your pure Body and that this is truly Your precious Blood. Therefore, I pray to You, have mercy on me and forgive my transgressions, voluntary and involuntary, in word and deed, in knowledge or in ignorance. And make me worthy, without condemnation, to partake of Your pure sacrament for the remission of sins and for eternal life. Amen.

Ἰδοὺ βαδίζω πρὸς θείαν κοινωνίαν· * πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ· * πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον· * ἀλλʼ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.

As I am about to receive holy communion, * O Maker, I pray You not burn me partaking, * since You are fire consuming the unworthy, * but rather purge me of any defilement.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλʼ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Of your mystical Supper, Son of God, receive me today as a communicant; for I will not tell of the Mystery to your enemies; I will not give you a kiss, like Judas; but like the Thief I confess you: Remember me, Lord, in your Kingdom.

Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε, βλέπων· * ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων· * Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει· * θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

You see the deifying Blood: have fear. * It is a coal consuming the unworthy. * God’s Body deifies and nourishes * Me strangely; both my spirit and my mind.

Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, ἀγαθέ, παρουσίας σου.

You have smitten me with longing, O Christ, and changed me by your divine love; but with your immaterial fire burn up my sins and count me worthy to be filled with delight in you, that as I leap for joy, O Good One, I may magnify your first and second Comings.

Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.

How shall I, the unworthy, enter among the splendours of your Saints? For if I dare to enter with them into the bridal chamber, my dress convicts me, for it is not a wedding garment, and I shall be bound and cast out by the Angels. Cleanse the stain of my soul, Lord, and save me, as you love humankind.

Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλʼ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Master, lover of humankind, Lord Jesus Christ, my God, do not let these holy Mysteries be for my condemnation because I am unworthy, but rather for the cleansing and sanctification of both soul and body and as a pledge of the life and kingdom to come. It is good for me to cleave to God, to place in the Lord the hope of my salvation.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλʼ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Of your mystical Supper, Son of God, receive me today as a communicant; for I will not tell of the Mystery to your enemies; I will not give you a kiss, like Judas; but like the Thief I confess you: Remember me, Lord, in your Kingdom.

Κρύψε εὐχάς.

Hide Pre-Communion Prayers

ΧΟΡΟΣ

CHOIR

Κοινωνικόν.

Communion Hymn.

Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.

The grace of God has appeared for the salvation of all men. Alleluia. [RSV]

ΔΙΑΚΟΝΟΣ

DEACON

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

With fear of God, with faith and love, draw near.

Ὁ Ἱερεὺς αἴρει ἀπὸ τῶν χειρῶν τοῦ Διακόνου τὸ ἅγιον ποτήριον καὶ μεταδίδωσιν ἑνὶ ἑκάστῳ τῶν προσελθόντων διὰ τῆς λαβίδος λέγων· Σῶμα καὶ Αἷμα Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

The people come up to receive Holy Communion. The Priest receives the holy chalice from the hands of the Deacon and begins communing the people, saying to each one: The Body and Blood of Christ, for the remission of sins and life eternal.

Ὗμνοι καθῶς μεταλαμβάνει ὁ λαός.

Hymns During Holy Communion

ΙΕΡΕΥΣ

PRIEST

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

O God, save your people, and bless your inheritance.

ΧΟΡΟΣ

CHOIR

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἀντὶ τό· Εἴδομεν τὸ φῶς.

Instead of "We have seen."

Ἦχος αʹ.

Mode 1.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.

As You were baptized in the Jordan, O Lord, then the worship of the Trinity became manifest, for the voice of the Father bore witness to You, naming You the Beloved Son; and the Spirit, in the form of a dove, confirmed the certainty of the word. O Christ God, who appeared and illumined the world, glory to You. [SD]

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Ὕψωσον, δέσποτα.

Master, exalt.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. (3)

Be exalted, O God, above the heavens; and your glory over all the earth. (3)

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

Blessed is our God.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Always, now and for ever, and to the ages of ages. Amen.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΕΥΧΑΡΙΣΤΙΑ

THANKSGIVING

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὀρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Stand upright. Having received the divine, holy, pure, immortal, heavenly, life-giving and dread Mysteries of Christ, let us give worthy thanks to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having asked that the whole day may be perfect, holy, peaceful and sinless, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΜΕΤΑ ΤΟ ΜΕΤΑΛΑΒΕΙΝ ΠΑΝΤΑΣ

PRAYER AFTER EVERYONE COMMUNES

Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν· στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου τοὺς πάντας· φρούρησον ἡμῶν τὴν ζωήν· ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων σου.

We thank you, Lord, lover of mankind, benefactor of our souls, that you have counted us worthy today of your heavenly and immortal Mysteries. Make straight our way, establish us all in the fear of you, watch over our life, and make firm our steps, through the prayers and intercessions of the glorious Mother of God and Ever-Virgin Mary, and of all your Saints.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you are our sanctification, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

ΙΕΡΕΥΣ: Ἐν εἰρήνῃ προέλθωμεν.

PRIEST: Let us go forth in peace.

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

DEACON: Let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

ΕΥΧΗ ΟΠΙΣΘΑΜΒΩΝΟΣ

AMBO PRAYER

Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

O Lord, you bless those who bless you, and sanctify those who have put their trust in you: save your people and bless your inheritance; protect the fullness of your Church; sanctify those who love the beauty of your house; glorify them in return by your divine power, and do not forsake us who hope in you. Give peace to your world, to your churches, to the priests, to our rulers, and to all your people. For every good gift and every perfect gift is from above, coming down from you, the Father of lights; and to you we give glory, thanksgiving and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (3)

Blessed be the name of the Lord, from this time forth and to the ages. (3) [Lash]

ΕΥΧΗ ΕΝ Τῼ ΣΥΣΤΕΙΛΑΙ ΤΑ ΑΓΙΑ

PRAYER AS THE GIFTS ARE COLLECTED

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τὸ πλήρωμα τοῦ νόμου καί τῶν προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Christ, our God, the fulfilment of the Law and the Prophets, you have fulfilled all the Father’s dispensation. Fill our hearts with joy and gladness, always, now and for ever, and to the ages of ages. Amen.

bookmark

bookmark

__________

__________

ΤΟ ΜΝΗΜΟΣΥΝΟΝ

Memorial Service

   

   

Δείξε Μνημόσυνον

Show Memorial Service

   

   

ΧΟΡΟΣ

CHOIR

Νεκρώσιμα Εὐλογητάρια.

Evlogetaria for the Dead

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your statutes.

Τῶν ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

The choir of Saints has found the source of life and the door of Paradise; may I too find the way through repentance; I am the lost sheep, call me back, O Saviour, and save me. [Lash]

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your statutes.

Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθʼ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Of old you formed me from nothing and honoured me with your divine image, but because I transgressed your commandment, you returned me to the earth from which I was taken; bring me back to your likeness, my ancient beauty. [Lash]

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your statutes.

Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, παραδείσου πάλιν ποιῶν πολίτην με.

I am an image of your ineffable glory, though I bear the marks of offences; take pity on your creature, Master, and with compassion cleanse me; and give me the longed-for fatherland, making me once again a citizen of Paradise. [Lash]

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your statutes.

Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν παραδείσῳ, ὅπου χοροὶ τῶν ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τοὺς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

Give rest, O God, to your servant(s), and settle him (her/them) in Paradise, where the choirs of the Saints and all the Just shine out like beacons; give rest to your servant(s) who has (have) fallen asleep, overlooking all his (her/their) offences. [Lash]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father, and to the Son, and to the Holy Spirit.

Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα. Φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

Let us devoutly hymn the threefold light of the one Godhead as we cry: Holy are you, the Father without beginning, the Son likewise without beginning and the divine Spirit; enlighten us who worship you in faith, and snatch us from the everlasting fire. [Lash]

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and for ever, and to the ages of ages. Amen.

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, διʼ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν παράδεισον, Θεοτόκε ἁγνὴ εὐλογημένη.

Hail, honoured one, who bore God in the flesh for the salvation of all; through you the human race has found salvation; through you may we find Paradise, O pure and blessed Mother of God. [Lash]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to you, O God. [Lash]

Κοντάκιον. Ἦχος πλ. δʹ.

Kontakion. Mode pl. 4.

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

With the Saints give rest, O Christ, to the soul(s) of Your servant(s) where there is no pain, no sorrow, no sighing, but life everlasting. [GOA]

Ἦχος δʹ.

Μετὰ πνευμάτων δικαίων, τετελειωμένων, τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοὶ φιλάνθρωπε.

Among the spirits of the righteous perfected in faith, give rest, O Savior, to the soul(s) of Your servant, keeping it (them) in the blessed life which is from You, O loving One. [GOA]

Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

In your place of rest, O Lord, where all Your saints repose, give rest also to the soul of Your servant, for You alone are immortal. [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father, and to the Son, and to the Holy Spirit.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ, ἀνάπαυσον.

You are our God who descended into Hades and did away with the pains of those who had been bound; give rest, O Saviour, also to the soul(s) of your servant(s). [Lash]

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and for ever, and to the ages of ages. Amen.

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὰς ψυχὰς τῶν δούλων σου.

You the only pure and spotless Virgin, who ineffably gave birth to God, intercede for mercy and forgiveness of the soul of your servant(s). [Lash]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3)

CHOIR: Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (τοῦδε), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Also we pray for the repose of the soul of the servant of God, N., who has fallen asleep, and that he/she may be pardoned every offence, both voluntary and involuntary.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3)

CHOIR: Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

May the Lord God place their souls where the righteous repose. Let us ask for the mercies of God, the kingdom of Heaven, and the forgiveness of their sins from Christ our immortal king and God.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (τοῦδε) ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρʼ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.

O God of spirits and all flesh, who trampled down death and crushed the devil, giving life to your world; do you, Lord, give rest to the soul(s) of your servant(s) N. (and N.), who has (have) fallen asleep, in a place of light, a place of green pasture, a place of refreshment, whence pain, grief and sighing have fled away. Pardon, O God, as you are good and love mankind, every sin committed by him/her (them) in word or deed or thought, because there is none who will live and not sin, for you alone are without sin; your righteousness is an everlasting righteousness, and your word is truth.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.

For you are the resurrection, the life and the repose of your servant(s) N. (and N.), who has (have) fallen asleep, Christ our God, and to you we give glory, together with your Father who is without beginning, and your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν. (3)

Everlasting your memory, our brother (brothers), worthy of blessedness and ever-remembered. (3)

ΧΟΡΟΣ

CHOIR

Ἦχος γʹ.

Mode 3.

Αἰωνία ἡ μνήμη· αἰωνία ἡ μνήμη· αἰωνία αὐτοῦ ἡ μνήμη. (3)

Everlasting be his memory. Everlasting be his memory. Everlasting be his memory. (3)

__________

__________

Κρύψε Μνημόσυνον

Hide Memorial Service

   

   

Εἰς πλείστους ναοὺς τελεῖται ὁ Μ. Ἁγιασμὸς τῆς σήμερον εἰς τὸ τέλος τῆς Θ. Λειτουργίας.

In most churches, today’s Great Blessing of Water is performed at the end of the Divine Liturgy.

ΑΚΟΛΟΥΘΙΑ

THE CEREMONY

ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΓΙΑΣΜΟΥ

OF THE GREAT BLESSING OF WATER

ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

OF EPIPHANY

Ἐξεχόμεθα ἐν τῇ Κολυμβήθρᾳ, προπορευομένου τοῦ Διακόνου καὶ ἑπομένου τοῦ Ἱερέως, κρατοῦντος ἐν μὲν τῇ δεξιᾷ αὐτοῦ χειρὶ τὸν τίμιον Σταυρὸν μετὰ τοῦ ἁγιαστῆρος, ἐν δὲ τῇ ἀριστερᾷ τὸ ἅγιον Εὐαγγέλιον, καὶ ἵστανται πρὸ τῆς Κολυμβήθρας πρὸς ἀνατολὰς βλέποντες, τῶν Χορῶν ψαλλόντων τὰ κάτωθι Ἰδιόμελα Τροπάρια.

We process to the place where the vessel of water is prepared, the Deacon in front of the Priest, the latter holding a cross and aspergillum in his right hand and the Gospel book in his left. They stand before the vessel of water facing east, as the choirs sing the following hymns:

   

   

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ. (3)

The voice of the Lord upon the waters cries out, saying, 'Come all of you, receive the Spirit of wisdom, the Spirit of understanding, the Spirit of the fear of God, of Christ who has appeared'. (3) [Lash]

Σήμερον τῶν ὑδάτων ἁγιάζεται ἡ φύσις καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον. (δίς)

Today the nature of the waters is made holy, and Jordan is parted and holds back the flow of its waters as it sees the Master washing himself. (2) [Lash]

Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες, Χριστὲ βασιλεῦ· καὶ δουλικὸν βάπτισμα λαβεῖν, σπεύδεις, ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν, φιλάνθρωπε. (δίς)

As man, Christ King, you came to the river, and in your goodness you hasten to accept the baptism of a servant at the hands of the Forerunner, on account of our sins, O Lover of mankind. (2) [Lash]

Δόξα· καὶ νῦν. Ἦχος πλ. δʹ.

Glory. Both now. Mode pl. 4.

Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· ἦλθες, Κύριε, μορφὴν δούλου λαβών, βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· σύντρομος γέγονεν ὁ Πρόδρομος καὶ ἐβόησε λέγων· Πῶς φωτίσει ὁ λύχνος τὸ φῶς; πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπότην; Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα, Σωτήρ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν.

At the voice of the one crying in the desert, 'Prepare the way of the Lord', you came, Lord, having taken the form of a servant, asking for Baptism, though you did not know sin. The waters saw you and were afraid. The Forerunner trembled and cried out, saying, 'How will the lamp enlighten the Light? The servant place his hand on the Master? Saviour, who take away the sin of the world, make me and the waters holy'. [Lash]

Τὰ Ἀναγνώσματα

The Readings

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ λεʹ 1 – 10

Is 35:1 – 10

Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἑξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιασεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις ποιμνίων καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπʼ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ· ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ Κυρίου. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετʼ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.

Thus says the Lord: Be glad, you thirsty desert, and rejoice exceedingly, and let the desert blossom as a lily. The desert places of the Jordan shall blossom abundantly and rejoice exceedingly. The glory of Lebanon and the honor of Carmel shall be given to it, and My people shall see the glory of the Lord and the majesty of our God. Be strong, you relaxed hands and feeble knees. Be comforted, you fainthearted. Be strong, do not fear. Behold, our God renders judgment and will render it. He will come and save us. Then the eyes of the blind shall be opened, and the ears of the deaf shall hear. Then the lame shall leap like a deer, and the tongue of the dumb will speak clearly. For water shall burst forth in the desert, and a valley in the thirsty land. The waterless desert shall become meadows, and the thirsty land springs of water. There will be the gladness of birds, a habitation of reeds and marshes. A pure way shall be there, and it shall be called a holy way. No unclean man shall pass through there, neither shall there be an unclean way there. But those dispersed shall walk in it, and they shall not go astray. No lion shall be there, nor shall any ravenous animals go up on it, nor at all be found there. But the redeemed shall walk in it, and those gathered by the Lord shall return and come to Zion with gladness, and with everlasting gladness over their head. For praise and exceeding joy will be on their head, and gladness shall possess them. Pain, sorrow, and sighing fled away. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ νεʹ 1 – 13

Is 55:1 – 13

Τάδε λέγει Κύριος· Οἱ διψῶντες πορεύεσθε ἐφʼ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ, ἵνα τί τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθεῖτε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν Διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν Ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν Ἔθνεσιν. Ἰδοὺ Ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπί σε καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, καὶ τοῦ Ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτόν, ἐπικαλέσασθε, ἡνίκα δʼ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, καὶ κράξεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδʼ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλʼ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενόν, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἑξαλοῦνται, προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντί, δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται Κυρίῳ εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.

Thus says the Lord: “You who are thirsty, go to the water, and all who have no money, go and buy wine and fat, and eat and drink without money and price. Why do you value at the price of money, and give your toil for what does not satisfy? Listen to Me and eat good things, and your soul will delight in good things. Incline your ears and follow my ways. Listen to Me, and your soul shall live in good things; and I will make an everlasting covenant with you, the holy and faithful things of David. Behold, I made him a witness among the Gentiles, a ruler and commander to the Gentiles. The Gentiles, which did not know you, shall call upon you, and the peoples who did not understand you shall take refuge in you, because of your God, the Holy One of Israel; for He glorified you.” Seek God, and when you find Him, call upon Him when He draws near to you. Let the ungodly man abandon his ways, and the lawless man his counsels; and let him return to the Lord, and He will have mercy on him; for He shall forgive your sins abundantly. “For My counsels are not as your counsels, neither are your ways My ways,” says the Lord. “But as heaven is distant from earth, so is My way distant from your ways, and your thoughts from My mind. For as rain comes down, or snow from heaven, and does not return until it saturates the earth, and it brings forth and produces, and gives seed to the sower and bread for food, so shall My word be, whatever proceeds from My mouth. It shall not return until it accomplishes whatever I willed, and I shall prosper your ways and My commandments. For you shall go forth with gladness and shall be taught with joy, for the mountains and hills shall exult to receive you with joy; and all the trees of the field shall applaud with their branches. Instead of the broom-tree shall come up the cypress, and instead of the nettle shall come up the myrtle; and the Lord shall be for a name and for an everlasting sign, and He shall not fail.” [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ ιβʹ 3 – 6

Is 12:3 – 6

Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετʼ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.

Thus says the Lord: You will draw water with gladness from the wells of salvation. In that day, you will say, “Praise the Lord; call upon His name. Declare His glorious things among the Gentiles and make mention that His name is exalted. Sing to the name of the Lord, for He has done great things. Declare this in all the earth. Exult and be glad, O inhabitants of Zion, for the Holy One of Israel is exalted in her midst.” [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 26.

Prokeimenon. Mode 4. Psalm 26.

Κύριος φωτισμός μου καὶ σωτήρ μου.

The Lord is my light and my savior.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Verse: The Lord is the defender of my life. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία.

Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from" // Paul’s First Letter to the Corinthians.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Αʹ Κορ 10:1 – 4

1 Cor. 10:1 – 4

Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.

Brethren, I want you to know that our fathers were all under the cloud, and all passed through the sea, and all were baptized into Moses in the cloud and in the sea, and all ate the same spiritual food and all drank the same spiritual drink. For they drank from the spiritual Rock which followed them, and the Rock was Christ. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγνόντι.

Peace to you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἦχος βαρύς. Ψαλμὸς 28.

Alleluia. Grave Mode. Psalm 28.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia, Alleluia, Alleluia.

Στίχ. αʹ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.

Verse 1: The voice of the Lord is upon the waters. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia, Alleluia, Alleluia.

Στίχ. βʹ. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων.

Verse 2: The God of glory thundered upon the waters.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia, Alleluia, Alleluia.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Stand upright. Let us listen to the Holy Gospel.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace to all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And to your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us attend.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

ΔΙΑΚΟΝΟΣ

DEACON

Μκ 1:9 – 11

Mk. 1:9 – 11

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα.

At that time, Jesus came from Nazareth of Galilee and was baptized by John in the Jordan. And when he came up out of the water, immediately he saw the heavens opened and the Spirit descending upon him like a dove; and a voice came from heaven, “You are my beloved Son; with you I am well pleased.” [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.

Peace be to you who proclaim the Gospel.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from on high and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν, καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, and all those in public service, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν.

That this water might be hallowed by the might, and operation, and descent of the Holy Spirit, let us pray to the Lord.

Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν τοῦ Κυρίου δεηθῶμεν.

That there may descend upon these waters the cleansing operation of the super substantial Trinity; let us pray to the Lord.

Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου τοῦ Κυρίου δεηθῶμεν.

That there may be sent down upon it the Grace of Redemption, the blessing of the Jordan; let us pray to the Lord.

Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν.

That we may be illumined with the Light of Knowledge and Piety through the descent of the Holy Spirit; let us pray to the Lord.

Ὑπὲρ τοῦ γενηθῆναι τὸ ὕδωρ τοῦτο ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ πᾶσαν ὠφέλειαν ἐπιτήδειον τοῦ Κυρίου δεηθῶμεν.

That this water may become the gift of sanctification, redemption from sins, for the healing of soul and body, and

Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον τοῦ Κυρίου δεηθῶμεν.

That it may become water welling up to eternal life; let us pray to the Lord.

Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτὸ ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν τοῦ Κυρίου δεηθῶμεν.

That this water may prove effectual for the averting of every plot of visible and invisible enemies; let us pray to the Lord.

Ὑπὲρ τῶν ἀντλούντων καὶ ἀρυομένων εἰς ἁγιασμὸν οἴκων τοῦ Κυρίου δεηθῶμεν.

For those who are sprinkled with it and take it for the blessing of homes; let us pray to the Lord.

Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων πᾶσι τοῖς ἀρυομένοις πίστει καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ τοῦ Κυρίου δεηθῶμεν.

That it may be for the purification of soul and body to all who with faith take and drink of it; let us pray to the Lord.

Ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς ἐμπλησθῆναι ἁγιασμοῦ διὰ τῆς τῶν ὑδάτων τούτων μεταλήψεως τῇ ἀοράτῳ ἐπιφανείᾳ τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν.

That we may be granted to be filled with sanctification through drinking this water, by the invisible manifestation of the Holy Spirit; let us pray to the Lord.

Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς τοῦ Κυρίου δεηθῶμεν.

That the Lord God may listen to the voice of the prayer of us sinners and have mercy on us; let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

Ὁ Ἱερεὺς λέγει καθʼ ἑαυτὸν τὴν εὐχὴν ταύτην.

The Priest reads the following prayer in a low voice.

Μὴ διακονοῦντος Διακόνου, ο Ἱερεὺς ἀναγινώσκει κατʼ ἀνάγκην τὴν εὐχὴν ταύτην ἀναγινωσκομένων τῶν Προφητειῶν.

When there is no Deacon, by necessity the Priest reads this prayer while the Prophecies are being read.

ΙΕΡΕΥΣ (μυστικῶς)

PRIEST (inaudibly)

Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι καὶ πρόσδεξαι ἡμᾶς, μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας ἐπὶ τοῖς ἀπʼ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι καὶ τῇ ἐπʼ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ· ἐν ᾗ τὸ ἀσθενὲς ἡμῶν καὶ πτωχὸν περιβαλόμενος φύραμα καὶ τοῖς τῆς δουλείας μέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναμάρτητος, ὁδοποιήσῃς ἡμῖν τὴν διʼ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν καὶ πρὸς τὴν πρώτην ἡμᾶς ἀποκαταστήσῃς ἐλευθερίαν· οὗ τινος θείου μυστηρίου τὴν ἀνάμνησιν ἑορτάζοντες, δεόμεθά σου, Δέσποτα, φιλάνθρωπε· ῥᾶνον καὶ ἐφʼ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ τὴν ἐπὶ τῷ ὕδατι τούτῳ αἴτησιν ἡμῶν τῶν ἁμαρτωλῶν εὐπρόσδεκτον γενέσθαι τῇ σῇ ἀγαθότητι, καὶ τὴν εὐλογίαν σου διʼ αὐτοῦ ἡμῖν τε καὶ παντὶ τῷ πιστῷ σου χαρισθῆναι λαῷ, εἰς δόξαν τοῦ ἁγίου καὶ προσκυνητοῦ σου ὀνόματος.

Lord Jesus Christ, only-begotten Son, who are in the bosom of the Father, true God, source of life and immortality, Light from Light, who came into the world to enlighten it, flood our mind with light by your Holy Spirit and accept us as we bring you praise and thanksgiving for your wondrous mighty works from every age, and for your saving dispensation in these last times. By it you clothe yourself in our weak and beggared matter and coming down to the measure of our servitude, King of all, you accepted also to be baptised in the Jordan by the hand of a servant, so that, having sanctified the nature of the waters, you, the sinless one, might make a way for our rebirth through water and Spirit and re-establish us in our original freedom. As we celebrate the memory of this divine Mystery, we entreat you, Master, lover of mankind: Sprinkle on us, your unworthy servants, cleansing water, in accordance with your divine promise, the gift of your compassion, that the request of us sinners over this water may become acceptable by your goodness and that through it your blessing to be granted to us and to all your faithful people, to the glory of your holy, venerated Name.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμή καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For to you belong all glory, honour and worship, with your Father who is without beginning, with you all-holy, good and life-giving Spirit, now and forever, and to the ages of ages. Amen.

Καὶ εἰπὼν καθʼ ἑαυτὸν τό, Ἀμήν, τοῦ Διακόνου ἤδη πεπληρωκότος τὴν μεγάλην Συναπτήν, ἄρχεται ὁ ἱερεὺς μεγαλοφώνως τοῦ προλόγου τῆς εὐχῆς τῶν ἁγίων Θεοφανείων.

And having said the Amen to himself, when the Deacon has finished the Litany, the Priest begins this Prayer in a loud voice:

Ἡ παροῦσα εὐχὴ οὐ λέγεται κατὰ τὴν παραμονὴν τῆς ἑορτῆς, ἀλλὰ μεταβαίνουσιν εὐθὺς εἰς τό· Μέγας εἶ, Κύριε…· λέγεται δὲ αὕτη κατὰ τὴν κυρίαν ἡμέραν τῆς ἑορτῆς τῶν Θεοφανείων.

This preamble is not said on the eve of the feast, so the prayer commences with, “You are great, O Lord!” below. This preamble is said on the day of the feast of Epiphany.

Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων.

By Sophronios Patriarch of Jerusalem.

ΙΕΡΕΥΣ

PRIEST

Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε, δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων· ἡ ἔμφυτος ἀγαθότης, τὸ φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον καμοὶ τῷ ἀναξίῳ δούλῳ σου· φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρόν σου εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρʼ ἐμοῦ δέησις, διὰ τὸν παρεστῶτα λαόν· ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ Ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, ὑπεράγαθε· Δοξάζομέν σε, Δέσποτα φιλάνθρωπε, παντοκράτορ, προαιώνιε Βασιλεῦ· δοξάζομέν σε, τὸν κτίστην καὶ δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρὸς καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ ἑορτῇ νήπιόν σε εἴδομεν· ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν.

Trinity beyond all being, beyond all goodness, beyond all godhead, all-powerful, all-vigilant, invisible, incomprehensible; Creator of the spiritual beings and rational natures, innate goodness, unapproachable Light that enlightens everyone coming into the world, shine also in me your unworthy servant. Enlighten the eyes of my mind that I may dare to sing the praise of your measureless benevolence and power. May my supplication for the people here present be acceptable, so that my offences may not prevent the Holy Spirit from being present here; but permit me now without condemnation to cry out to you and say, Master, lover of mankind, beyond all goodness, Almighty, eternal King. We glorify you, the Creator and Fashioner of the universe. We glorify you, only-begotten Son of God, without father from your Mother, without mother from your Father. For in the preceding feast we saw you as a babe, but in the present one we see you full and perfect man, our God, made manifest as perfect God from perfect God.

Σήμερον γὰρ ὁ τῆς ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς Ἁγίων ἐκκλησιάζει ἡμῖν καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι. Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος ἐν εἴδει περιστερᾶς τοῖς ὕδασιν ἐπεφοίτησε. Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται. Σήμερον ἡ σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται. Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι. Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι.

For today the moment of the feast is here for us and the choir of saints assembles here with us, and Angels keep festival with mortals. Today the grace of the Holy Spirit in the form of a dove dwelt upon the waters. Today the Sun that never sets has dawned and the world is made radiant with the light of the Lord. Today the Moon with its radiant beams sheds light on the world. Today the stars formed of light make the inhabited world lovely with the brightness of their splendour. Today the clouds rain down from heaven the shower of justice for mankind.

Σήμερον ὁ ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται. Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν. Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται. Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. Σήμερον ὁ παράδεισος ἠνέῳκται τοῖς ἀνθρώποις καὶ ὁ τῆς δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν.

Today the Uncreated by his own will accepts the laying on of hands by his own creature. Today the Prophet and Forerunner draws near, but stands by with fear seeing God’s condescension towards us. Today the streams of Jordan are changed into healing by the presence of the Lord. Today all creation is watered by mystical streams. Today the failings of mankind are being washed away by the waters of Jordan. Today Paradise is opened for mortals and the Sun of justice shines down on us.

Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως, τῷ λαῷ εἰς γλυκύτητα μεταποιεῖται, τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν. Σήμερον τοῦ σκότους ἐλυτρώθημεν καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται, τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν. Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις.

Today the bitter water as once for Moses’ people is changed to sweetness by the presence of the Lord. Today we have been delivered from the ancient grief, and saved as the new Israel. Today we have been redeemed from darkness and are filled with radiance by the light of the knowledge of God. Today the gloomy fog of the world is cleansed by the manifestation of our God. Today all creation shines with light from on high. Today error has been destroyed and the coming of the Master makes for us a way of salvation.

Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν ὀρθοδόξων πανήγυρις ἀγάλλεται. Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. Σήμερον βασιλείαν οὐρανῶν ὠνησάμεθα· τῆς γὰρ βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος. Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται.

Today things on high keep festival with those below, and those below commune with those on high. Today the sacred and triumphant festal assembly of the Orthodox exults. Today the Master hastens towards baptism, that he may lead humanity to the heights. Today the One who does not bow bows down to his own servant, that he may free us from servitude. Today we have purchased the Kingdom of heaven, for the Kingdom of the Lord will have no end. Today earth and sea share the joy of the world, and the world has been filled with gladness.

Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον καὶ εἰσερχόμενον ἐπʼ αὐτόν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον καὶ περιϊπτάμενόν σοι. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν ἀόρατον ὁραθέντα, τὸν κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα· καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες· αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον καὶ τὸ τῆς πλάνης κέντρον καὶ τὸν τοῦ ᾅδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα καὶ βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον.

The waters saw you, O God, the waters saw you and were afraid. The Jordan turned back when it saw the fire of the godhead descending in bodily form and entering it. The Jordan turned back as it contemplated the Holy Spirit in the form of a dove, descending and flying about you. The Jordan turned back as it saw the Invisible made visible, the Creator made flesh, the Master in the form of a servant. The Jordan turned back and the mountains leapt as they saw God in the flesh, and the clouds uttered their voice, marvelling at what had come to pass, seeing Light from Light, true God from true God, the Master’s festival today in Jordan; seeing him drowning the death from disobedience, the goad of error and the bond of Hell in Jordan and granting the Baptism of salvation to the world.

Ὅθεν καγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλος σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβῳ, ἐν κατανύξει βοῶ σοι·

Therefore I too, a sinner and your unworthy servant, recount the greatness of your wonders and, seized with fear, in compunction cry out to you:

Καὶ εὐθὺς γεγωνοτέρᾳ τῇ φωνῇ·

After completing this, he says in a more powerful voice,

ΙΕΡΕΥΣ

PRIEST

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου. (3)

Great are you, O Lord, and wonderful your works, and no word is adequate to sing the praise of your wonders. (3) [Lash]

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

ΙΕΡΕΥΣ

PRIEST

Σὺ γάρ, βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι δυνάμεις· σὲ ὑμνεῖ ἥλιος· σὲ δοξάζει σελήνη· σοὶ ἐντυγχάνει τὰ ἄστρα· σοὶ ὑπακούει τὸ φῶς· σὲ φρίττουσιν ἄβυσσοι· σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας.

For by your own will you brought the universe from non-existence into being, you hold creation together by your might, and by your providence you direct the world. You composed creation from four elements; with four seasons you crowned the circle of the year. All the spiritual Powers tremble before you. The sun sings your praise, the moon glorifies you, the stars entreat you, the light obeys you, the deeps tremble before you, the springs are your servants. You stretched out the heavens on the waters; you walled in the sea with sand; you poured out the air for breathing.

Ἀγγελικαὶ δυνάμεις σοὶ λειτουργοῦσιν, οἱ τῶν ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι, τὰ πολυόμματα Χερουβεὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφεὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτεται.

Angelic Powers minister to you. The choirs of the Archangels worship you. The many-eyed Cherubim and the six-winged Seraphim as they stand and fly around you hide their faces in fear of your unapproachable glory.

Σὺ γάρ, Θεὸς ὤν ἀπερίγραπτος ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλʼ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν· τὰς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας· παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου· πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γάρ, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ πανάγιον σοῦ Πνεῦμα καὶ τὰς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων.

For you, being God uncircumscribed, without beginning and inexpressible, came upon earth, taking the form of a servant, being found in the likeness of mortals. For you could not bear, Master, in the compassion of your mercy to watch the human race being tyrannised by the devil, but you came and saved us. We acknowledge your grace, we proclaim your mercy, we do not conceal your benevolence. You freed the generations of our race. You sanctified a virgin womb by your birth. All creation sang your praise when you appeared. For you are our God who appeared on earth and lived among mortals. You sanctified the streams of Jordan by sending down from heaven your All-holy Spirit and you smashed the heads of the dragons that lurked there.

Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου σου Πνεύματος καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο. (3)

Therefore, O King, lover of mankind, be present now too through the visitation of your Holy Spirit, and sanctify this water. (3) [Lash]

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξητήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον. Ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον.

And give to it the grace of redemption and the blessing of Jordan. Make it a source of incorruption, a gift of sanctification, a deliverance from sins, an averting of diseases, unapproachable by hostile powers, filled with angelic strength. That all who draw from it and partake of it may have it for cleansing of souls and bodies, for healing of passions, for sanctification of homes, for every suitable purpose.

Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διʼ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διʼ ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διαῤῥήξας πέτραν ἐν ἐρήμῳ καὶ ἐῤῥύησαν ὕδατα καὶ χείμαῤῥοι κατεκλύσθησαν καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διʼ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἠλιού, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ.

For you are our God, who through water and Spirit renewed our nature made old by sin. You are our God, who in the days of Noë drowned sin through the water of the flood. You are our God, who through Moses freed the Hebrew race from the slavery of Pharao through the sea. You are our God who split open the rock in the desert, and waters rushed out and torrents flooded down, and you satisfied your thirsty people. You are our God, who through Elias turned Israel from the error of Baal.

Αὐτὸς καὶ νῦν, Δέσποτα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. (3)

And now, Master, do you yourself sanctify this water by your Holy Spirit. (3) [Lash]

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δὸς πᾶσι τοῖς τε ἁπτομένοις, τοῖς τε χριομένοις, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ τάγματος καὶ τοῦ περιεστῶτος λαοῦ καὶ τῶν διʼ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος.

Give to all who partake of it sanctification, blessing, cleansing, health. And save, Lord, our faithful Rulers. And guard them under your protection in peace. Subdue beneath their feet every foe and enemy. Grant them all their requests that are for salvation and eternal life. Remember, Lord, our Archbishop (name), the whole order of Presbyters, the Diaconate in Christ, every rank of the clergy, the people here present and our brethren who with good reason are absent, and have mercy on us in accordance with your great mercy.

Ἵνα καὶ διὰ στοιχείων καὶ διʼ ἀγγέλων καὶ διὰ ἀνθρώπων καὶ διὰ ὁρωμένων καὶ διʼ ἀοράτων δοξάζηταί σου τὸ πανάγιον ὄνομα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

So that through elements and through Angels and through mortals and through things visible and through things unseen, your all-holy name may be glorified with the Father and the Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace to all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And to your spirit.

ΙΕΡΕΥΣ

PRIEST

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Ἱερεὺς κλινόμενος ἐπεύχεται·

And the Priest says the Prayer in a low voice.

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν· ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα, εὐλόγησον πάντας ἡμᾶς τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ· καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς τε καὶ σώματος.

Incline your ear and hear us, Lord, who accepted to be baptised in Jordan and to sanctify the waters, and bless us all, who signify our calling as servants by the bending of our necks. And count us worthy to be filled with your sanctification through the partaking and sprinkling of this water. And let it be for us, Lord, for healing of soul and body.

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you are the sanctification of our souls and bodies, and to you we give glory, thanksgiving and worship, with your Father who is without beginning, and your All-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Καὶ εὐθύς, ὁ Ἱερεὺς, λαμβάνων τὸν τίμιον Σταυρὸν μετὰ τοῦ ἁγιαστῆρος, βαπτίζει αὐτὸν ὄθριον κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων, ποιῶν ἅμα διʼ αὐτοῦ τύπον σταυροῦ καὶ ψάλλων ἅπαξ τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς.

And the Priest immediately, blessing the waters in the figure of the Cross, immerses the precious Cross, plunging it upright into the water and lifting it out again, chanting the following Troparion.

ΙΕΡΕΥΣ

PRIEST

Ἀπολυτίκιον. Ἦχος αʹ.

Apolytikion. Mode 1.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.

As You were baptized in the Jordan, O Lord, then the worship of the Trinity became manifest, for the voice of the Father bore witness to You, naming You the Beloved Son; and the Spirit, in the form of a dove, confirmed the certainty of the word. O Christ God, who appeared and illumined the world, glory to You. [SD]

Τοῦτο ἐπαναλαμβάνεται ἔτι δὶς ὑπὸ τῶν Χορῶν, τοῦ Ἱερέως ποιοῦντος καθʼ ἑκάστην ψαλμῳδίαν τὰ αὐτά, ὡς προείρηται.

The Priest once and the Choirs once each.

ΧΟΡΟΣ

CHOIR

Ἀπολυτίκιον. Ἦχος αʹ.

Apolytikion. Mode 1.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. (δίς)

As You were baptized in the Jordan, O Lord, then the worship of the Trinity became manifest, for the voice of the Father bore witness to You, naming You the Beloved Son; and the Spirit, in the form of a dove, confirmed the certainty of the word. O Christ God, who appeared and illumined the world, glory to You. (2)

Εἶτα ὁ Ἱερεύς, κρατῶν ἐν τῇ δεξιᾷ χειρὶ τὸν ἁγιαστῆρα καὶ τῇ ἀριστερᾷ τὸν τίμιον Σταυρόν, ῥαντίζει σταυροειδῶς τὸν ναὸν καὶ τὸν λαόν, ψάλλων καὶ τὸ Κοντάκιον.

And he sprinkles all the People with the water.

Τῇ 6ῃ Ἰανουαρίου·

On January 6.

Κοντάκιον. Τῆς Ἑορτῆς.

Kontakion. For the Feast.

Ἦχος δʹ. Αὐτόμελον.

Mode 4. Automelon.

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφʼ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

You revealed yourself today on earth, O Master, * and Your light was stamped on us, who in the knowledge of the truth, * O Lord, extol Your epiphany. * You came; You revealed yourself, O unapproachable Light. [SD]

Τῇ δὲ ἡμέρᾳ τῆς ἑορτῆς ψάλλεται τὸ παρὸν Τροπάριον τῆς ηʹ ᾨδῆς τοῦ Κανόνος.

On the day of the feast, the following hymn is sung (from Ode viii of the Canon).

Ἦχος βʹ. Μυστήριον παράδοξον.

Mode 2. Of old, the furnace in Babylon.

Μυστήριον παράδοξον.

Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὕτη γὰρ ὑπέρθεος φύσις· ὁ Πατὴρ ἐφώνησεν· Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου· τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Uncovered at the Jordan was the presence of the Trinity, the transcendently divine nature. For the Father’s voice declared, “He who is being baptized is my Son. He is my beloved.” There, too, was the consubstantial Spirit. All peoples bless Him as Lord, and exalt Him beyond measure, unto all the ages. [GOASD]

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

DEACON: Let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφʼ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for humankind, always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to you, our God, glory to you.

Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He who condescended to be baptized by John in the Jordan, for our salvation, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

ΧΟΡΟΣ

CHOIR

Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

O Lord, protect the one who blesses us and sanctifies us, for many years.

ΙΕΡΕΥΣ

PRIEST

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.