Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Μηναῖον - Τῌ Ϛʹ ΜΑΡΤΙΟΥ |
Menaion - March 6 |
Μνήμη τῶν Ἁγίων τεσσαράκοντα δύο Μαρτύρων τῶν ἐν τῷ Ἀμορίῳ |
Memory of the 42 Martyrs of Amorion |
__________ |
__________ |
|
|
|
ΜΕΓΑΛΗ ΣΥΝΑΠΤΗ ἢ ΕΙΡΗΝΙΚΑ |
The Great Litany |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Εὐλόγησον, δέσποτα. |
Master, give the blessing. |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is the Kingdom of the Father, and of the Son, and of the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from on high and for the salvation of our souls, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν. |
For pious and Orthodox Christians, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop (name), for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν, καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
For our country, the president, and all those in public service, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας Κωνσταντινουπόλεως, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἁγίας Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν. |
For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν. |
For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Αʹ |
|
Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος. Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθʼ ἡμῶν, καί τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Βʹ |
|
Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Γʹ |
|
Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτός καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπολυτίκιον. Τῶν Μαρτύρων. |
Apolytikion. For the Martyrs. |
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Your Martyrs, O Lord, were worthily awarded by You * the crowns of incorruption, in that they contested for You our immortal God. * Since they possessed Your power, they defeated the tyrants, * dashing the demons’ powerless displays of defiance. * O Christ God, at their fervent entreaties, save our souls. |
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ |
|
bookmark |
bookmark |
(Ψαλλομένου τοῦ Ἀπολυτικίου, γίνεται ὑπὸ τοῦ Ἱερέως ἡ Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου. Ὁ Ἱερεὺς προσεύχεται χαμηλοφώνως τὴν ἑπομένην εὐχήν:) |
As the Third Antiphon is being sung (with its verses), the Priest and Deacon bow three times before the holy Table. Then the Priest gives the holy Gospel to the Deacon, who kisses the Priest’s hand as he receives it, and then circles the holy Table with the Priest following him. Preceded by altar servers holding candles and fans, they exit through the north door for the so-called Small Entrance. When there is no Deacon, the Priest takes the holy Gospel and holds it up in front of his face. When they reach the center of the church, they stop and bow their heads, and the Deacon says in a low voice: |
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. |
Let us pray to the Lord. Lord, have mercy. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
ΕΥΧΗ ΤΗΣ ΕΙΣΟΔΟΥ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ |
|
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. Amen. |
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Amen. |
ΔΙΑΚΟΝΟΣ (ἐκφώνως) |
DEACON (aloud) |
Σοφία. Ὀρθοί. |
Wisdom. Stand upright. |
ΧΟΡΟΣ |
CHOIR |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. |
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, |
Come let us worship and bow down before Christ. Save us, O Son of God, who were circumcised in the flesh. |
ψάλλοντάς σοι, Ἀλληλούϊα. |
We sing to You, Alleluia. |
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀπολυτίκιον. Τῶν Μαρτύρων. |
Apolytikion. For the Martyrs. |
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Your Martyrs, O Lord, were worthily awarded by You * the crowns of incorruption, in that they contested for You our immortal God. * Since they possessed Your power, they defeated the tyrants, * dashing the demons’ powerless displays of defiance. * O Christ God, at their fervent entreaties, save our souls. |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
|
Κοντάκιον τῆς Ἡμέρας. Τῶν Ἀσωμάτων. |
Kontakion for the Day. For the Angels. |
Ἦχος βʹ. |
Mode 2. |
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγοι. |
As God’s Chief Commanders and ministers of His divine glory, guides of humanity and leaders of the Angels, pray for what will benefit us and for great mercy, as Chief Commanders of the Bodiless Hosts. |
Κοντάκιον τῆς Ἡμέρας. Τοῦ Προδρόμου. |
Kontakion for the Day. For the Forerunner. |
Ἦχος βʹ. |
Mode 2. |
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. |
O Prophet of God and Forerunner of grace divine, since we have obtained your Head from beneath the earth, as if a most sacred rose, we are receiving the healings continually. And once again, as formerly, you are preaching repentance throughout the world. |
Κοντάκιον τῆς Ἡμέρας. Τοῦ Σταυροῦ. |
Kontakion for the Day. For the Cross. |
Ἦχος δʹ. Αὐτόμελον. |
Mode 4. Automelon. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible. |
Κοντάκιον τῆς Ἡμέρας. Τῶν Ἀποστόλων. |
Kontakion for the Day. For the Apostles. |
Ἦχος βʹ. Αὐτόμελον. |
Mode 2. Automelon. |
|
Τοὺς ἀσφαλεῖς. |
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. |
You have taken to yourself, O Lord, the pinnacles of Your Disciples, those unerring theologians and preachers, to enjoy Your blessings and repose. For You accepted their labors and their death as being higher than any whole-burnt offering, for only You know what is in the heart. |
Κοντάκιον τῆς Ἡμέρας. Τοῦ Σταυροῦ. |
Kontakion for the Day. For the Cross. |
Ἦχος δʹ. Αὐτόμελον. |
Mode 4. Automelon. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible. |
Κοντάκιον τῆς Ἡμέρας. Τῶν Μαρτύρων. |
Kontakion for the Day. For the Martyrs. |
Ἦχος πλ. δʹ. Αὐτόμελον. |
Mode pl. 4. Automelon. |
|
Ὡς ἀπαρχάς. |
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας· ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. |
O Planter of creation, Lord, to You does the entire world bring as an offering the God-bearing martyr Saints, as being nature’s first fruits. At their earnest entreaties, keep Your Church in a state of profoundest peace, through the Theotokos, O Lord abundantly merciful. |
Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ |
|
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
ΕΥΧΗ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΥΜΝΟΥ |
|
Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς το εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατʼ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπʼ αἰῶνός σοι εὐαρεστησάντων. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί… |
For You, our God, are holy, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever… |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀντὶ τοῦ Τρισαγίου |
Instead of Holy God |
Ἦχος αʹ. |
Mode 1. |
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. (3) |
(3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Δύναμις. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Κέλευσον, δέσποτα. |
Master, command. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
|
ΧΟΡΟΣ |
CHOIR |
Δύναμις. |
|
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. |
|
Ἀντὶ τοῦ Τρισαγίου |
Instead of Holy God |
Ἦχος βʹ. |
Mode 2. |
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν. (3) |
Before Your Cross, we bow down, O Master, and Your holy resurrection we glorify. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν. |
And Your holy resurrection. We glorify. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Δύναμις. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Κέλευσον, δέσποτα. |
Master, command. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
|
ΧΟΡΟΣ |
CHOIR |
Δύναμις. |
|
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν. |
Before Your Cross, we bow down, O Master, and Your holy resurrection we glorify. |
Ἀντὶ τοῦ Τρισαγίου |
Instead of Holy God |
Ἦχος αʹ. |
Mode 1. |
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. (3) |
(3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Δύναμις. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Κέλευσον, δέσποτα. |
Master, command. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
|
ΧΟΡΟΣ |
CHOIR |
Δύναμις. |
|
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. |
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Δύναμις. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Κέλευσον, δέσποτα. |
Master, command. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
|
ΧΟΡΟΣ |
CHOIR |
Δύναμις. |
|
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
bookmark |
bookmark |
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
|
Ὁ Ἀπόστολος |
The Epistle |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πρόσχωμεν. |
Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103. |
Prokeimenon. Mode 4. |
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 63. |
Prokeimenon. Grave Mode. |
Προκείμενον. Ἦχος γʹ. ᾨδὴ Ἐνάτη. |
Prokeimenon. Mode 3. |
Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 18. |
Prokeimenon. Mode pl. 4. |
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 98. |
Prokeimenon. Grave Mode. |
Προκείμενον. Ἦχος πλ. βʹ. Ψαλμὸς 31. |
Prokeimenon. Mode pl. 2. |
Προκείμενον. Ἦχος αʹ. Ψαλμὸς 32. |
Prokeimenon. Mode 1. |
Προκείμενον. Ἦχος βʹ. Ψαλμὸς 117. |
Prokeimenon. Mode 2. |
Προκείμενον. Ἦχος γʹ. Ψαλμὸς 46. |
Prokeimenon. Mode 3. |
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103. |
Prokeimenon. Mode 4. |
Προκείμενον. Ἦχος πλ. αʹ. Ψαλμὸς 11. |
Prokeimenon. Mode pl. 1. |
Προκείμενον. Ἦχος πλ. βʹ. Ψαλμὸς 27. |
Prokeimenon. Mode pl. 2. |
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 28. |
Prokeimenon. Grave Mode. |
Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 75. |
Prokeimenon. Mode pl. 4. |
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. |
|
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. |
Verse: |
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ καὶ ἐλπιεῖ ἐπʼ αὐτόν. |
|
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ. |
Verse: |
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
|
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: |
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. |
|
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. |
Verse: |
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, |
|
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. |
Verse: |
Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι. |
|
Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. |
Verse: |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
|
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. |
Verse: |
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. |
|
Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. |
Verse: |
Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. |
|
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. |
Verse: |
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. |
|
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. |
Verse: |
Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς. |
|
Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. |
Verse: |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. |
|
Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου. |
Verse: |
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. |
|
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. |
Verse: |
Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. |
|
Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. |
Verse: |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. |
Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πρόσχωμεν. |
Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοὶ τῷ ἀναγνόντι. |
Peace to you. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
(Ψάλλεται Ἀλληλούϊα τρίς. Οἱ στίχοι εὑρίσκονται εἰς τὸ Liturgy - Variable Parts τῆς ἡμέρας.) |
(Alleluia is sung thrice. Verses may be found in the Liturgy - Variable Parts of the day.) |
Τὸ Θεῖον Εὐαγγέλιον |
The Holy Gospel |
ΕΥΧΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
|
bookmark |
bookmark |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη πᾶσι. |
Peace to all. |
ΧΟΡΟΣ |
CHOIR |
Καὶ τῷ πνεύματί σου. |
And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
ΙΕΡΕΥΣ |
PRIEST |
Πρόσχωμεν. |
Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοὶ τῷ εὐαγγελιζομένῳ. |
Peace be to you who proclaim the Gospel. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
(Παραλείπονται ἡ ἐκτενής, ἡ δέησις ὑπἐρ τῶν κατηχουμένων, καὶ ἡ αʹ εὐχὴ τῶν πιστῶν.) |
(The litanies of Supplication and for the Catechumens and the First Prayer of the Faithful have been omitted.) |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ Bʹ |
|
Πάλιν καὶ πολλάκις σοι προσπίπτομεν καί σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς, δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων, καί τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Η ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ |
|
bookmark |
bookmark |
Τὸ Χερουβικόν. |
|
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν. Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
ΕΥΧΗ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ |
|
Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλʼ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καί τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καί τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος, καὶ βασιλεύς τοῦ Ἰσραήλ, ὁ Μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον, ἐπίβλεψον ἐπʼ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλʼ ἀξίωσον προσενεχθῆναί σοι ὑπʼ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
|
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν. * Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. (3) |
* (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πάντων ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν. |
|
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful and sinless, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Pardon and forgiveness of our sins and offences, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Η ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ |
|
Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρα τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθόν ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν. |
|
ΧΟΡΟΣ |
CHOIR |
Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον. |
|
Ἤ, ἐν συλλειτούργῳ, τὸ ἑξῆς· |
Or, for concelebrations: |
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου. |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν. |
|
bookmark |
bookmark |
ΛΑΟΣ |
PEOPLE |
Σύμβολον τῆς Πίστεως |
|
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διʼ οὗ τὰ πάντα ἐγένετο. Τὸν διʼ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης, κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. |
I believe in one God, * Father, Almighty,* Maker of heaven and earth,* and of all things visible and invisible. And in one Lord, Jesus Christ,* the only-begotten Son of God, * begotten from the Father * before all ages, * Light from Light, * true God from true God, * begotten * not made, * consubstantial with the Father,* through him all things were made. * For our sake and for our salvation * he came down from heaven, * and was incarnate from the Holy Spirit * and the Virgin Mary * and became man. * He was crucified also for us under Pontius Pilate,* and suffered and was buried; * he rose again on the third day, * in accordance with the Scriptures, * and ascended into heaven * and is seated at the right hand of the Father. * He is coming again in glory * to judge the living and the dead, * and his kingdom will have no end. And in the Holy Spirit, * the Lord, * the Giver of life, * who proceeds from the Father, * who together with Father and Son is worshipped * and together glorified; * who spoke through the Prophets. * In one, Holy, * Catholic and Apostolic Church. * I confess one Baptism * for the forgiveness of sins. * I await the resurrection of the dead * and the life of the age to come. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν. |
|
ΧΟΡΟΣ |
CHOIR |
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως. |
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν. |
|
ΧΟΡΟΣ |
CHOIR |
Καὶ μετά τοῦ πνεύματός σου. |
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἄνω σχῶμεν τὰς καρδίας. |
|
ΧΟΡΟΣ |
CHOIR |
Ἔχομεν πρὸς τὸν Κύριον. |
|
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐχαριστήσωμεν τῷ Κυρίῳ. |
|
ΧΟΡΟΣ |
CHOIR |
Ἄξιον καὶ δίκαιον. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν, σὺ καὶ ὁ μονογενής σου Υἱός, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς το εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες, καὶ τὴν βασιλείαν σου, ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι, καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ὑπὲρ πάντων, ὧν ἴσμεν, καὶ ὥν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἥν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι καταξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες Ἀρχαγγέλων καὶ μυριάδες Ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα· |
|
ΧΟΡΟΣ |
CHOIR |
Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννά, ὁ ἐν τοῖς ὑψίστοις. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου. Ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλʼ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτί, ᾖ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμά μου, το τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανούς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας, |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν, κατὰ πάντα καὶ διὰ πάντα. |
|
ΧΟΡΟΣ |
CHOIR |
Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα, καὶ ἱκετεύομεν. Κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Εὐλόγησον, Δέσποτα, τὸν ἅγιον Ἄρτον. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Ἀμήν. |
Amen. |
Εὐλόγησον, Δέσποτα, τὸ ἅγιον ποτήριον. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ, τίμιον Αἷμα τοῦ Χριστοῦ σου. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Ἀμήν. |
Amen. |
Εὐλόγησον, Δέσποτα, ἀμφότερα τὰ ἅγια. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ. |
|
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Ἀμήν. Ἀμήν. Ἀμήν. |
Amen, Amen, Amen. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς Βασιλίας οὐρανῶν πλήρωμα, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. |
|
ΧΟΡΟΣ |
CHOIR |
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· (του ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπʼ ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου [ὧδε λέγονται τὰ ὀνόματα τῶν κεκοιμημένων] καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος): ὂν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας. |
our Archbishop (name): |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν. |
|
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Μνήσθητι, Κύριε, τῆς πόλεως ταύτης, ἐν ᾗ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. |
|
ΧΟΡΟΣ |
CHOIR |
Καὶ μετὰ τοῦ πνεύματός σου. |
|
Ἐκτενὴ πρὸ τῆς Κυριακῆς Προσευχῆς |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
|
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν. |
|
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν. |
|
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
|
|
|
Δείξε Αἰτήσεις |
Show Petitions |
__________ |
__________ |
(Αἱ δεήσεις αὗται οὐχ ὑπῆρχον ἐξ ἀρχῆς εἰς τὸ σημεῖον τοῦτο· παρεισήχθησαν δὲ πιθανώτατα κατʼ ἐπίδρασιν τῆς Θ. Λειτουργίας τῶν Προηγιασμένων.) |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful and sinless, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Pardon and forgiveness of our sins and offences, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
__________ |
__________ |
Κρύψε Αἰτήσεις |
Hide Petitions |
|
|
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
|
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν, καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς Βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν. |
|
bookmark |
bookmark |
ΛΑΟΣ |
PEOPLE |
Ἡ Κυριακὴ Προσευχή |
The Lord’s Prayer |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών· Αὐτὸς Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπί τοὺς ὑποκεκλικότας τὰς ἑαυτῶν κεφαλάς. Οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοί, τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καί τοῦ τιμίου Αἵματος καὶ διʼ ἡμῶν παντὶ τῷ λαῷ. |
|
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τὰ ἅγια τοῖς ἁγίοις. |
|
ΧΟΡΟΣ |
CHOIR |
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
|
Δείξε εὐχάς. |
Show Pre-Communion Prayers |
ΛΑΟΣ |
PEOPLE |
ΕΥΧΑΙ ΠΡΟ ΤΗΣ ΘΕΙΑΣ ΚΟΙΝΩΝΙΑΣ |
PRAYERS BEFORE HOLY COMMUNION |
|
The selection and text of the following prayers may be different from what is used in your parish. |
Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν. |
|
Ἰδοὺ βαδίζω πρὸς θείαν κοινωνίαν· * πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ· * πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον· * ἀλλʼ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος. |
|
Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλʼ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
Receive me, today, O Son of God, as a partaker of Your mystical Supper. I will not reveal Your mystery to Your enemies, nor will I give You a kiss, as did Judas. But like the Robber I confess to You. Remember me, O Lord, when You come in Your kingdom. |
Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε, βλέπων· * ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων· * Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει· * θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως. |
|
Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, ἀγαθέ, παρουσίας σου. |
You have enraptured me, O Christ, * with Your longing and transformed me with love divine. * I pray, completely consume * with immaterial fire all my sins. * And count me worthy to be filled * fully with the delight in You, * that I may magnify * both Your Comings, O good Master, exultantly. |
Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος. |
How shall I enter into the splendor of Your saints since I am unworthy? For if I dare to enter the wedding hall along with them, my garment will betray me, for it is not fit for the wedding; and then I shall be bound and cast out by the Angels. I pray You to wash away the stains on my soul, and save me, O benevolent Lord. |
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλʼ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου. |
|
Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλʼ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
Receive me, today, O Son of God, as a partaker of Your mystical Supper. I will not reveal Your mystery to Your enemies, nor will I give You a kiss, as did Judas. But like the Robber I confess to You. Remember me, O Lord, when You come in Your kingdom. |
Κρύψε εὐχάς. |
Hide Pre-Communion Prayers |
ΧΟΡΟΣ |
CHOIR |
Κοινωνικόν: Αἰνεῖτε τὸν Κύριον… |
Communion Hymn: |
Κοινωνικόν: Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ… |
Communion Hymn: |
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον… |
Communion Hymn: |
Κοινωνικόν: Ποτήριον σωτηρίου… |
Communion Hymn: |
Κοινωνικόν: Εἰς πᾶσαν τὴν γῆν… |
Communion Hymn: |
Κοινωνικόν: Σωτηρίαν εἰργάσω… |
Communion Hymn: |
Κοινωνικόν: Ἀγαλλιᾶσθε, δίκαιοι… |
Communion Hymn: |
Κοινωνικόν: Ποτήριον σωτηρίου… |
Communion Hymn: |
Δείξε Ἐκλογήν. |
Show Selected Verses. |
Ἐκλογὴ εἰς τὴν Ἑορτὴν τῆς Θεοτόκου |
Selected Psalm Verses for the Feast of the Theotokos |
Ψαλμὸς 44 |
|
1. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. (44:2) |
1. |
2. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. (44:2) |
2. |
3. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. (44:2) |
3. |
4. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. (44:3) |
4. |
5. Ἐξεχύθη χάρις ἐν χείλεσί σου. (44:3) |
5. |
6. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. (44:3) |
6. |
7. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. (44:4) |
7. |
8. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. (44:4) |
8. |
9. Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε. (44:5) |
9. |
10. Ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης. (44:5) |
10. |
11. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου. (44:8) |
11. |
12. Ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. (44:8) |
12. |
13. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. (44:10) |
13. |
14. Περιβεβλημένη, πεποικιλμένη. (44:10) |
14. |
15. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου. (44:11) |
15. |
16. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· (44:11) |
16. |
17. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. (44:13) |
17. |
18. Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (44:18) |
18. |
Κρύψε Ἐκλογήν. |
Hide Selected Verses. |
Κοινωνικόν: Αἰνεῖτε τὸν Κύριον… |
Communion Hymn: |
Κοινωνικόν: Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ… |
Communion Hymn: |
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον… |
Communion Hymn: |
Κοινωνικόν: Ποτήριον σωτηρίου… |
Communion Hymn: |
Κοινωνικόν: Εἰς πᾶσαν τὴν γῆν… |
Communion Hymn: |
Κοινωνικόν: Σωτηρίαν εἰργάσω… |
Communion Hymn: |
Κοινωνικόν: Ἀγαλλιᾶσθε, δίκαιοι… |
Communion Hymn: |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε. |
|
Καὶ γίνεται ἡ μετάληψις τοῦ Λαοῦ. Λαμβάνει ὁ Ἱερεὺς ἀπὸ τῶν τοῦ Διακόνου χειρῶν τὸ ἅγιον Ποτήριον καὶ μεταδίδωσιν αὐτοῖς λέγων· Μεταδίδοταί σοι τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν. |
|
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. |
|
ΧΟΡΟΣ |
CHOIR |
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἀντὶ τό· Εἴδομεν τὸ φῶς. |
Instead of “We have seen.” |
Ἦχος αʹ. |
Mode 1. |
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατʼ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. |
In essence being God, most-compassionate Master, * You assumed human nature without transmutation. * Fulfilling the Law, of Your own will * You accepted circumcision in the flesh, * to bring an end to the shadow, and to remove the passions that cover us. * Glory to Your benevolence, O Lord; * glory to Your compassion; * glory to Your inexpressible condescension, O Word. |
Ἀντὶ τό· Εἴδομεν τὸ φῶς. |
Instead of “We have seen.” |
Ἦχος αʹ. |
Mode 1. |
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. |
As You were baptized in the Jordan, O Lord, then the worship of the Trinity became manifest, for the voice of the Father bore witness to You, naming You the Beloved Son; and the Spirit, in the form of a dove, confirmed the certainty of the word. O Christ God, who appeared and illumined the world, glory to You. |
Ἀντὶ τό· Εἴδομεν τὸ φῶς. |
Instead of “We have seen.” |
Ἦχος βαρύς. |
Grave Mode. |
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. |
You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. |
Ἀντὶ τό· Εἴδομεν τὸ φῶς. |
Instead of “We have seen.” |
Ἦχος αʹ. |
Mode 1. |
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. |
Ἀντὶ τό· Εἴδομεν τὸ φῶς. |
Instead of “We have seen.” |
Ἦχος δʹ. |
Mode 4. |
Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι. |
Your nativity, O Christ our God, has caused the light of knowledge to rise upon the world. For therein the worshippers of the stars were by a star instructed to worship You, the Sun of Righteousness, and to know You as Orient from on high. Glory to You, O Lord. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for this has saved us. |
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως) |
DEACON (in a low voice) |
Ὕψωσον, Δέσποτα. |
|
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Ὑψώθητι ἐπί τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. (3) |
(3) |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν. |
Blessed is our God. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Always, now and for ever, and to the ages of ages. Amen. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΕΥΧΑΡΙΣΤΙΑ ΚΑΙ ΑΠΟΛΥΣΙΣ |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ. |
|
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
|
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
ΕΥΧΗ ΜΕΤΑ ΤΟ ΜΕΤΑΛΑΒΕΙΝ ΠΑΝΤΑΣ |
|
Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον πάντας ἡμᾶς ἐν τῷ φόβῳ σου, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων σου. |
|
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΠΟΛΥΣΙΣ |
|
ΙΕΡΕΥΣ: Ἐν εἰρήνῃ προέλθωμεν. |
PRIEST: |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
ΕΥΧΗ ΟΠΙΣΘΑΜΒΩΝΟΣ |
|
Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (3) |
Blessed be the name of the Lord, from this time forth and to the ages. (3) |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Τὸ πλήρωμα τοῦ Νόμου καί τῶν Προφητῶν, αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
|
bookmark |
bookmark |
__________ |
__________ |
ΤΟ ΜΝΗΜΟΣΥΝΟΝ |
|
|
|
|
Δείξε Μνημόσυνον |
Show Memorial Service |
|
|
|
ΧΟΡΟΣ |
CHOIR |
Νεκρώσιμα Εὐλογητάρια. |
Evlogetaria for the Dead |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
|
Τῶν ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με. |
|
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
|
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθʼ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι. |
|
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
|
Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, παραδείσου πάλιν ποιῶν πολίτην με. |
|
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
|
Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν παραδείσῳ, ὅπου χοροὶ τῶν ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τοὺς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα. |
|
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα. Φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον. |
|
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, διʼ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν παράδεισον, Θεοτόκε ἁγνὴ εὐλογημένη. |
|
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. |
|
Κοντάκιον. Ἦχος πλ. δʹ. |
Kontakion. Mode pl. 4. |
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. |
|
Ἦχος δʹ. |
Mode 4. |
Μετὰ πνευμάτων δικαίων, τετελειωμένων, τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοὶ φιλάνθρωπε. |
|
Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος. |
We pray You let the souls of Your servants repose in Your place of rest, where all Your saints repose, O Lord, for You alone are immortal. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ, ἀνάπαυσον. |
|
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὰς ψυχὰς τῶν δούλων σου. |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (τοῦδε), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Also we pray for the repose of the soul of the servant of God, N., who has fallen asleep, and that he/she may be pardoned every offence, both voluntary and involuntary. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα. |
May the Lord God place their souls where the righteous repose. Let us ask for the mercies of God, the kingdom of Heaven, and the forgiveness of their sins from Christ our immortal king and God. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (τοῦδε) ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρʼ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. |
|
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. |
|
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν. (3) |
(3) |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος γʹ. |
Mode 3. |
Αἰωνία ἡ μνήμη· αἰωνία ἡ μνήμη· αἰωνία αὐτοῦ ἡ μνήμη. (3) |
Everlasting be his memory. Everlasting be his memory. Everlasting be his memory. (3) |
__________ |
__________ |
Κρύψε Μνημόσυνον |
Hide Memorial Service |
|
|
|
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφʼ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for humankind, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to you, our God, glory to you. |
καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May and rose from the dead, Christ our true God, through the intercessions of His all-immaculate and all-blameless holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-immaculate and all-blameless holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
ΧΟΡΟΣ |
CHOIR |
Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη. |
Preserve him who blesses and sanctifies us, O Lord; preserve him for many years. |
ΙΕΡΕΥΣ |
PRIEST |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |