Link to Vesperal Prayers

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Τριῴδιον

Triodion

Τῇ Τρίτῃ Δʹ Ἑβδομάδος εἰς τὸν Ἑσπερινόν.

On Tuesday of the Fourth Week at Vespers

Μηναῖον - Τῌ ΙΗʹ ΜΑΡΤΙΟΥ

Menaion - March 18

Μνήμη τοῦ Ἁγίου Κυρίλλου Ἱεροσολύμων

Memory of St. Cyril of Jerusalem

__________

__________

   

   

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God, always, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Προοιμιακοῦ Ψαλμοῦ.

Stand for the reading of the Introductory Psalm.

Ἀπαγγελλομένου ἐπίσης τοῦ Προοιμιακοῦ, ὁ Ιερεὺς ἵσταται ἀσκεπὴς ἐνώπιον τῆς ἁγίας Τραπέζης ἢ καὶ ἐνώπιον τῆς εἰκόνος τοῦ Σωτῆρος Χριστοῦ, ἱστάμενος ἐπὶ τοῦ Σολέα (ὡς ἐν τῷ Ὄρθρῳ), καὶ ἀναγινώσκει μυστικῶς τὰς Εὐχὰς τοῦ Λυχνικοῦ·

While the Introductory Psalm 103 (104) is being read, the Priest with head uncovered stands in front of the Holy Table, or in front of the Icon of Christ on the solea, as at Matins, and quietly recites the Prayers at the Lighting of the Lamps.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΡΓʹ (103).

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Alleluia, Alleluia, Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

ΤΑ ΕΙΡΗΝΙΚΑ

THE PEACE LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from on high and for the salvation of our souls, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν, καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, and all those in public service, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας Κωνσταντινουπόλεως, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἁγίας Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

18.

18.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To you, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Δείξε Στιχολογίαν

Show Stichologia

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Στιχηρὰ τοῦ Τριῳδίου.

Stichera from the Triodion.

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Mode pl. 2. When the saints deposited.

Ὅλην ἀποθέμενοι.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Μέσον γῆς ὑπέμεινας, Σταυρὸν καὶ Πάθος οἰκτίρμον, πᾶσι τὴν ἀπάθειαν, καὶ τὴν ἀπολύτρωσιν παρεχόμενος, μεσασμῷ σήμερον, Νηστειῶν ἅπαντες· διὰ τοῦτο εἰς προσκύνησιν, αὐτὸν προτίθεμεν, καὶ περιχαρῶς ἀσπαζόμεθα, ἰδεῖν σου τὰ Παθήματα, καὶ τὴν ζωηφόρον Ἀνάστασιν, ἐκλελαμπρυσμένοι, ταῖς θείαις ἀρεταῖς Λόγε Θεοῦ, ἀναδειχθείημεν ἅπαντες, μόνε πολυέλεε.

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Mode pl. 2. When the saints deposited.

Ὅλην ἀποθέμενοι.

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Νεκρὸς ἐχρημάτισας, ἐπὶ σταυροῦ ἡπλωμένος, καὶ λόγχῃ νυττόμενος, καὶ χολὴν Μακρόθυμε ποτιζόμενος, ὁ Μεῤῥᾶς ὕδατα, ἐν χειρὶ Δέσποτα, Μωϋσέως εἰς γλυκύτητα, μεταβαλόμενος· ὅθεν δυσωπῶ σε καὶ δέομαι. Τὰ πάθη τὰ πικρότατα, ἐκ τῆς διανοίας μου ἔκτιλον, καὶ τῆς μετανοίας, τῷ μέλιτι γλυκάνας μου τὸν νοῦν, προσκυνητήν με ἀνάδειξον, τοῦ τιμίου Πάθους σου.

Ἦχος αʹ. Ὁ πάλαι τῷ Μωσεῖ.

Mode 1.

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὃν πάλαι Μωϋσῆς προτυπώσας, ἐν ταῖς παλάμαις αὐτοῦ, κατετροποῦτο τὸν Ἀμαλήκ, μέγαν Σταυρόν, σήμερον ἐπʼ ὄψει ἡμῶν βλέποντες, λαοὶ προτεθέντα, φρικτῶς ψαύσωμεν ἐν ἁγνότητι νοῦ τε καὶ χειλέων· ἐν αὐτῷ γὰρ Χριστὸς ὑψώθη, ἀπονεκρώσας τὸν θάνατον, καὶ τῆς τοιαύτης χάριτος, ἅπαντες καταξιούμενοι, ἐν ᾠδαῖς θεοπνεύστοις, τοῦ παντὸς τὸν Σωτῆρα ὑμνολογοῦντες, προσευξώμεθα προφθάσαι, καὶ αὐτὴν τὴν σωτήριον Ἀνάστασιν.

Ἕτερον.

Another.

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Ἦχος δʹ. Ἔδωκας σημείωσιν.

Mode 4. You have given.

Ἔδωκας σημείωσιν.

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Δεῦτε προσκυνήσωμεν, τὸ τῆς ζωῆς ἡμῶν πρόξενον, πεφηνὸς ξύλον σήμερον, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὸν Σταυρόν, διʼ οὗ περ θάνατος ἐτρώθη, καὶ ἡ ἀνάστασις ἡμῖν, τοῖς ἑπταικόσιν ἐκαινουργήθη σαφῶς, τῷ ῥυσαμένῳ κράζοντες· Ὁ διʼ ἡμᾶς ἑκουσίως παθών, ἵνα σώσῃς τὰ σύμπαντα, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Κράτος ἀπροσμάχητον, Χριστιανοῖς ἡμῖν δέδοται, ὁ Σταυρός σου Σωτὴρ ἡμῶν, διʼ οὗ τὰ ἀλλόφυλα τῶν ἐθνῶν τροποῦνται, πλήθη καὶ εἰρήνη, τῆς Ἐκκλησίας σου Χριστέ, ἐπισκιάζει ὀρθοδοξούσης καλῶς, ὅν περ νῦν ἀσπαζόμεθα, καὶ σοὶ θερμῶς ἀνακράζομεν· Τῆς μερίδος ἀξίωσον, καὶ ἡμᾶς τῶν Ἁγίων σου.

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δάκρυσι καθάραντες, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ νηστείᾳ ἁγνίσαντες, δεῦτε προσκυνήσωμεν, τοῦ Σταυροῦ τὸ ξύλον, διʼ οὗ καταργοῦνται τὰ ψυχοφθόρα τῆς σαρκός, τῇ ἐγκρατείᾳ ἀνασκιρτήματα, τῷ σταυρωθέντι κράζοντες· Τῆς σῆς Σωτὴρ καταξίωσον, τριημέρου Ἐγέρσεως, προσκυνῆσαι τὴν ἔλλαμψιν.

Καὶ νῦν.

Both now.

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

   

   

bookmark

bookmark

(Εἴσοδος οὐ γίνεται.)

(No Entrance)

   

   

Ὁ λαὸς ἵσταται διὰ τὸ Φῶς Ἱλαρόν.

Stand for the hymn.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You.

bookmark

bookmark

Τὰ Ἀναγνώσματα

The Readings

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Έξ. 12:51

Ἐλάλησε Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ ἐκείνῃ, ᾗ ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, λέγων· ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς, Ἰσραήλ. Εἶπε δὲ Μωϋσῆς πρὸς τὸν λαόν· Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθετε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς Κύριος ἐντεῦθεν. Καὶ φυλάξασθε τὸν νόμον αὐτοῦ. Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεὸς εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά τῷ Κυρίῳ. Ἐὰν δὲ ἐρωτήσῃ σε μετὰ ταῦτα ὁ υἱός σου λέγων· Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ· Ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ τοῦ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. Καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ τῶν ὀφθαλμῶν σου, ὅτι οὕτως ἔφη Κύριος ὁ παντοκράτωρ. Ὅτι τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. Καὶ ἔσται πᾶς ὃς ἂν τέξῃ παιδίον ἄρσεν, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. Καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας οὐκ εἰσελεύσεται εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ πρὸς τὸν ἱερέα, ἕως πληρωθῶσιν αἱ ἡμέραι τῆς καθάρσεως. Καὶ μετὰ ταῦτα προσοίσει τῷ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς, ἢ Τρυγόνος, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ Μαρτυρίου πρὸς τὸν Ἱερέα· ἢ ἀντὶ τούτων, προσοίσει ἔναντι Κυρίου δύο νεοσσοὺς περιστερῶν, ἢ δύο τρυγόνας. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ Ἱερεύς· ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοι εἰσιν ἐκ πάντων τῶν υἱῶν Ἰσραήλ, καὶ εἴληφα αὐτούς, καὶ ἡγίασα αὐτούς ἐμοί, ἀντὶ τῶν πρωτοτόκων τῶν Αἰγυπτίων, ᾗ ἡμέρα ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ ἀνθρώπου ἕως κτήνους, εἶπεν ὁ Θεὸς ὁ ὕψιστος, ὁ ἅγιος Ἰσραήλ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ. Ϛʹ 1 – 12

Ἐγένετο τοῦ ἔτους, οὗ ἀπέθανεν Ὀζίας ὁ Βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Καὶ εἶπον. Ὢ τάλας ἐγώ! ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὤν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν Βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδού, ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπον· Ἰδού, ἐγώ εἰμι· ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύθητι, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Καὶ εἶπα· Ἕως πότε, Κύριε; καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ. ιθʹ 1

Ἰδοὺ Κύριος καθήσεται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ ταραχθήσεται τὸ πνεῦμα αὐτῶν ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας κυρίων σκληρῶν, τάδε λέγει Κύριος Σαβαώθ. Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται. Τάδε λέγει Κύριος· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τί βεβούλευται Κύριος Σαβαὼθ ἐπʼ Αἴγυπτον τῇ ἡμέρα ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες, ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς. Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν. κηʹ 10

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν Οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπʼ αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπʼ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφʼ ἧς σὺ καθεύδεις ἐπʼ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλʼ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιεζ. 43:27 – 44:4

Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδʼ 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ διʼ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπʼ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ. θʹ 1

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Έξ. γʹ 2

Εἰσῆλθε Μωσῆς εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ. Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου, ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου, καὶ ὁρᾷ, ὅτι ἡ βάτος καίεται πυρί, ἡ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, τί ὅτι οὐ κατακαίεται ἡ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τῆς βάτου, λέγων· Μωσῆ, Μωσῆ· Ὁ δὲ εἶπε· Τί ἐστι, Κύριε; Ὁ δὲ εἶπε· Μὴ ἐγγίσῃς ὧδε· λῦσον τὰ ὑποδήματα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγὼ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραάμ, καὶ Θεὸς Ἰσαάκ, καὶ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, τοῦ ἐν Αἰγύπτῳ. Καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν. Οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθήν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ. 8:22 – 30

Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι. Καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων. Πρὸ τοῦ ὂρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρʼ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην, ᾗ προσέχαιρε, καθʼ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καθολικῆς Αʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us attend. Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιωάν. 3:21 – 4:6

Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ᾿ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολήν. καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἔστι· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει. ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καθολικῆς Αʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us attend. Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιωάν. 4:11 – 16

Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ῾Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καθολικῆς Αʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us attend. Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιωάν. 4:20 – 5:5

Ἀγαπητοί, ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ;

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Βασιλειῶν Γʹ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γʹ Βασ. 8:22 – 23, 27 – 30

Ἔστη Σολομῶν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν ουρανόν, καὶ εἶπε· Κύριε ὁ Θεός Ἰσραήλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; Πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησιν μου, Κύριε ὁ Θεός, Ἰσραήλ, ἀκούειν τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου σήμερον πρὸς σέ, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον, ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας, ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου, Ἰσραήλ, ὅσα ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν τῷ οὐρανῷ, καὶ ποιήσεις, καὶ ἵλεως ἔσῃ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ. 61:10 – 62:5

Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γὰρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου, καὶ καλέσουσι τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό, καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Καὶ οὐκ ἔτι κληθήσῃ Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐκ ἔτι κληθήσεται, Ἔρημος· σοὶ γὰρ κληθήσεται, θέλημα ἐμόν, καὶ τῇ γῇ σου, Οἰκουμένη, ὅτι εὐδοκήσει Κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ. 60:1 – 16

Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπὶ ἔθνη, ἐπὶ σὲ δὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου, ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπʼ ὤμων ἀρθήσονται. Τότε ὄψει, καὶ χαρήσῃ καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν καὶ λαῶν. Καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ. Πάντες ἐκ Σαβᾶ ἥξουσι, φέροντες χρυσίον, καὶ λίβανον οἴσουσί σοι, καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, καὶ κριοὶ Ναβαιώθ ἥξουσί σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Τῖνες οἵ δε ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; Ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσεὶς ἐν πρώτοις ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον αὐτῶν μετʼ αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεός μου ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵ τινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιών, τοῦ Ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν σοι. Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἑσπέρας…

The evening…

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ΞΖʹ (67).

ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ Ὀνόματι αὐτοῦ.

Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ.

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν. θʹ, 8 – 17

Εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετʼ αὐτοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθʼ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθʼ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθʼ ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ, καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σάρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος, τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης, ὅσα ἐστὶ μεθʼ ὑμῶν, εἰς γενεάς αἰωνίους. Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. Καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκης αἰωνίου, ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ΞΗʹ (68).

Ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.

Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ. ΙΒʹ, 8 – 22

Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ τιμὴν ἑαυτῷ περιτιθείς, καὶ προσδεόμενος ἄρτου. Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν, ἀνελεήμονα. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν, ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν. Ἐπιθυμίαι ἀσεβῶν, κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν, ἐν ὀχυρώμασι. Διʼ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐξολισθαίνει δὲ ἐξ αὐτῶν δίκαιος. Ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς. Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός. Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ, ἀτιμίαν πανοῦργος. Ἐπιδεικνυμένην πίστιν ἀναγγελεῖ δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων, δόλιος. Εἰσίν, οἳ λέγοντες, τιτρώσκουσιν μαχαίρᾳ· γλῶσσαι δὲ σοφῶν ἰῶνται. Χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν· μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. Δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην, εὐφρανθήσονται, οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστει, δεκτὸς παρʼ αὐτῷ.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι.

Peace be with you.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Βασιλειῶν Γʹ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γʹ Βασ. 17, 1 – 24

Ἐγένετο λόγος Κυρίου πρὸς Ἠλιοὺ τὸν Προφήτην, καὶ εἶπε πρὸς Ἀχαάβ· Ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, εἰ μὴ διὰ στόματός μου. Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού, λέγον· Πορεύου ἐντεῦθεν κατʼ ἀνατολάς, καὶ κρύβηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥάθ, τῷ ἐπὶ προσώπου Ἰορδάνου, καὶ ἔσται ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ. Καὶ ἐπορεύθη, καὶ ἐκάθισεν ἐν τῷ χειμάῤῥῳ Χοῤῥάθ, ἐπὶ πρόσωπον τοῦ Ἰορδάνου, καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ, καὶ κρέας τὸ δείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ. Καὶ ἐγένετο μεθʼ ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαῤῥος, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού, λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ καθίσῃ ἐκεῖ, καὶ ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. Καὶ ἀνέστη, καὶ ἐπορεύθη εἰς Σαρεφθά, εἰς τὸν πυλῶνα τῆς πόλεως. Καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα, καὶ ἐβόησεν Ἠλιοὺ ὀπίσω αὐτῆς, καὶ εἶπεν αὐτῇ· Λάβε δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Καὶ ἐπορεύθη λαβεῖν. Καὶ ἐβόησεν Ἠλιοὺ ὀπίσω αὐτῆς, καὶ εἶπε· Λήψῃ δή μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνή· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλʼ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. Καὶ εἶπεν Ἠλιοὺ πρὸς αὐτήν· θάρσει, εἴσελθε, καὶ ποίησον κατὰ τὸ ῥῆμά σου, ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρόν ἐν πρώτοις, καὶ ἐξοίσεις μοι, σεαυτῇ δὴ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπʼ ἐσχάτων, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν Θεὸν ὑετὸν ἐπὶ προσώπου πάσης τῆς γῆς. Καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε κατὰ τὸ ῥῆμα Ἠλιού, καὶ ἤσθιεν αὐτὸς καὶ αὐτή, καὶ τὰ τέκνα αὐτῆς. Καὶ ἀπὸ τῆς ἡμέρας ταύτης ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήθη, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἠῤῥώστησεν ὁ υἱὸς τῆς γυναικός, τῆς κυρίας τοῦ οἴκου, καὶ ἡ ἀῤῥωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού· τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου; Καὶ εἶπεν Ἠλιοὺ πρὸς αὐτήν· Δός μοι τὸν υἱόν σου. Καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς, καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ. Καὶ ἀνεβόησεν Ἠλιού, καὶ εἶπεν· Οἴμοι! Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθʼ ἧς ἐγὼ κατοικῶ μετʼ αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίς, καὶ ἐπεκαλέσατο τὸν Κύριον, καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτό. Καὶ ἐγένετο οὕτω, καὶ ἀνεβόησε, καὶ ἤκουσε Κύριος ἐν φωνῇ Ἠλιού, καὶ ἐπεστράφη ἡ ψυχὴ τοῦ παιδαρίου πρὸς ἔγκατον αὐτοῦ, καὶ ἔζησε. Καὶ ἔλαβεν Ἠλίας τὸ παιδάριον, καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον, καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ, καὶ εἶπεν Ἠλιού· Βλέπε, ζῇ ὁ υἱός σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού. Ἰδοὺ τοῦτο ἔγνωκα, ὅτι σὺ ἄνθρωπος εἶ τοῦ Θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Βασιλειῶν Γʹ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γʹ Βασ. 18, 1, 17 – 46 καὶ 19, 1 – 16

Ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ τὸν Θεσβίτην ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγον· Πορεύθητι, καὶ ὄφθητι τῷ Ἀχαάβ, καὶ δώσω τὸν ὑετὸν ἐπὶ προσώπου τῆς γῆς. Καὶ ἐγένετο, ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλιού, καὶ εἶπε πρὸς αὐτόν· Σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ; Καὶ εἶπεν Ἠλιού· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραήλ, ἀλλʼ ἢ σύ, καὶ ὁ οἶκος τοῦ πατρός σου, ἐν τῷ καταλιμπάνειν ὑμᾶς Κύριον τὸν Θεὸν ἡμῶν, καὶ ἐπορεύθητε ὀπίσω τοῦ Βάαλ. Καὶ νῦν ἀπόστειλον, καὶ συνάθροισον πρός με πάντα, Ἰσραὴλ εἰς τὸ ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τοῦ Βάαλ, τετρακοσίους καὶ πεντήκοντα, καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους, ἐσθίοντας τράπεζαν Ἰεζάβελ. Καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραήλ, καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς τὸ ὄρος τὸ Καρμήλιον. Καὶ εἶπεν αὐτοῖς Ἠλιού· Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπʼ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Εἰ ἔστι Κύριος ὁ Θεός, πορεύεσθε ὀπίσω αὐτοῦ, εἰ δὲ ὁ Βάαλ αὐτός, πορεύεσθε ὀπίσω αὐτοῦ. Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ ἄλσους σφόδρα πολλοί. Δότωσαν οὖν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα, καὶ μελισάτωσαν, καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων, καὶ πῦρ μὴ ἐπιθέτωσαν. Καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ μὴ ἐπιθῶ. Καὶ βοᾶτε ἐν ὀνόματι τοῦ Θεοῦ ὑμῶν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου. Καὶ ἔσται ὁ Θεὸς ὃς ἂν ἀκούσῃ ἐν πυρί, οὗτος Θεός. Καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπε· καλὸν τὸ ῥῆμα, ὃ ἐλάλησας σήμερον. Καὶ εἶπεν Ἠλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης. Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα, καὶ ποιήσατε πρῶτοι, καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι Θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε. Καὶ ἔλαβον τὸν μόσχον, καὶ ἐποίησαν οὕτω, καὶ ἐπεκάλουν τὸ ὄνομα τοῦ Βάαλ ἐκ πρωΐας ἕως μεσημβρίας, λέγοντες· Ἐπάκουσον ἡμῶν, ὁ Βάαλ, ἐπάκουσον ἡμῶν, καὶ οὐκ ἦν φωνή, καὶ οὐκ ἦν ἀκρόασις, καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν. Καὶ ἐγένετο μεσημβρία, καὶ ἐμυκτήρισεν αὐτούς Ἠλιοὺ ὁ Θεσβίτης, καὶ εἶπεν· Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι ἀδολεσχία ἐστὶ τῷ Θεῷ ὑμῶν. Καὶ ἐγένετο, ὡς ὁ καιρὸς ἔστη τοῦ ἀναβῆναι τὴν θυσίαν, καὶ οὐκ ἦν, ἐλάλησεν Ἠλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων, λέγων· Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου. Καὶ εἶπεν Ἠλιοὺ πρός τὸν λαόν· Προσαγάγετε πρός με, καὶ προσήγαγε πρὸς αὐτὸν πᾶς ὁ λαός. Καὶ ἔλαβεν Ἠλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὡς ἐλάλησε πρὸς αὐτὸν Κύριος, λέγων· Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Καὶ ᾠκοδόμησε τοὺς λίθους, καὶ ἰάσατο τὸ θυσιαστήριον Κυρίου τὸ κατεσκαμμένον, καὶ ἐποίησε θαλαά, χωροῦσαν δύο μετρητὰς σπέρματος κύκλωθεν τοῦ θυσιαστηρίου. Καὶ ἐπέθηκε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα, καὶ ἐπέθηκεν εἰς τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον. Καὶ εἶπεν Ἠλιοὺ· Λάβετέ μοι δύο ὑδρίας ὕδατος, καὶ ἐπιχεέτωσαν ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπεν· Δευτερώσατε, καὶ ἐδευτέρωσαν. Τρισσεύσατε, καὶ ἐτρίσευσαν. Καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θαλαὰ ἔπλησεν ὕδατος, καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεός, Ἀβραάμ, καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπάκουσόν μου σήμερον ἐν πυρί. Καὶ γνώτωσαν ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, καὶ ἐγὼ δοῦλος σός, καὶ διὰ σὲ πεποίηκα ταῦτα πάντα, καὶ σὺ ἐπέστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω σου. Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας, καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλαᾷ, καὶ τοὺς λίθους, καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ. Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπεν· Ἀληθῶς Κύριος ὁ Θεός, αὐτὸς ἐστιν ὁ Θεός. Καὶ εἶπε Ἠλιοὺ πρὸς τὸν λαόν· Συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν. Καὶ συνέλαβον αὐτούς, καὶ κατήγαγεν αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσών, καὶ ἐκεῖ αὐτοὺς ἀπέκτεινε. Καὶ εἶπεν Ἠλιοὺ μετὰ ταῦτα τῷ Ἀχαάβ· Φωνὴ ποδῶν τοῦ ὑετοῦ· ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός. Καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον, καὶ ἔκυψεν ἐπὶ τὴν γῆν, καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀναμέσον τῶν γονάτων αὐτοῦ, καὶ ηὔξατο πρὸς Κύριον. Καὶ ὁ οὐρανὸς συνεσκότασεν ἐν νεφέλαις, καὶ πνεύματι, καὶ ἐγένετο ὑετός μέγας. Καὶ ἐπορεύετο Ἀχαὰβ ἕως Ἱεσράελ. Καὶ ἀνήγγειλεν Ἀχαὰβ Ἰεζάβελ τῇ γυναικὶ αὐτοῦ πάντα, ὅσα ἐποίησεν Ἠλιού, καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιού, καὶ εἶπεν· Αὔριον θύσομαι τὴν ψυχήν σου ὡς ἕνα ἐξ αὐτῶν. Καὶ ἤκουσεν Ἠλιοὺ καὶ ἐφοβήθη. Καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἔρχεται εἰς Βηρσαβεέ, γῆν Ἰούδα καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ. Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθε. Καὶ ἐκάθισεν ὑποκάτω ἀρκεύθου, καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ τὸ φυτόν, καὶ ἰδοὺ τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι φάγε καὶ πίε, ὅτι πολλη ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἐπέβλεψεν Ἠλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης, καὶ καμψάκης ὕδατος. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη. Καὶ ἐπέστρεψε ὁ Ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, φάγε καὶ πίε ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπορεύθη, ἐν τῇ ἰσχὺϊ τῆς βρώσεως ἐκείνης, τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ, καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον, καὶ κατέλυσεν ἐκεῖ. Καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτόν, καὶ εἶπε· Τί σὺ ἐνταῦθα; Καὶ εἶπεν Ἠλιού· Ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ἰσραήλ, τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Πορεύου καὶ ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς ὁδὸν ἐρήμου Δαμασκοῦ, καὶ χρίσεις τὸν Ἐλισαιὲ υἱὸν Σαφάτ, ἀντὶ σοῦ, εἰς προφήτην.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Βασιλειῶν Γʹ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γʹ Βασ. 19, 19 – 21 καὶ Δʼ Βασ. 2, 1, 6 – 14

Ἐγένετο ἡμέρα, καὶ εὑρίσκει Ἠλιοὺ τὸν Ἐλισαιὲ υἱὸν Σαφάτ. Καὶ αὐτὸς ἠροτρία ἐν βουσί. Καὶ ἀπῆλθεν Ἠλιοὺ ἐπʼ αὐτόν, καὶ ἐπέῤῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπʼ αὐτόν. Καὶ κατέλιπεν Ἐλισαιὲ τοὺς βόας καὶ ἔδραμεν ὀπίσω Ἠλιού, καὶ ἐλειτούργει αὐτῷ. Καὶ ἐγένετο, ἐν τῷ ἀνάγειν τὸν Κύριον Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἐλισαιὲ ἐν Γαλγάλοις. Καὶ εἶπεν Ἠλίας τῷ Ἐλισαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως τοῦ Ἰορδάνου. Καὶ εἶπεν Ἐλισαιέ· Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε. Καὶ ἐπορεύθησαν ἀμφότεροι· καὶ πεντήκοντα ἄνδρες ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἦλθον, καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν, ἀμφότεροι δὲ ἔστησαν ἐπὶ τὸν Ἰορδάνην. Καὶ ἔλαβεν Ἠλίας τὴν μηλωτὴν αὐτοῦ, καὶ εἵλησεν αὐτήν, καὶ ἐπάταξεν ἐν αὐτῇ τὰ ὕδατα, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθεν καὶ ἔνθεν, καὶ διέβησαν ἀμφότεροι διὰ ξηρᾶς. Καὶ ἐγένετο, ὡς διῆλθον, εἶπεν Ἠλίας τῷ Ἐλισαιέ· Αἴτησόν με τί ποιήσω σοι, πρὶν ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισαιέ· Γενηθήτω δὴ τὸ πνεῦμα τὸ ἐπὶ σοὶ δισσῶς ἐπʼ ἐμέ. Καὶ εἶπεν Ἠλίας, ἐσκλήρυνας τοῦ αἰτήσασθαι. Πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοι οὕτως, ἐὰν δὲ μή, ἴδῃς, οὐ μὴ γένηται. Καὶ ἐγένετο αὐτῶν πορευομένων καὶ λαλούντων, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρός, καὶ διεχώρισεν ἀναμέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισαιὲ ἑώρα, καὶ αὐτὸς ἐβόα· Πάτερ, Πάτερ, ἅρμα Ἰσραήλ, καὶ ἱππεὺς αὐτοῦ, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι, καὶ ἐκράτησεν Ἐλισαιὲ τοῦ ἱματίου αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὸ εἰς δύο. Καὶ ἀνείλετο τὴν μηλωτὴν Ἠλιοὺ Ἐλισαιέ, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ. Καὶ ἐπέστρεψεν Ἐλισαιὲ καὶ ἔστη ἐπὶ τὸ χεῖλος τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἐλισαιὲ τὴν μηλωτὴν Ἠλιού, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὰ ὕδατα καὶ οὐ διῃρέθη. Καὶ εἶπεν Ἐλισαιέ. Ποῦ δὴ ἐστιν ὁ Θεὸς Ἠλιοὺ Ἀπφώ; Καὶ οὕτως ἐπάταξε τὰ ὕδατα ἐκ δευτέρου, καὶ διῃρέθη τὰ ὕδατα καὶ διῆλθε διὰ ξηρᾶς.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σολ. εʹ 15. Ϛʹ 3

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σολ. γʹ 1 – 9

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπʼ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σολ. 4:7 – 15

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Έξ. κδʹ 12 – 18

Εἶπε Κύριος πρὸς Μωϋσῆν· Ἀνάβηθι πρός με εἰς τὸ ὄρος, καὶ στῆθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. Καὶ ἀναστὰς Μωϋσῆς, καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν ἐπὶ τὸ ὄρος τοῦ Θεοῦ. Καὶ τοῖς πρεσβυτέροις εἶπεν· Ἡσυχάσατε αὐτοῦ, ἕως ἂν ἐπιστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὤρ μεθʼ ὑμῶν, ἐὰν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς. Καὶ ἀνέβη Μωϋσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος, καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας, καὶ ἐκάλεσε Κύριος τὸν Μωϋσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. Τὸ εἶδος τῆς δόξης τοῦ Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, ἐναντίον τῶν υἱῶν Ἰσραήλ. Καὶ εἰσῆλθε Μωϋσῆς εἰς τὸ μέσον τῆς νεφέλης, καὶ ἀνέβη εἰς τὸ ὄρος, καὶ ἦν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Έξ. λγʹ 11 – 23 καὶ λδʹ 4 – 6, 8

Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον, καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν, ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυῆ νέος, οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωϋσῆς πρὸς Κύριον· ἰδοὺ σὺ μοι λέγεις. Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετʼ ἐμοῦ, σὺ δέ μοι εἶπας· Οἶδάς σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρʼ ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν, ἵνα γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐνώπιόν σου, καί, ἵνα γνῶ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. Καὶ λέγει αὐτῷ Κύριος· Ἐγὼ αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε. Καὶ εἶπε πρὸς αὐτόν· Εἰμὴ σὺ αὐτὸς συμπορεύῃ μεθʼ ἡμῶν, μὴ μὲ ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγώ τε καὶ ὁ λαός σου, ἀλλʼ ἢ συμπορευομένου σου μεθʼ ἡμῶν; καὶ ἐνδοξασθησόμεθα ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ Ἔθνη, ὅσα ἂν ἐπὶ τῆς γῆς ἐστιν. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας. Καὶ λέγει Μωϋσῆς· Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου, καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. Καὶ εἶπεν· Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται. Καὶ εἶπε Κύριος· Ἰδοὺ τόπος παρʼ ἐμοί, καὶ στῆθι ἐπὶ τῆς πέτρας. Ἡνίκα δʼ ἂν παρέλθῃ ἡ δόξα μου, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω, καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι. Καὶ ὀρθρίσας Μωϋσῆς τὸ πρωΐ, ἀνέβη εἰς τὸ ὄρος τὸ Σινᾶ, καθὰ συνέταξεν αὐτῷ Κύριος. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου, καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσε· Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινος. Καὶ σπεύσας Μωϋσῆς, κύψας ἐπὶ τὴν γῆν, προσεκύνησε τῷ Κυρίῳ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Βασιλειῶν Γʹ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γʹ Βασ. ιθʹ, 3 – 9, 11 – 13, 15 – 16

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἔρχεται Ἠλιοὺ εἰς Βηρσαβεέ, ἣ ἐστι τοῦ Ἰούδα, καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ. Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω ἀρκεύθου, καὶ ἐκοιμήθη, καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ τὸ φυτόν. Καὶ ἰδοὺ τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, φάγε, καὶ πίε. Καὶ ἐπέβλεψεν Ἠλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καμψάκης ὕδατος. Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη. Καὶ ἐπέστρεψεν ὁ Ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, καὶ φάγε, καὶ πίε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐπορεύθη ἐν τῇ ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἕως ὄρους Χωρήβ. Καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον, καὶ κατέλυσεν ἐκεῖ, καὶ ἰδοὺ ῥήμά Κυρίου πρὸς αὐτόν, καὶ εἶπεν αὐτῷ Κύριος· Ἐξελεύσῃ, καὶ στήσῃ ἐν τῷ ὄρει ἐνώπιον Κυρίου, καὶ ἰδοὺ Κύριος παρελεύσεται, καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη, καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος, καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῶ Κύριος, καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος, καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, καὶ ἐκεῖ Κύριος. Καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιού, ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ, καὶ ἐξῆλθε καὶ ἔστη παρὰ τὸ σπήλαιον. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Πορεύου, καὶ ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς ὁδὸν ἐρήμου Δαμασκοῦ, καὶ χρίσεις τὸν Ἐλισσαιὲ υἱὸν Σαφάτ, ἀντὶ σοῦ εἰς Προφήτην.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν. κηʹ 10

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν Οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπʼ αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπʼ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφʼ ἧς σὺ καθεύδεις ἐπʼ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλʼ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιεζ. 43:27 – 44:4

Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδʼ 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ διʼ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπʼ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ. θʹ 1

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ. 40, 1 καὶ ἐκλογή

Τάδε λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπʼ ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεός, Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ἀλλὰ ἀνοίξω ἐκ τῶν ὀρέων ποταμούς, καὶ ἐν μέσῳ πεδίων πηγάς. Ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε ὅτι ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. Καὶ ἐὰν διψήσωσι διʼ ἐρήμων, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βοήθησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Μαλαχίου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Μαλ. 3 καὶ 4, ἐκλογή.

Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ ἥξει εἰς τὸν ναόν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Καὶ προσελεύσεται πρὸς ἡμᾶς ἐν κρίσει, καὶ ἔσται μάρτυς ταχύς ἐπὶ τοὺς πονηρούς, καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματι αὐτοῦ ἐπὶ ψευδῆ, καὶ τοὺς μὴ φοβουμένους αὐτόν, λέγει Κύριος παντοκράτωρ. Διότι ἐγὼ Κύριος ὁ Θεός, ὑμῶν, καὶ οὐκ ἡλλοίωμαι καὶ ὑμεῖς υἱοί, Ἰακὼβ ἐξεκλίνατε νόμιμα, καὶ οὐκ ἐφυλάξατε. Διὰ τοῦτο ἐπιστρέψατε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ. Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος, ἐπιβλέπων ἀναμέσον δικαίου καὶ ἀναμέσον ἀνόμου, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ᾗ ἐγὼ ποιῶ εἰς περιποίησιν τῶν ἀγαπώντων με. Ἐπίγνωτε οὖν, καὶ μνήσθητε τοῦ νόμου Μωσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρήβ, πρὸς πάντα τὸν Ἰσραήλ, προστάγματα καὶ δικαιώματα. Καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, λέγει Κύριος παντοκράτωρ, ὁ Θεός Ἅγιος Ἰσραήλ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σολ. 4, ἐκλογή, καὶ 5, 17

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Κατακρινεῖ δίκαιος ἀποθανὼν τοὺς ζῶντας ἀσεβεῖς· ὄψονται γὰρ τελευτὴν δικαίου, καὶ οὐ μὴ συνήσουσι τί ἐβουλεύσαντο περὶ αὐτοῦ. Ὅτι ῥήξει Κύριος τοὺς ἀσεβεῖς ἀφώνους πρηνεῖς, καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. Ἐλεύσονται γὰρ ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν. Τότε στήσεται ἐν παῤῥησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν, καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ, ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας αὐτοῦ. Ἐροῦσι γὰρ ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν στενάξουσι καὶ ἐροῦσιν. Οὗτος ἦν, ὃν ἔσχομεν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες; Τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. Πῶς δὲ κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν. Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. Ἀνομίας ἐνεπλήσθημεν τρίβους καὶ ἀπωλείας, καὶ ὡδεύσαμεν τρίβους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ. 61:1 – 10a

Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Λευϊτικοῦ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Λευ. 26, 3 – 10 καὶ ἐκλογή

Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθʼ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφʼ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφʼ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σολ. 4:7 – 15

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν. κηʹ 10

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν Οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπʼ αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπʼ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφʼ ἧς σὺ καθεύδεις ἐπʼ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλʼ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιεζ. 43:27 – 44:4

Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδʼ 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ διʼ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπʼ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ. θʹ 1

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δευτερονομίου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δευτ. 1:8 – 11, 15 – 17

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μέτ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως καὶ εὐλογήσαι ἡμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ᾿ ὑμῶν, χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ἡμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ. 3:19 – 34

Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύει δρόσον. Υἱέ, μὴ παραῤῥυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή, καὶ χάρις ᾗ περὶ τῷ τραχήλῳ· ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου· ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἠδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, μὴ ἀγρευθῇς. Μὴ ἀπόσχου εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τὶ τέξεται ἡ ἐπιοῦσα. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μήτι εἰς σὲ ἐργάσητε κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζήλου τὰς ὁδούς αὐτῶν· ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδρεύει. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ. θʹ 1

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Έξ. 15, 22 – 27 καὶ 16, 1

Ἐξῆρε Μωϋσῆς τοὺς υἱούς, Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ ὥστε πιεῖν. Ἦλθον δὲ εἰς Μεῤῥάν, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία. Καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ Μωϋσῆ λέγοντες· Τί πιώμεθα; Ἐβόησε δὲ Μωϋσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ· ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείραζε καὶ εἶπεν· Ἐὰν ἀκοῇ ἀκούσῃ Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ τὰς ἐντολὰς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γὰρ εἰμι Κύριος ὁ ἰώμενός σε. Καὶ ἦλθον εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων, παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα. Ἀπῆραν δὲ ἐξ Αἰλείμ, καὶ ἦλθε πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σίν, ὃ ἐστιν, ἀναμέσον Αἰλείμ, καὶ ἀναμέσον Σινᾶ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παρ. 3, 11 – 18

Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἀγαπῶσιν αὐτήν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς μετʼ εἰρήνης· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπʼ αὐτήν, ὡς ἐπὶ Κύριον ἀσφαλής.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ. Κέφ. 60, 11 – 16

Τάδε λέγει Κύριος· Ἀνοιχθήσονται αἱ πύλαι σου Ἱερουσαλὴμ ἡμέρας καὶ νυκτὸς οὐ διὰ παντός, κλεισθήσονται, τοῦ εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινές σοι οὐ δουλεύσουσιν ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται. Καὶ ἡ δόξα του Λιβάνου πρὸς σὲ ἥξει, ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες οἱ υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν τοῦ Ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε καταλελειμμένην καὶ μεμισημένην, Καὶ οὐκ ἦν ὁ βοηθῶν σοι· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ὁ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ. μγʹ 9 – 14

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπʼ ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σολ. γʹ 1 – 9

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπʼ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σολ. εʹ 15. Ϛʹ 3

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καθολικῆς Αʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us attend. Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιωάν. 3:21 – 4:6

Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ᾿ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολήν. καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἔστι· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει. ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καθολικῆς Αʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us attend. Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιωάν. 4:11 – 16

Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ῾Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καθολικῆς Αʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Let us attend. Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιωάν. 4:20 – 5:5

Ἀγαπητοί, ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ;

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀριθμῶν τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Αρ. θʼ 15 – 23

Καὶ ἐγένετο τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλῃ τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί. Οὕτως ἐγίνετο διαπαντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Πάσας τὰς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ. Καὶ οὐ μὴ ἑξάρωσι. Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφʼ ἑσπέρας ἕως πρωὶ καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν ἡμέρας ἡ νυκτός. Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπʼ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ οὐ μὴ ἀπάρωσιν. Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Έξ. μʹ 15 – 32

Ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, νουμηνία ἐστάθη ἡ σκηνή. Καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας, καὶ διενέβαλε τοὺς μοχλούς, καὶ ἔστησε τοὺς στύλους. Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπʼ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν. Καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτόν, καὶ εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τὸ πρὸς Βοῤῥᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. Καὶ προσέθηκεν ἐπʼ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, καὶ ἐθυμίασεν ἐπʼ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς. Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. Καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπʼ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. Ἡνίκα δʼ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραηλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη. Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπʼ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιεζ. 43:27 – 44:4

Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδʼ 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ διʼ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπʼ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν. 14, 14 – 20

Ἀκούσας Ἄβραμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν, καὶ ἐπέπεσεν ἐπʼ αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μετʼ αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ ὁ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογόμορ καὶ τῶν βασιλέων τῶν μετʼ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Ευλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δευτερονομίου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δευτ. 1:8 – 11, 15 – 17

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μέτ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως καὶ εὐλογήσαι ἡμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ᾿ ὑμῶν, χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ἡμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δευτερονομίου τὸ ἀνάγνωσμα.

The reading is from

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δευτ. 10:14 – 18, 20 – 21

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ἡμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι. Ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων· ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐ δ᾽ οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ, καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κοληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

bookmark

bookmark

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς εὐχῆς.

Stand for the reading of prayer.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our evening prayer to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For a perfect, holy, peaceful, and sinless evening, let us ask the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Pardon and forgiveness of our sins and offences, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace to all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And to your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Lord our God, who bowed the heavens and came down for the salvation of the human race, look upon your servants and upon your inheritance, for to you, the fearful Judge who love mankind, your servants have bowed their heads and inclined their necks, not waiting for any human help, but awaiting your mercy and looking for your salvation. Guard them at every moment, during both the present evening and the approaching night, from every foe, from every hostile operation of the devil and from vain thoughts and evil desires.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed and glorified be the might of your Kingdom, of the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

bookmark

bookmark

Ἀπόστιχα. Τοῦ Τριῳδίου.

Aposticha. From the Triodion.

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Ἰδιόμελον. Ἦχος γʹ.

Idiomelon. Mode 3.

Νικῶν τὸν Τελώνην τοῖς παραπτώμασιν, οὐ ζηλῶ τῇ μετανοίᾳ, τοῦ δὲ Φαρισαίου μὴ κεκτημένος τὰ κατορθώματα, μιμοῦμαι τὴν οἴησιν. Ἀλλʼ ἡ τῆς σῆς ταπεινώσεως ὑπερβολή, Χριστὲ ὁ Θεός, τὴν δαιμονικὴν ὑψηλοφροσύνην ἐν τῷ Σταυρῷ καθελών, τοῦ μέν, τῆς προτέρας·πονηρίας, τοῦ δέ, τῆς ἐσχάτης ἀπονοίας, ἀλλοτρίωσόν με, τὴν ἑκατέρων χρηστὴν διάθεσιν, ἐν τῇ ψυχῇ μου βεβαιώσας, καὶ σῶσόν με.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Verse:

Νικῶν τὸν Τελώνην τοῖς παραπτώμασιν, οὐ ζηλῶ τῇ μετανοίᾳ, τοῦ δὲ Φαρισαίου μὴ κεκτημένος τὰ κατορθώματα, μιμοῦμαι τὴν οἴησιν. Ἀλλʼ ἡ τῆς σῆς ταπεινώσεως ὑπερβολή, Χριστὲ ὁ Θεός, τὴν δαιμονικὴν ὑψηλοφροσύνην ἐν τῷ Σταυρῷ καθελών, τοῦ μέν, τῆς προτέρας·πονηρίας, τοῦ δέ, τῆς ἐσχάτης ἀπονοίας, ἀλλοτρίωσόν με, τὴν ἑκατέρων χρηστὴν διάθεσιν, ἐν τῇ ψυχῇ μου βεβαιώσας, καὶ σῶσόν με.

Μαρτυρικόν.

For the Martyrs.

Ἦχος γʹ.

Mode 3.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Verse:

Προφῆται καὶ Ἀπόστολοι, Χριστοῦ καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Καὶ νῦν.

Both now.

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν.

Stand for the reading of prayers

ΙΕΡΕΥΣ

PRIEST

ᾨδὴν τοῦ Θεοδόχου Συμεών

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

bookmark

bookmark

bookmark

bookmark

bookmark

bookmark

ΛΑΟΣ

PEOPLE

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἀπολυτίκια. Ἦχος πλ. αʹ.

Apolytikia. Mode pl. 1.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

O Virgin Theotokos, rejoice, Mary full of grace. The Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb; for you have borne the Savior of our souls.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

O Baptist of Christ, be mindful of us all, that we may be delivered from our iniquities; for unto you was given the grace to intercede for us.

Δόξα.

Glory.

Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων, ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Entreat earnestly for us, O holy Apostles and all Saints, that we be delivered from peril and affliction; for you are our fervent advocates before the Savior.

Καὶ νῦν.

Both now.

Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας μὴ παρίδῃς ἐν περιστάσει, ἀλλʼ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

Beneath your tender compassion we take refuge, O Theotokos. Despise not our supplications in distress, but deliver us from all peril. You alone are pure; you alone are blessed.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed are You, Christ our God, always now and forever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Ἐπουράνιε βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον· τὴν πίστιν στήριξον· τὰ ἔθνη πράυνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν ἁγίαν μονὴν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

O heavenly King, uphold our rulers, strengthen the Faith, calm the nations, give peace to the world. Protect this holy Church (or, Monastery); grant our departed fathers and brethren that they may dwell with the righteous, and accept us in repentance and confession; for You are good and benevolent.

Καὶ ποιοῦμεν Μετανοίας τρεῖς μεγάλας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ ἀνὰ Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.

We now make three prostrations: i.e. we recite the Prayer of St. Ephrem (quietly or mentally), and with each verse we make a bow or prostration.

Ἄν καὶ συνηθίζεται ἡ εὐχὴ αὕτη νὰ λέγεται ἐκφώνως, ὅμως ἡ ὀρθὴ πράξις εἶναι νὰ λέγεται μυστικῶς καὶ νοερῶς ὑπὸ πάντων, κλήρου τε καὶ λαοῦ, ποιούντων τῶν μετανοιῶν κτλ.

While it has become customary for this prayer to be recited by someone aloud, nevertheless the indicated practice is that it be recited inaudibly and mentally by everyone, clergy and congregants alike, with the accompanying bows etc.

Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ

Prayer of St. Ephrem

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.

O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Instead, grant me, your servant, the spirit of prudence, humility, patience and love.

Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For you are blessed unto the ages of ages. Amen.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ Μετανοίας, λέγοντες καθʼ ἑκάστην, «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με». Εἶ αὖθις Μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.

Then we make the sign of the cross 12 times, each time saying, “God, be gracious to me a sinner and have mercy on me.” Then we repeat the third verse of the Prayer (quietly or mentally) and make a final bow or prostration.

Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For you are blessed unto the ages of ages. Amen.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

Παναγία Τριάς, τὸ Ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία, εὐδόκησον δὴ καὶ ἐπʼ ἐμοὶ τῷ ἁμαρτωλῷ· στήριξον, συνέτισον τὴν καρδίαν μου, καὶ πᾶσαν περίελέ μου τὴν βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διὰ παντὸς δοξάζω, ὑμνῶ, προσκυνῶ καὶ λέγω· Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

All-Holy Trinity, the consubstantial dominion, the indivisible rule, and cause of every good: be well pleased, even with regard to me a sinner. Strengthen my heart and grant it understanding, and take away all my defilement. Illumine my mind, so that I may ever glorify, praise, worship, and say: One is Holy, One is Lord, Jesus Christ, to the Glory of God the Father. Amen.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (3)

Blessed be the name of the Lord, from this time forth and to the ages. (3)

Ψαλμὸς ΛΓʹ (33).

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπʼ αὐτόν. Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτόν.

Ψαλμὸς ΡΜΔʹ (144).

Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς Κύριος τοῖς σύμπασι καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι, τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιμπλᾷς πᾶν ζῷον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to you, our God, glory to you.

καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May and rose from the dead, Christ our true God, through the intercessions of His all-immaculate and all-blameless holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He who rose from the dead, Christ our true God, through the intercessions of His all-immaculate and all-blameless holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.