|
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΛΑΙΟΥ |
THE SACRAMENT OF HOLY UNCTION |
|
|
|
Τό Εὐχολόγιον ἔχει ὡς ἔναρξιν «Εὐλογητὸς ὁ Θεὸς…» Βλέπε κατωτέρω ὅτι δύναται νά λέγεται «Εὐλογημένη ἡ βασιλεία», πρὸ τῆς Μεγάλης Συναπτῆς. |
The Eucholgion indicates that the service should begin with “Blessed is our God.” See below where “Blessed is the Kingdom…” may be inserted before the Great Litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God, always, now and for ever, and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀμήν. |
Amen. |
|
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀμήν. |
Amen. |
Κύριε, ἐλέησον. (ιβʹ) |
Lord, have mercy. (12) |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before Christ God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. |
Come, let us worship and bow down before Him, Christ our King and God. |
|
Ψαλμὸς ΡΜΒʹ (142). |
Psalm 142 (143). |
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. |
O Lord, hear my prayer; give ear to my supplication in Your truth; answer me in Your righteousness; do not enter into judgment with Your servant, for no one living shall become righteous in Your sight. For the enemy persecuted my soul; he humbled my life to the ground; he caused me to dwell in dark places as one long dead, and my spirit was in anguish within me; my heart was troubled within me. I remembered the days of old, and I meditated on all Your works; I meditated on the works of Your hands. I spread out my hands to You; my soul thirsts for You like a waterless land. Hear me speedily, O Lord; my spirit faints within me; turn not Your face from me, lest I become like those who go down into the pit. Cause me to hear Your mercy in the morning, for I hope in You; make me know, O Lord, the way wherein I should walk, for I lift up my soul to You. Deliver me from my enemies, O Lord, for to You I flee for refuge. Teach me to do Your will, for You are my God; Your good Spirit shall guide me in the land of uprightness. For Your name’s sake, O Lord, give me life; in Your righteousness You shall bring my soul out of affliction. In Your mercy You shall destroy my enemies; You shall utterly destroy all who afflict my soul, for I am Your servant. [SAAS] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
Στίχ. αʹ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. |
Verse 1: O Lord, do not reprove me in Your anger, nor discipline me in Your wrath. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
Στίχ. βʹ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. |
Verse 2: Have mercy on me, O Lord, for I am weak. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
|
Τροπάρια. |
Troparia. |
|
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς. |
Have mercy on us, Lord, have mercy on us; for we sinners, lacking all defence, offer you, as our Master, this supplication: have mercy on us. [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλʼ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. |
Lord, have mercy on us, for in you we have put our trust. Do not be very angry with us, nor remember our iniquities. But look on us now, as you are compassionate, and rescue us from our enemies. For you are our God, and we are your people; we are all the work of your hands, and we have called on your name. [Lash] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. |
Open the gate of compassion to us, blessed Mother of God; hoping in you, may we not fail. Through you may we be delivered from adversities, for you are the salvation of the Christian race. [Lash] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
ΧΟΡΟΣ |
CHOIR |
|
Ὁ Κανών, |
The Canon. |
|
Ἦχος δʹ. ᾨδὴ αʹ. Θαλάσσης τὸ ἐρυθραῖον. |
Mode 4. Ode i. The Red Sea was crossed. |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ἐλαίῳ, τῆς εὐσπλαγχνίας Δέσποτα, ὁ ἱλαρύνων ἀεί, ψυχὰς ὁμοῦ καὶ σώματα βροτῶν, καὶ φρουρῶν ἐν ἐλαίῳ πιστούς· αὐτὸς καὶ νῦν οἰκτείρησον, τοὺς διʼ ἐλαίου προσιόντας σοι. |
The Unction of Your compassion ever cheers the souls and bodies alike of us Your servants, Master, and with Oil You protect the believers all. So now to us who come to You through holy Unction be all-merciful. [SD] |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ὑπάρχει, σοῦ τοῦ ἐλέους Δέσποτα, πλήρης ἡ σύμπασα γῆ· ὅθεν ἐλαίῳ θείῳ μυστικῶς, οἱ χριόμενοι σήμερον, τὸν ὑπὲρ νοῦν σου ἔλεον, πιστῶς αἰτοῦμέν σε δοθῆναι ἡμῖν. |
O merciful Master, the entire earth is filled with mercy from You. Now therefore, we who mystically today are anointed with Oil divine with faith entreat that You will grant Your incomprehensible mercy to us. [SD] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Χρισμόν σου, τὸν ἱερόν, φιλάνθρωπε, ὁ ἀποστόλοις τοῖς σοῖς, ἐπʼ ἀσθενοῦσι δούλοις σου τελεῖν, συμπαθῶς ἐντειλάμενος, ταῖς διʼ αὐτῶν ἐντεύξεσι, πάντας σφραγῖδι σου ἐλέησον. |
O Lord, You commanded Your Apostles to anoint with holy Oil Your ailing servants sympathetically, O benevolent Savior Christ. So now have mercy on us all, at their entreaties, by Your seal on us. [SD] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Ἡ μόνη, τὸ τῆς εἰρήνης πέλαγος, Ἁγνή, πλουτήσασα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἀεί, νοσημάτων καὶ θλίψεων, τοὺς σοὺς οἰκέτας λύτρωσαι, ὅπως ἀπαύστως μεγαλύνωσί σε. |
O Pure one, you are the only one enriched with the deep ocean of peace. Now we entreat that you will ever free from all troubles and illnesses your servants, by your prayers to God, that we may magnify you ceaselessly. [SD] |
|
ᾨδὴ γʹ. Εὐφραίνεται ἐπὶ σοί. |
Ode iii. Your Church rejoices in You. |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Σὺ μόνος ὢν θαυμαστός, καὶ ἐν ἀνθρώποις τοῖς πιστοῖς ἵλεως, τοῖς ἀσθενοῦσι δεινῶς, δός, Χριστὲ τὴν χάριν σου ἄνωθεν. |
You only are wonderful and You have pity on believers all. Therefore, O Christ, give Your grace from on high to those who are grievously sick. [SD] |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ἐλαίας κάρφος ποτέ, πρὸς ἀνοχὴν κατακλυσμοῦ θείᾳ σου, δείξας ῥοπῇ, Κύριε, σῶσον ἐν ἐλέει τοὺς κάμνοντας. |
You once used an olive branch to indicate that You were ending the Flood, by Your divine command, O Lord. Mercifully save those who suffer now. [SD] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Λαμπάδι θείᾳ φωτός, ἐν τῷ ἐλέει σου, Χριστέ, φαίδρυνον, τοὺς ἐν τῇ χρίσει καὶ νῦν, πίστει τοῦ ἐλέους σου σπεύδοντας. |
With faith in Your mercy, Lord, for holy Unction we have earnestly come. With Your divine lamp of light in Your mercy brighten us, Christ our God. [SD] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Ἐπίβλεψον εὐμενῶς, Μήτηρ τοῦ πάντων Ποιητοῦ ἄνωθεν, καὶ τὴν πικρὰν κάκωσιν, λῦσον τοὺς νοσοῦντας πρεσβείαις σου. |
Look favorably from on high, all-holy Mother of the Maker of all, and by your prayers to your Son, end the bitter suffering of the sick. [SD] |
|
Κάθισμα. |
Kathisma. |
|
Ἦχος πλ. δʹ. Αὐλῶν ποιμενικῶν. |
Mode pl. 4. Celestial hosts appeared. |
|
Ὡς θεῖος ποταμός, τοῦ ἐλέους ὑπάρχων, ὡς ἄβυσσος πολλῆς, συμπαθείας οἰκτίρμον, δεῖξον τοῦ σοῦ ἐλέους τὰ θεῖα ῥεῖθρα, καὶ πάντας ἴασαι· βλῦσον τὰς τῶν θαυμάτων πηγὰς ἀφθόνως, καὶ πλῦνον ἅπαντας· σοὶ γὰρ ἀεὶ προστρέχοντες θερμῶς, τὴν χάριν ἐξαιτούμεθα. |
As You are a divine river of mercy, O Merciful Lord, and an ocean of great compassion, show us the divine streams of Your mercy, and cure us all. Pour out the springs of miracles abundantly, and cleanse us all. We always run to You with fervent faith and pray to receive Your grace. [SD] |
|
Δόξα. Καὶ νῦν. |
Glory. Both now. |
|
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. You who were lifted. |
|
Ὁ ἰατρὸς καὶ βοηθὸς τῶν ἐν πόνοις, ὁ λυτρωτής τε καὶ σωτὴρ τῶν ἐν νόσοις, αὐτὸς τῶν ὅλων Δέσποτα καὶ Κύριε, δώρησαι τὴν ἴασιν, τοῖς νοσοῦσί σου δούλοις, οἴκτειρον ἐλέησον, τοὺς πολλὰ ἐπταικότας, καὶ τῶν σφαλμάτων λύτρωσαι Χριστέ, ὅπως δοξάζωσι τὴν θείαν σου δύναμιν. |
As the Physician and Redeemer and Helper of those in pain and illness, and as their Savior, O Master of the universe and Lord of all, we pray: Cure Your servants who are sick with all kinds of diseases; pity them, be merciful, though they have stumbled often. Deliver them, O Christ, from their falls, that they may glorify Your divine power. [SD] |
|
ᾨδὴ δʹ. Ἐπαρθέντα σε ἰδοῦσα. |
Ode iv. When the Church beheld You. |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ἀδιάφθορον ὡς μύρον Σωτὴρ ὑπάρχων, τὸ κενωθὲν ἐν χάριτι, καὶ κόσμον καθαῖρον, οἴκτειρον, ἐλέησον τοὺς τῇ θείᾳ πίστει σου, μώλωπας σαρκὸς ἐπαλείφοντας. |
You, O Lord, are incorruptible ointment poured forth by grace, which oil purifies the world, O our Savior. Take pity, be merciful on those who with faith in You now anoint the bruises and wounds of the flesh. [SD] |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ἱλαρότητι σφραγῖδος τοῦ σου ἐλέους, νῦν τὰς αἰσθήσεις Δέσποτα, σφραγίσας σῶν δούλων, ἄβατον, ἀπρόσιτον, τὴν εἴσοδον ποίησον, πάσαις ἐναντίαις δυνάμεσιν. |
Now by sealing all the senses of us Your servants, O Master, with the gladness of the seal of Your mercy, make entry and access by the forces of the enemy impossible and unapproachable. [SD] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Ὁ προσκαλεῖσθαι κελεύων τοὺς ἀσθενοῦντας, ἱερουργοὺς ἐνθέους σου, καὶ τούτων ἐντεύξει, καὶ χρίσει ἐλαίου σου, φιλάνθρωπε σῴζεσθαι, σῶσον σῷ ἐλέει τοὺς κάμνοντας. |
You commanded that the sick should invite Your godly clergy to pray and anoint them with Your holy Unction, and thereby be cured and saved. Benevolent Lord, we pray: In Your mercy, save those who suffer now. [SD] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Θεοτόκε ἀειπάρθενε παναγία, σκέπη στεῤῥὰ καὶ φύλαξ μου, λιμήν τε καὶ τεῖχος, κλῖμαξ καὶ προπύργιον, ἐλέησον οἴκτειρον· πρὸς σὲ γὰρ καὶ μόνην κατέφυγον. |
Theotokos, O all-holy and ever-Virgin, my shelter and my guardian, my harbor and fortress, my ladder and battlement, take pity; be merciful. We all flee for refuge to you alone. [SD] |
|
ᾨδὴ εʹ. Σὺ Κύριέ μου φῶς. |
Ode v. My Lord, You are the light. |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ὑπάρχων ἀγαθέ, τοῦ ἐλέους ἡ ἄβυσσος, ἐλέησον ἐλεῆμον, σοῦ τῷ θείῳ ἐλαίῳ, τοὺς κάμνοντας ὡς εὔσπλαγχνος. |
You truly are a deep sea of mercy. O Merciful, do now through Your holy Unction show Your mercy, O Good One, and cure the sick, O gracious Lord. [SD] |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ψυχὰς ἡμῶν Χριστέ, καὶ τὰ σώματα ἄνωθεν, σφραγῖδός σου θείῳ τύπῳ, ἁγιάσας ἀφράστως, χειρί σου πάντας ἴασαι. |
You sanctified our souls and our bodies ineffably from heaven with the divine sign of Your seal, O Christ; and therefore with Your hand, O Savior, heal us all. [SD] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Ἀφάτῳ σου στοργῇ, ὑπεράγαθε Κύριε, δεξάμενος τὰς τοῦ μύρου, διὰ πόρνης ἀλείψεις, οἰκτείρησον τοὺς δούλους σου. |
O Lord, exceeding good, with ineffable tenderness You let yourself be anointed by a harlot with perfume. Have mercy on Your servants now. [SD] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Πανύμνητε ἁγνή, ὑπεράγαθε, Δέσποινα, ἐλέησον τοὺς τῷ θείῳ χριομένους ἐλαίῳ, καὶ σῶσον τοὺς οἰκέτας σου. |
All-lauded and most pure, holy Lady, exceedingly good, have mercy on us your servants, who are being anointed with holy Unction, saving us. [SD] |
|
ᾨδὴ Ϛʹ. Θύσω σοι μετὰ φωνῆς. |
Ode vi. I will sacrifice to You. |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Λόγοις σου, ὁ διʼ ἐλαίου δείξας, φιλάνθρωπε, ἐν βασιλεῦσι τὴν χρῖσιν, καὶ ἀρχιερεῦσι ταύτην τελέσας, σφραγισμῷ σου, καὶ τοὺς πάσχοντας σῶσον ὡς εὔσπλαγχνος. |
Lord, You said that kings should be anointed with holy oil; and You performed this through high priests, O benevolent God, instituting Unction. By Your seal now, save the suffering, since You are merciful. [SD] |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Μέθεξις, μὴ ἐκ πικρῶν δαιμόνων ἐφάψοιτο, τῶν ἐπʼ ἀλείψει ἐνθέῳ, τὰς αἰσθήσεις Σῶτερ, σημειουμένων, ἀλλʼ ἐν σκέπῃ περιτείχισον τούτους τῆς δόξης σου. |
Savior and Lord, let not the bitter demons affect at all those who receive holy Unction and the cross’s sign over all their senses. Let the shelter of Your glory protect them on every side. [SD] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Ὄρεξον, χεῖρα τὴν σὴν ἐξ ὕψους, φιλάνθρωπε, καὶ σοῦ τὸ ἔλαιον, Σῶτερ, ἁγιάσας δίδου, τοῖς σοῖς οἰκέταις εἰς ὑγείαν, καὶ νοσημάτων πάντων ἐκλύτρωσιν. |
Gracious Lord, we pray that from on high You stretch forth Your hand and sanctify this Your oil; give it to Your servants through holy Unction, for their good health, O our Savior, and freedom from all disease. [SD] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Πέφηνας, ἐν τῷ Θεοῦ σου οἴκῳ κατάκαρπος, Μήτηρ τοῦ Κτίστου ἐλαία, διʼ ἧς πλήρης ὤφθη κόσμος ἐλέους· ὅθεν σῷζε, πρεσβειῶν ἐπαφῇ σου τοὺς κάμνοντας. |
You became a fruitful olive tree in the house of God, O Mother of your Creator, and through you the whole world is filled with mercy. Save the sick now with the touch of your prayers to your Son and God. [SD] |
|
Κοντάκιον. |
Kontakion. |
|
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν. |
Mode 2. In seeking the heights. |
|
Ἐλέους πηγὴ ὑπάρχων, ὑπεράγαθέ, τοὺς πίστει θερμῇ, ἐλέει τῷ ἀφάτῳ σου, προσπεσόντας εὔσπλαγχνε, ἐκ παντοίας λύτρωσαι κακώσεως, καὶ τὰς αὐτῶν νόσους ἀράμενος, παράσχου τὴν θείαν χάριν ἄνωθεν. |
Since You are the source of mercy and exceeding good, Your servants now seek Your mercy which is ineffable, praying You with ardent faith. Free them from all suffering and take away all their diseases, tender-loving Lord, and grant to them from on high Your grace divine. [SD] |
|
ᾨδὴ ζʹ. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι. |
Ode vii. Inside the furnace. |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Σὺ ἐν ἐλέει καὶ οἰκτιρμοῖς σου, Σῶτερ, μόνος Θεός, πάντων ἰατρεύων πάθη τε τῶν ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, αὐτὸς θεράπευσον, καὶ τοὺς ἐν νόσοις πάσχοντας εὔσπλαγχνε. |
You, in Your mercy and Your compassion, Savior and only God, are the One who heals the sick passions of our souls and our bodily infirmities. We pray You cure now those who suffer from diseases, O loving Lord. [SD] |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ἐν τῷ λιπαίνειν ἐλαίου χρίσει, πάντων τὰς κεφαλάς, δίδου εὐφροσύνης τούτῳ τὴν χαρμονήν, τοῖς τὸν ἔλεον ζητοῦσί σου, τῆς ἐκλυτρώσεως, τῷ πλουσίῳ ἐλέει σου Κύριε. |
We are anointed today with holy Unction upon our heads, seeking Your redemptive mercy, and we entreat: Grant us joy and gladness by this oil, O tender-loving Lord, in Your great and rich mercy, O Christ our God. [SD] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Ξίφος ὑπάρχει κατὰ δαιμόνων, Σῶτερ, σοῦ ἡ σφραγίς· πῦρ τε ἀναλίσκον πάθη τὰ τῶν ψυχῶν, ἱερέων ταῖς ἐντεύξεσιν· ὅθεν τὴν ἴασιν, οἱ δεδεγμένοι πίστει ὑμνοῦμέν σε. |
Against the demons, Your holy seal, O Savior, is like a sword, and it is like fire burning away the soul’s sinful passions, by the prayers of priests. We who have thus received healing from You now extol You with faith, O Lord. [SD] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Σὺ τὸν κρατοῦντα ἐν δρακὶ πάντα, Μήτηρ Θεοῦ, ἔνδον ἐν κοιλίᾳ σχοῦσα θεοπρεπῶς, καὶ ἀφράστως σωματώσασα, ὑπὲρ τῶν καμνόντων, ἐξιλέωσαι τοῦτον δεόμεθα. |
O Theotokos, You carried in a manner befitting God in your womb the One who holds all things in His hand, and ineffably you gave Him flesh. Now intercede with Him on behalf of the ailing, we beg of you. [SD] |
|
ᾨδὴ ηʹ. Χεῖρας ἐκπετάσας Δανιήλ. |
Ode viii. Daniel shut. |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ἅπαντας ἐλέησον Σωτήρ, κατὰ τὸ μέγα σου καὶ θεῖον ἔλεος· τούτου τὸν τύπον γὰρ Δέσποτα, μυστικῶς ὑπαινιττόμενοι, τὴν διʼ ἐλαίου ἱεροῦ χρῖσιν προσάγομεν, τοῖς νοσοῦσιν· οὕς περ δυνάμει, τῇ σὴ πάντας ἴασαι. |
Savior, in accordance with Your great and divine mercy, be merciful to all. In holy Unction we symbolize Your great mercy’s figure mystically; which we now offer to the sick anointing them with it, and entreating that by Your power, O Lord, You will cure them all. [SD] |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ῥείθροις τοῦ ἐλέους σου Χριστέ, καὶ ἐπαλείμμασι τῶν ἱερέων σου, πλῦνον ὡς εὔσπλαγχνος, Κύριε, τὰς ὀδύνας καὶ τὰ τραύματα, καὶ ἀλγεινῶν ἐπιφοράς, τῶν ἐν ἀνάγκαις παθῶν τρυχομένων, ὅπως καθάρσει τῇ σῇ, τύχωσι ῥώσεως. |
Illness and distress have worn us out. Being compassionate, O Savior, wash away the pain and trauma and suffering, in the river of Your tender love, O Christ, and also through Your priests, as they anoint us with holy Unction. Through this cleansing, O Lord, may we gain our health. [SD] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Σύμβολον τῆς ἄνωθεν ῥοπῆς, καὶ ἱλαρότητος ἔλαιον, θεῖον ἡμῖν τοῖς διαγράφουσι, Δέσποτα, μὴ μακρύνῃς σου τὸ ἔλεος, μηδὲ παρίδῃς τοὺς πιστῶς ἀεὶ κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
Master, holy Unction is for us a sign and symbol of Your grace and help from on high, and oil of gladness, O Christ our God. We entreat You now: Do not remove Your mercy and do not despise those who with faith cry out and are ever singing, “Bless the Lord, all you works of the Lord.” [SD] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Ἔνδοξον ὡς στέφανον Ἁγνή, ἡ φύσις εἴληφε τὸν θεῖον τόκον σου, ἐχθρῶν ἀπείργοντα φάλαγγας, καὶ νικῶντα κατὰ κράτος αὐτούς· διὸ χαρίτων σου φαιδραῖς, καταστεφόμενοι ἀγλαΐαις, σὲ ἀνυμνοῦμεν πανύμνητε Δέσποινα. |
Lady, human nature has received your divine offspring as if a glorious crown. He crushed the ranks of the enemy and He mightily defeated them. All we whom you have crowned with bright rays of your gracious gifts now extol you, the all-pure and all-laudable Mother of God. [SD] |
|
ᾨδὴ θʹ. Λίθος ἀχειρότμητος. |
Ode ix. A cornerstone was cut out. |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Νεῦσον οὐρανόθεν, οἰκτίρμον, δεῖξόν σου τὸ ἔλεος πᾶσι· δὸς νῦν τὴν ἀντίληψιν τὴν σήν, καὶ τὴν ἰσχύν σου τοῖς προσιοῦσί σοι, διὰ τοῦ θείου χρίσματος, τῶν ἱερέων σου, φιλάνθρωπε. |
Compassionate God, look from heaven; display Your mercy on Your servants. Give Your mighty help and assistance to all who come to You through this sacrament to be anointed by Your priests with holy oil, O benevolent Lord. [SD] |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ἴδομεν, πανάγαθε Σῶτερ, ἀγαλλιώμενοι τὸ θεῖον, ἔλαιον ῥοπῇ σου ἐνθέῳ, ὑπὲρ μετόχους, ὅπερ προσείληφας, καὶ τυπικῶς μετέδωκας, λουτροῦ τοῦ θείου τοῖς μετέχουσιν. |
We have now beheld, all-good Savior, the holy Oil full of gladness, to which, more than others, You added by Your divine act, O tender-loving Master, and which You shared symbolically with all who share in holy baptism. [SD] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Οἴκτειρον ἐλέησον Σῶτερ, ῥῦσαι δεινῶν καὶ ἀλγηδόνων, λύτρωσαι βελῶν τοῦ πονηροῦ, τοὺς σοὺς οἰκέτας, ψυχὰς καὶ σώματα, ὡς ἐλεήμων Κύριος, χάριτι θείᾳ ἐξιώμενος. |
Pity us, have mercy, O Savior; deliver us from pain and peril. Rescue us Your servants, soul and body, for we are targets of the devil’s arrows. But since You are the merciful Lord, heal us thoroughly by grace divine. [SD] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Ὕμνους καὶ δεήσεις, Παρθένε, προσδεχομένη τῶν σῶν δούλων, ῥῦσαι χαλεπῶν παθημάτων, καὶ ἀλγηδόνων ταῖς ἱκεσίαις σου, τοὺς διʼ ἡμῶν πανάχραντε, τῇ θείᾳ σκέπῃ σου προστρέχοντας. |
As you now accept the supplications and hymns of praise from all your servants, rescue them, who through us take refuge in your divine shelter, O all-holy Virgin; and by your prayers deliver them from their distressing pain and suffering. [SD] |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to call you blessed, who gave birth to God, ever-blessed and most pure, and Mother of our God. Greater in honour than the Cherubim and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Word; truly the Mother of God, we magnify you. [Lash] |
|
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
|
Ἦχος γʹ. Ἐπεσκέψατο ἡμᾶς. |
Mode 3. Our Savior from on high. |
|
Ἐν ἐλέῳ ἀγαθέ, ἐπίβλεψον σῷ ὄμματι, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν συνελθόντων ἐν τῷ ναῷ σου, τῷ ἁγίῳ σήμερον, χρῖσαι θείῳ ἐλαίῳ, νοσοῦντας τοὺς δούλους σου. |
Good One, turn Your gaze on us; be merciful as You regard our fervent supplication. For we have gathered here today in Your sanctuary to anoint with oil of holy Unction Your servants who are sick, O Lord. [SD] |
bookmark |
bookmark |
|
Οἱ Αἶνοι. Ἦχος δʹ. |
Lauds. Mode 4. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Στιχηρὰ Προσόμοια. |
Stichera Prosomia. |
|
Ἦχος δʹ. Ἔδωκας σημείωσιν. |
Mode 4. You have given. |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Ἔδωκας τὴν χάριν σου, διὰ τῶν σῶν εὐδιάλλακτε, ἀποστόλων φιλάνθρωπε, ἐλαίῳ ἁγίῳ σου, θεραπεύειν πάντων, πληγάς τε καὶ νόσους· διὸ ἐλαίῳ σου πιστῶς, τοὺς προσιόντας καὶ νῦν ὡς εὔσπλαγχνος, ἁγίασον ἐλέησον, παντοίας νόσου καθάρισον, καὶ τρυφῆς τῆς ἀφθάρτου σου, καταξίωσον Κύριε. |
Benevolent, gracious God, through Your Apostles You gave Your grace in the rite of Your holy Oil, to heal wounds and injuries, and to cure diseases that afflict Your servants. As they now faithfully approach Your holy Unction, O tender-loving Lord, be merciful and sanctify them, cleanse and rid them of all disease. Make them worthy of Your delights, which remain incorruptible. [SD] |
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου. |
Master Christ, have mercy on Your servants. |
|
Βλέψον ἀκατάληπτε, ἐξ οὐρανόθεν ὡς εὔσπλαγχνος, ἐν χειρὶ ἀοράτῳ σου, σφραγίσας φιλάνθρωπε, τὰς ἡμῶν αἰσθήσεις, ἐλαίῳ σου θείῳ, τοὺς προσδραμόντας σοι πιστῶς, καὶ ἐξαιτοῦντας πταισμάτων ἄφεσιν· καὶ δώρησαι τὴν ἴασιν, τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἵνα πόθῳ δοξάζωσί σε, μεγαλύνοντες τὸ κράτος σου. |
O Incomprehensible, look down from heaven, O gracious God; seal our senses with Your divine invisible hand, O Lord, in Your great compassion, with Your holy Unction. And grant forgiveness of their sins to those who seek it and come to You with faith. And grant to them the healing and the health of body and soul alike, that with love they may glorify You, and Your power may be magnified. [SD] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Χρίσει τοῦ ἐλέους σου, καὶ ἱερέων φιλάνθρωπε, ἐπαφῇ τοὺς οἰκέτας σου, ἁγίασον ἄνωθεν, νοσημάτων ῥῦσαι, ψυχῆς τε τὸν ῥύπον, κάθαρον ἔκπλυνον Σωτήρ, καὶ πολυπλόκων σκανδάλων λύτρωσαι· τοὺς πόνους παραμύθησαι, τὰς περιστάσεις ἐκδίωξον, καὶ τὰς θλίψεις ἀφάνισον, ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος. |
From on high now sanctify and rid Your servants of all disease, through the sacred anointing with Your mercy and by the touch of Your priests, O Savior. Wash away and purge them of all impurities of soul; and from all scandals, O Lord, deliver them. Relieve their toil and trouble and make their afflictions all disappear; keep them safe, O compassionate and benevolent God of all. [SD] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Σὲ τὸ καθαρώτατον, τοῦ βασιλέως παλάτιον, δυσωπῶ πολυΰμνητε· τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνὸν τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου. |
Lady, I implore you now, the cleanest Palace of God the King, holy Virgin extolled by all. Purify my intellect, soiled by my shameful thoughts and sinful actions. Make it a dwelling that is bright and a delight for the Holy Trinity, that I your worthless supplicant may magnify you for saving me, and extol your immeasurable might and mercy, all-lauded one. [SD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
|
Τροπάριον. |
Troparion. |
|
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
|
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. |
O Christ, You alone are He who quickly comes to our aid. * We pray that You show Your quick response from heaven to Your servants who are suffering. * Free them of their diseases; relieve the pain that afflicts them. * Raise them, that they may ceaselessly give glory and extol You, * by the prayers of the Theotokos, O only benevolent Lord. [SD] |
Ἄν ἡ ἀκολουθία ἄρχισε μέ «Εὐλογητός», λέγεται τώρα «Εὐλογημένη ἡ βασιλεία.» Ἄν ἄρχισε μέ «Εὐλογημένη», λέγεται ἀμέσως ἡ Μεγάλη Συναπτή. |
If the service began with “Blessed is our God,” then the sacramental Enarxis may be inserted here. If the service began with “Blessed is the Kingdom,” then go directly to the litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is the Kingdom of the Father, and of the Son, and of the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Κύριε, ἐλέησον. |
Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from on high and for the salvation of our souls, let us pray to the Lord. |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord. |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop (name), for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord. |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For our nation, [the President, our Armed Forces] and all in civil authorities, let us pray to the Lord. |
Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. |
For the people in attendance who anticipate the grace of the Holy Spirit, let us pray to the Lord. |
Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸ ἔλαιον τοῦτο, τῇ ἐπιφοιτήσει, καὶ δυνάμει, καὶ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. |
That this oil will be blessed by the descent, power, and operation of the Holy Spirit, let us pray to the Lord. |
Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, τῶν προσελθόντων εἰς τὸ ἅγιον τοῦτο μυστήριον, καὶ τῆς ἐν Θεῶ ἐπισκέψεως αὐτῶν, καὶ ὑπὲρ τοῦ ἐλθεῖν ἐπʼ αὐτοὺς τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. |
For the servants of God who have come for this holy sacrament, and that God will visit them, and that the grace of the Holy Spirit will come upon them, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord. |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Κύριε, ὁ ἐν τῷ ἐλέει, καὶ τοῖς οἰκτιρμοῖς σου ἰώμενος τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· αὐτός, Δέσποτα, ἁγίασον καὶ τὸ ἔλαιον τοῦτο, ὥστε γενέσθαι τοῖς χριομένοις ἐξ αὐτοῦ εἰς θεραπείαν καὶ ἀπαλλαγὴν παντὸς πάθους, νόσου σωματικῆς, μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ παντὸς κακοῦ· ἵνα καὶ ἐν τούτῳ δοξασθῇ σου τὸ πανάγιον ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
O Lord, Who in Your mercy and bounties heal the disorders of our souls and bodies, sanctify this oil, so that those who shall be anointed with it may be healed and freed from every passion, illness of body, uncleanness of flesh and spirit, and from all evils; that in this, too, Your all-holy name may be glorified, Father, Son, and Holy Spirit, now and ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Τροπάριον τοῦ Εὐχελαίου. |
Troparion of Unction. |
|
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
|
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. |
O Christ, You alone are He who quickly comes to our aid. * We pray that You show Your quick response from heaven to Your servants who are suffering. * Free them of their diseases; relieve the pain that afflicts them. * Raise them, that they may ceaselessly give glory and extol You, * by the prayers of the Theotokos, O only benevolent Lord. [SD] |
|
Κοντάκιον τοῦ Τυφλοῦ. |
Kontakion for the Blindman. |
|
Ἦχος δʹ. Ἐπεφάνης σήμερον. |
Mode 4. You revealed yourself today. |
|
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, Σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων Σοι, σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον. |
With the eyes of my soul mutilated I come to you, O Christ, as the man blind from birth, crying to you in repentance: You are the radiant light of those in darkness. [Lash] |
|
Κοντάκιον τοῦ Παραλύτου. |
Kontakion for the Paralytic. |
|
Ἦχος γʹ. Ἡ Παρθένος σήμερον. |
Mode 3. On this day. |
|
Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥς περ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου. |
By your divine presence, O Lord, raise my soul, grievously paralysed by sins of every kind and by unnatural deeds, as you also raised the Paralysed Man of old, that saved I may cry to you: O merciful Christ, glory to your might. [Lash] |
|
Ἀπολυτίκιον Ἁγ. Ἰακώβου. |
Apolytikion for St. James. |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω δίκαιε τὸ Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον, τὴν παῤῥησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς Ἱεράρχης. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμών. |
As a disciple of the Lord, you accepted the Gospel, O James the Just. As a Martyr you have unchangeability; as the Brother of the Lord you have confidence; and you can intercede as a hierarch. Intercede with Christ our God, entreating Him to save our souls. [SD] |
|
Κοντάκιον Ἁγ. Ἰακώβου. |
Kontakion for Saint James. |
|
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. You who were lifted. |
|
Ὁ του Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπʼ ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν Μυστηρίων τῶν πνευματικῶν· ὄθεν σε πάντες τιμῶμεν Ἀπόστολε. |
When God the Logos, as the only-begotten * of God the Father, came and sojourned among us * in latter days, O God-inspired Brother of the Lord, * He appointed you, O James, the first Shepherd and Teacher * of holy Jerusalem, and a trustworthy steward * of the all-holy sacraments. And hence, * O just Apostle, we honor your memory. [SD] |
|
Κοντάκιον Ἁγ. Νικολάου. |
Kontakion for St. Nicholas. |
|
Ἦχος γʹ. Ἡ Παρθένος σήμερον. |
Mode 3. On this day. |
|
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος. |
You became the minister of sacred mysteries in Myra, * holy father Nicholas. Fulfilling Christ’s holy Gospel, * you laid down your very soul for your people, * and you saved those who were innocent from dying. * For this reason you were hallowed as a great mystic * of the divine grace of God. [SD] |
|
Ἀπολυτίκιον Ἁγ. Δημητρίου. |
Apolytikion for St. Demetrios. |
|
Ἦχος γʹ. Θείας πίστεως. |
Mode 3. Your confession. |
|
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. |
The whole world has found you as a mighty champion in dangers, O victor, who rout the nations. Therefore as you destroyed the pride of Lyaios in the stadium by giving Nestor courage, holy great Martyr Demetrios, implore Christ God to grant us his great mercy. [Lash] |
|
Ἀπολυτίκιον Ἁγ. Παντελεήμονος. |
Apolytikion for St. Panteleimon. |
|
Ἦχος γʹ. |
Mode 3. |
|
Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. |
Holy medaled Martyr and healer St. Panteleimon, make intercession to our merciful God, that He grant our souls remission of offenses. [SD] |
|
Ἀπολυτίκιον Ἁγ. Ἀναργύρων. |
Apolytikion for the holy Unmercenaries |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν. |
Holy Unmercenaries and Wonder-workers, visit our infirmities. Freely you received; freely give to us. [SD] |
|
Κοντάκιον Ἁγ. Ἰωάννου τοῦ Θεολόγου. |
Kontakion for St. John Theologian. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Τὰ μεγαλεῖά σου Παρθένε τίς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ. |
Who can recount all your mighty deeds, O Virgin? You pour out miracles and you overflow with cures, and you intercede on behalf of our souls, as a Theologian and Friend of Christ. [SD] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν. |
Mode 2. In seeking the heights. |
|
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα. |
Invincible rampart, fervent intercession, * the wellspring of mercy, refuge of the world, to you * we all cry insistently, * ’sovereign Lady, Mother who bore our God, * hasten, from perils swiftly set us free, * alone you are ever swift in our defence'. [Lash] |
|
Ἀπόστολος Αʹ |
1st Epistle |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Προκείμενον. Ἦχος αʹ. Ψαλμὸς 32. |
Prokeimenon. Mode 1. Psalm 32. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς. |
Let Your mercy, O Lord, be upon us. |
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. |
Verse: Rejoice greatly in the Lord, O righteous ones. |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ ἀνάγνωσμα. |
The reading is from" // the Universal Letter of James. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ιακ. 5:10 – 16 |
Jas. 5:10 – 16 |
Ἀδελφοί, ὑπόδειγμα λάβετε τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. |
Brethren, take as an example of suffering and patience the prophets who spoke in the name of the Lord. Behold, we call those happy who were steadfast. You have heard of the steadfastness of Job, and you have seen the purpose of the Lord, how the Lord is compassionate and merciful. But above all, my brethren, do not swear, either by heaven or by earth or with any other oath, but let your yes be yes and your no be no, that you may not fall into hypocrisy. Is any one among you suffering? Let him pray. Is any cheerful? Let him sing praise. Is any among you sick? Let him call for the elders of the church, and let them pray over him, anointing him with oil in the name of the Lord; and the prayer of faith will save the sick man, and the Lord will raise him up; and if he has committed sins, he will be forgiven. Therefore confess your sins to one another, and pray for one another, that you may be healed. The prayer of a righteous man has great power in its effects. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace to you. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
|
Εὐαγγέλιον Αʹ |
1st Gospel |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
|
10:25 – 37 |
10:25 – 37 |
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως. |
At that time, a lawyer stood up to put Jesus to the test, saying, “Teacher, what shall I do to inherit eternal life?” He said to him, “What is written in the law? How do you read?” And he answered, “You shall love the Lord your God with all your heart, and with all your soul, and with all your strength, and with all your mind; and your neighbor as yourself.” And he said to him, “You have answered right; do this, and you will live.” But he, desiring to justify himself, said to Jesus, “And who is my neighbor?” Jesus replied, “A man was going down from Jerusalem to Jericho, and he fell among robbers, who stripped him and beat him, and departed, leaving him half dead. Now by chance a priest was going down that road; and when he saw him he passed by on the other side. So likewise a Levite, when he came to the place and saw him, passed by on the other side. But a Samaritan, as he journeyed, came to where he was; and when he saw him, he had compassion, and went to him and bound up his wounds, pouring on oil and wine; then he set him on his own beast and brought him to an inn, and took care of him. And the next day he took out two denarii and gave them to the innkeeper, saying, ‘Take care of him; and whatever more you spend, I will repay you when I come back.’ Which of these three, do you think, proved neighbor to the man who fell among the robbers?” He said, “The one who showed mercy on him.” And Jesus said to him, “Go and do likewise.” [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ. |
Peace be to you who proclaim the Gospel. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of all the servants of God who have come for this sacrament, and that they be forgiven every voluntary and involuntary offense. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Εὐχὴ Αʹ |
Prayer 1 |
Ἄναρχε, ἀδιάδοχε, ἅγιε ἁγίων, ὁ τὸν μονογενῆ σου Υἱὸν ἐξαποστείλας, ἰώμενον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, κατάπεμψον τὸ ἅγιόν σου Πνεῦμα, καὶ ἁγίασον τὸ ἔλαιον τοῦτο· καὶ ποίησον αὐτὸ χριομένοις τοῖς σοῖς δούλοις, εἰς τελείαν ἀπολύτρωσιν τῶν ἁμαρτιῶν αὐτῶν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν. |
O Lord, Who are without beginning, eternal, Holy of holies, Who sent down Your only-begotten Son to heal every infirmity and every wound of our souls and bodies, send down Your Holy Spirit, and sanctify this oil; and cause it to be for Your servants, who are about to be anointed with it, unto complete remission of their sins, and unto inheritance of the Kingdom of Heaven. [SD] |
Σὺ γὰρ εἶ ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε· ὁ διδοὺς λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ ἁγίου σου παιδὸς Ἰησοῦ Χριστοῦ· ὁ ἀναγεννήσας ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας· ὁ φωτίζων τοὺς τυφλοὺς καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· ὁ ἀγαπῶν τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν· ὁ ἀνακαινίσας ἡμᾶς ἐκ σκότους καὶ σκιᾶς θανάτου, λέγων τοῖς ἐν δεσμοῖς «Ἐξέλθετε» καὶ τοῖς ἐν τῷ σκότει «Ἀνακαλύπτεσθε». Ἔλαμψε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν τὸ φῶς τῆς ἐπιγνώσεως τοῦ μονογενοῦς σου Υἱοῦ, ἀφʼ οὗ διʼ ἡμᾶς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ τοῖς δεξαμένοις αὐτὸν ἔδωκεν ἐξουσίαν τέκνα σοῦ τοῦ Θεοῦ γενέσθαι, διὰ λουτροῦ παλιγγενεσίας τὴν υἱοθεσίαν ἡμῖν χαρισάμενος, ἀμετόχους ἡμᾶς ἐποίησεν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου· ἐπεὶ οὐκ εὐδόκησεν ἐν αἵματι καθαρίζεσθαι, ἀλλʼ ἐν ἐλαίῳ ἁγίῳ ἔδωκε τὸν τύπον τοῦ σταυροῦ αὐτοῦ, εἰς τὸ γενέσθαι ἡμᾶς Χριστοῦ ποίμνιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, καθαρίσας ἡμᾶς ἐν ὕδατι, καὶ ἁγιάσας ἐν τῷ ἁγίῳ Πνεύματι· αὐτός, Δέσποτα Κύριε, δὸς χάριν εἰς τὴν διακονίαν σου ταύτην, ὡς ἔδωκας Μωσεῖ τῷ θεράποντί σου, καὶ Σαμουὴλ τῷ ἠγαπημένῳ σου, καὶ Ἰωάννῃ τῷ ἐκλεκτῷ σου, καὶ πᾶσι τοῖς καθʼ ἑκάστην γενεὰν εὐαρεστήσασί σοι· οὕτω ποίησον καὶ ἡμᾶς γενέσθαι διακόνους τῆς καινῆς τοῦ Υἱοῦ σου διαθήκης ἐπὶ τὸ ἔλαιον τοῦτο, ἣν περιεποιήσω τῷ τιμίῳ αὐτοῦ αἵματι· ἵνα, ἀποδυσάμενοι τὰς κοσμικὰς ἐπιθυμίας, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ καὶ ζήσωμεν τῇ δικαιοσύνῃ, ἐνδυσάμενοι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ τῆς χρίσεως τοῦ ἁγιασμοῦ τοῦ μέλλοντος ἐλαίου ἐπάγεσθαι. Γένοιτο, Κύριε, τὸ ἔλαιον τοῦτο, ἔλαιον ἀγαλλιάσεως, ἔλαιον ἁγιασμοῦ, ἔνδυμα βασιλικόν, θώραξ δυνάμεως, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον, σφραγὶς ἀνεπιβούλευτος, ἀγαλλίαμα καρδίας, εὐφροσύνη αἰώνιος· ἵνα καὶ ἐν τούτῳ οἱ χριόμενοι, τῷ τῆς ἀναγεννήσεως ἐλαίῳ, φοβεροὶ ὦσι τοῖς ὑπεναντίοις καὶ λάμψωσιν ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, μὴ ἔχοντες σπίλον, ἢ ῥυτίδα, καὶ εἰσδεχθῶσιν εἰς τὰς αἰωνίους σου ἀναπαύσεις, καὶ δέξωνται τὸ βραβεῖον τῆς ἄνω κλήσεως. |
For You are a great and marvelous God, who keeps Your covenant and Your mercy to them who love You; Who grants remission of sins through Your divine Son, Jesus Christ. You gave us a rebirth from sin; You give light to the blind and raise up the fallen; You love the righteous, and show mercy to sinners; You renew us from darkness and the shadow of death, saying to those in captivity, "Come forth!" and to those in darkness, "Uncover your eyes!" For the light of knowledge of Your only-begotten Son has shined in our hearts; since, for our sakes, He revealed Himself upon earth, and dwelt among men; and unto as many as accepted Him He gave the power to become children of God, granting us the adoption of sonship through the laver of regeneration, and setting us free from the oppression of the devil. And inasmuch as it has not pleased You that we should be cleansed by blood, but by holy oil, You gave us the sign of His Cross, that we might become the flock of Christ, a Royal Priesthood, a Holy Nation, purifying us by water, and sanctifying us by Your Holy Spirit. O Master and Lord, grant grace to this Your ministry, as You did to Moses Your servant, and to Samuel Your beloved, and to John Your chosen one; and to all those who from generation to generation have pleased You. In like manner, empower us also to be ministers of the New Covenant of Your Son over this oil, which You have secured through His precious Blood; that putting away earthly desires, we may die unto sin and live in righteousness, being clothed with our Lord Jesus Christ, through the anointing with this sanctifying oil, which we are about to summon to our aid. O Lord, Grant that this oil becomes the oil of gladness, the oil of sanctification, a royal robe, an armor of might, the deflecting of every satanic assault, the seal of immunity from snares, the gladness of heart, everlasting joy; that also in this, they who shall be anointed with this oil of rebirth may be strong against their adversaries, and may shine in the radiance of Your Saints, having neither spot nor wrinkle, and that they may be admitted into Your eternal rest, and receive the award of the calling from above. [SD] |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours it is to have mercy and to save us, O our God, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστολος Βʹ |
2nd Epistle |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Προκείμενον. Ἦχος βʹ. Ψαλμὸς 117. |
Prokeimenon. Mode 2. Psalm 117. |
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. |
The Lord is my strength and my song, and He became my salvation. |
Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. |
Verse: The Lord chastened and corrected me, but He did not give me up to death. |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from" // Paul’s Letter to the Romans. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ρωμ. 15:1 – 7 |
Rom. 15:1 – 7 |
Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. |
Brethren, we who are strong ought to bear with the failings of the weak, and not to please ourselves; let each of us please his neighbor for his good, to edify him. For Christ did not please himself; but, as it is written, “The reproaches of those who reproached you fell on me.” For whatever was written in former days was written for our instruction, that by steadfastness and by the encouragement of the scriptures we might have hope. May the God of steadfastness and encouragement grant you to live in such harmony with one another, in accord with Christ Jesus, that together you may with one voice glorify the God and Father of our Lord Jesus Christ. Welcome one another, therefore, as Christ has welcomed you, for the glory of God. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace to you. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
|
Εὐαγγέλιον Βʹ |
2nd Gospel |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
|
19:1 – 10 |
19:1 – 10 |
Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἰεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι διʼ ἐκείνης ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. |
At that time, Jesus was passing through Jericho. And there was a man named Zacchaeus; he was a chief collector, and rich. And he sought to see who Jesus was, but could not, on account of the crowd, because he was small of stature. So he ran on ahead and climbed up into a sycamore tree to see him, for he was to pass that way. And when Jesus came to the place, he looked up and said to him, “Zacchaeus, make haste and come down; for I must stay at your house today.” So he made haste and came down, and received him joyfully. And when they saw it they all murmured, “He has gone in to be the guest of a man who is a sinner.” And Zacchaeus stood and said to the Lord, “Behold, Lord, the half of my goods I give to the poor; and if I have defrauded any one of anything, I restore it fourfold.” And Jesus said to him, “Today salvation has come to this house, since he also is a son of Abraham. For the Son of man came to seek and to save the lost.” [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ. |
Peace be to you who proclaim the Gospel. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of all the servants of God who have come for this sacrament, and that they be forgiven every voluntary and involuntary offense. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Εὐχὴ Βʹ |
Prayer 2 |
Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ ὑπὸ πάσης κτίσεως προσκυνούμενος, ἡ τῆς σοφίας πηγή, ἡ τῆς ἀγαθότητος ὄντως ἀνεξιχνίαστος ἄβυσσος, καὶ τῆς εὐσπλαγχνίας ἀπεριόριστον πέλαγος· αὐτός, φιλάνθρωπε Δέσποτα, ὁ τῶν προαιωνίων καὶ θαυμασίων Θεός, ὃν οὐδεὶς ἀνθρώπων ἐννοῶν, ἰσχύει καταλαβέσθαι, ἐπίβλεψον, εἰσάκουσον ἡμῶν τῶν ἀναξίων δούλων σου· καὶ ὅπου ἐπὶ τῷ ὀνόματί σου τῷ μεγάλῳ, τὸ ἔλαιον τοῦτο προσάγομεν, κατάπεμψον τῆς σῆς δωρεᾶς τὰ ἰάματα καὶ ἄφεσιν ἁμαρτιῶν, καὶ ἴασαι αὐτοὺς ἐν τῷ πλήθει τοῦ ἐλέους σου. Ναί, Κύριε εὐδιάλλακτε, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, ὁ εἰδὼς ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ διὰ τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν ἐνανθρωπήσας, Θεὸς ὤν, καὶ πλασθεὶς διὰ τὸ πλάσμα σου· σὺ εἶ ὁ εἰπών· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν»· σὺ εἶ ὁ τὸ πρόβατον ζητήσας τὸ ἀπολωλός· σὺ εἶ ὁ τὴν ἀπολομένην δραχμὴν ἐπιμελῶς ζητήσας καὶ εὑρών· σὺ εἶ ὁ εἰπών, ὅτι· «Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω»· σὺ εἶ ὁ τὴν πόρνην, τοὺς τιμίους σου πόδας δάκρυσι βρέξασαν, μὴ βδελυξάμενος· σὺ εἶ ὁ εἰπών· «Ὁσάκις ἂν πέσῃς, ἔγειραι καὶ σωθήσῃ»· σὺ εἶ ὁ εἰπών, ὅτι· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»· αὐτὸς ἔπιδε, εὔσπλαγχνε Δέσποτα, ἐξ ὕψους ἁγίου σου, συνεπισκιάσας ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου, ἐν χάριτι τοῦ ἁγίου Πνεύματος ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατασκήνωσον ἐπὶ τοὺς δούλους σου τούτους, τοὺς ἐπεγνωκότας τὰ ἴδια πλημμελήματα καὶ προσιόντας σοι πίστει· καὶ προσδεξάμενς τῇ ἰδίᾳ σου φιλανθρωπίᾳ, εἴ τι ἐπλημμέλησαν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν, συγχωρήσας, ἐξάλειψον καὶ κάθαρον αὐτοὺς ἀπὸ πάσης ἁμαρτίας καί, ἀεὶ συμπαρὼν αὐτοῖς, διαφύλαξον τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν, πορευομένους ἐν τοῖς δικαιώμασί σου, πρὸς τὸ μηκέτι ἐπίχαρμα γενέσθαι αὐτοὺς τῷ διαβόλῳ· ἵνα καὶ ἐπʼ αὐτοῖς δοξασθῇ τὸ πανάγιον ὄνομά σου. |
O God, great and supreme, worshiped by all creation, fountainhead of wisdom, abyss of unfathomable goodness, and boundless gulf of loving-kindness; Master Who loves mankind, the God of things eternal and of wonders, Whom no man by reason can comprehend: look down and hear us, Your unworthy servants; and wherever we bring this oil in Your great name, send down the gift of Your healing, and remission of sins; and heal them in the multitude of Your mercies. Yes, O Lord, Who are easy to be entreated; You alone are merciful and You love mankind; You are sorrowful for our evil deeds; You know how the mind of man leans towards wickedness, even from his youth; You do not desire the death of a sinner, but rather that he should repent and live. For the salvation of sinners, though being God, You became a created being for the sake of Your creatures. You have said: "I came not to call the righteous, but sinners to repentance." You sought the wandering sheep; You searched diligently for the lost coin, and having found it, You said: "He that comes to me I will not cast out." You did not abhor the sinful woman who washed Your precious feet with her tears; You said: "As often as you fall, get up, and you shall be saved." It is You, who said: "There is joy in heaven over one sinner who repents." O merciful Master, look down from on High, giving us, Your sinful and unworthy servants, shelter under the grace of the Holy Spirit in this hour; and take up Your abode in these Your servants, who acknowledge their iniquities and draw near to You in faith. Accept them because of Your love towards mankind, forgiving them whatever they have done amiss, whether by word, deed, or thought, and cleanse them from every sin; and abiding ever present with them, preserve them for the remaining years of their life, that, walking ever in Your statutes, they may in no way again become an object of joy to the devil; so that also in these, Your all-holy name may be glorified. [SD] |
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the grace and compassion and love towards mankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστολος Γʹ |
3rd Epistle |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
|
Προκείμενον. Ἦχος γʹ. Ψαλμὸς 26. |
Prokeimenon. Mode 3. Psalm 26. |
Κύριος φωτισμός μου καὶ Σωτήρ μου· τίνα φοβηθήσομαι; |
The Lord is my light and my savior; whom shall I fear? |
Στίχ. Κύριος υπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; |
Verse: The Lord is the defender of my life; whom shall I dread? |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from" // Paul’s First Letter to the Corinthians. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Αʹ Κορ. 12:27 – 31; 13:1 – 8 |
1 Cor. 12:27 – 31; 13:1 – 8 |
Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. |
Brethren, you are the body of Christ and individually members of it. And God has appointed in the church first apostles, second prophets, third teachers, then workers of miracles, then healers, helpers, administrators, speakers in various kinds of tongues. Are all apostles? Are all prophets? Are all teachers? Do all work miracles? Do all possess gifts of healing? Do all speak with tongues? Do all interpret? But earnestly desire the higher gifts. And I will show you a still more excellent way. If I speak in the tongues of men and of angels, but have not love, I am a noisy gong or a clanging cymbal. And if I have prophetic powers, and understand all mysteries and all knowledge, and if I have all faith, so as to remove mountains, but have not love, I am nothing. If I give away all I have, and if I deliver my body to be burned, but have not love, I gain nothing. Love is patient and kind; love is not jealous or boastful; it is not arrogant or rude. Love does not insist on its own way; it is not irritable or resentful; it does not rejoice at wrong but rejoices in the right. Love bears all things, believes all things, hopes all things, endures all things. Love never fails. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace to you. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
|
Εὐαγγέλιον Γʹ |
3rd Gospel |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
|
10:1, 5 – 8 |
10:1, 5 – 8 |
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. |
At that time, Jesus called to him his twelve disciples and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every infirmity. These twelve Jesus sent out, charging them, “Go nowhere among the Gentiles, and enter no town of the Samaritans, but go rather to the lost sheep of the house of Israel. And preach as you go, saying, ‘The kingdom of heaven is at hand.’ Heal the sick, raise the dead, cleanse lepers, cast out demons. You received without paying, give without pay.” [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ. |
Peace be to you who proclaim the Gospel. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of all the servants of God who have come for this sacrament, and that they be forgiven every voluntary and involuntary offense. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Εὐχὴ Γʹ |
Prayer 3 |
Δέσποτα παντοκράτορ, ἅγιε βασιλεῦ, ὁ παιδεύων καὶ μὴ θανατῶν, ὁ ὑποστηρίζων τοὺς καταπίπτοντας καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· ὁ τὰς σωματικὰς θλίψεις διορθούμενος τῶν ἀνθρώπων, αἰτούμεθά σε, ὁ Θεὸς ἡμῶν, ὅπως ἐπαγάγῃς τὸ ἔλεός σου ἐπὶ τὸ ἔλαιον τοῦτο, καὶ τοὺς χριομένους ἐξ αὐτοῦ ἐν τῷ ὀνόματί σου, ἵνα γένηται αὐτοῖς εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ εἰς καθαρισμὸν καὶ ἀπαλλαγὴν παντὸς πάθους, καὶ πάσης νόσου καὶ μαλακίας καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ναί, Κύριε, τὴν ἰατρικήν σου δύναμιν οὐρανόθεν ἐξαπόστειλον· ἅψαι τοῦ σώματος, σβέσον τὸν πυρετόν, πράϋνον τὸ πάθος, καὶ πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Γενοῦ ἰατρὸς τῶν δούλων σου τούτων· ἐξέγειρον αὐτοὺς ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως· σῴους καὶ ὁλοκλήρους χάρισαι αὐτοὺς τῇ Ἐκκλησίᾳ σου, εὐαρεστοῦντας καὶ ποιοῦντας τὸ θέλημά σου. |
O Master almighty, holy King, Who chastens yet does not put to death; Who supports those who fall and raises those who are downtrodden; Who heals our physical afflictions: we entreat You, our God, that You bring Your mercy on this oil, and to those, who are anointed with it in Your name; that it may be effectual unto the healing of soul and body, unto cleansing and deliverance from every infirmity, illness, malady, and every defilement of body and soul. Yes, Lord, send down from heaven Your healing power; touch the body, quench the fever, sooth the pain and banish every hidden ailment. Become the Physician of these, Your servants; raise them up and heal their suffering; grant that they may be given to the Church whole and in restored health, pleasing You and abiding by Your will. [SD] |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours it is to have mercy and to save us, O our God, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστολος Δʹ |
4th Epistle |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Προκείμενον. Ἦχος δʹ. |
Prokeimenon. Mode 4. |
Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου. |
In the day when I call upon You, hear me quickly. |
Στίχ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. |
Verse: O Lord, hear my prayer. |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from" // Paul’s Second Letter to the Corinthians. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Βʹ Κορ. 6:16 – 7:1 |
2 Cor. 6:16 – 7:1 |
Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. |
Brethren, you are the temple of the living God; as God said, “I will live in them and move among them, and I will be their God, and they shall be my people. Therefore come out from them, and be separate from them, says the Lord, and touch nothing unclean; then I will welcome you, and I will be a father to you, and you shall be my sons and daughters, says the Lord Almighty.” Since we have these promises, beloved, let us cleanse ourselves from every defilement of body and spirit, and make holiness perfect in the fear of God. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace to you. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
|
Εὐαγγέλιον Δʹ |
4th Gospel |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
|
10:14 – 23 |
8:14 – 23 |
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν. Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. |
At that time, when Jesus entered Peter’s house, he saw his mother-in-law lying sick with a fever; he touched her hand, and the fever left her, and she rose and served him. That evening they brought to him many who were possessed with demons; and he cast out the spirits with a word, and healed all who were sick. This was to fulfill what was spoken by the prophet Isaiah, “He took our infirmities and bore our diseases.” Now when Jesus saw great crowds around him, he gave orders to go over to the other side. And a scribe came up and said to him, “Teacher, I will follow you wherever you go.” And Jesus said to him, “Foxes have holes, and birds of the air have nests; but the Son of man has nowhere to lay his head.” Another of the disciples said to him, “Lord, let me first go and bury my father.” But Jesus said to him, “Follow me, and leave the dead to bury their own dead.” And when he entered the boat, his disciples followed him. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ. |
Peace be to you who proclaim the Gospel. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of all the servants of God who have come for this sacrament, and that they be forgiven every voluntary and involuntary offense. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Εὐχὴ Δʹ |
Prayer 4 |
Ἀγαθὲ καὶ φιλάνθρωπε, εὔσπλαγχνε καὶ πολυέλεε Κύριε, ὁ πολὺς ἐν ἐλέει καὶ πλούσιος ἐν ἀγαθότητι, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ ἐνισχύσας ἡμᾶς διὰ τῶν ἁγίων σου ἀποστόλων, ἐλαίῳ μετὰ προσευχῆς τὰς ἀσθενείας τοῦ λαοῦ θεραπεύεσθαι· αὐτὸς καὶ τὸ ἔλαιον τοῦτο σύνταξον εἰς ἴασιν τοῖς ἐξ αὐτοῦ χριομένοις, εἰς ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης μαλακίας, εἰς ἀπολύτρωσιν τῶν κακῶν τῶν ἀπεκδεχομένων τὴν παρὰ σοῦ σωτηρίαν. Ναί, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, δεόμεθά σου, παντοδύναμε, τοῦ σῴζειν πάντας ἡμᾶς· ὁ μόνος ψυχῶν τε καὶ σωμάτων ἰατρός, ἁγίασον πάντας ἡμάς· ὁ πᾶσαν νόσον ἰώμενος, ἴασαι καὶ τοὺς δούλους σου τούτους· ἐξέγειρον αὐτοὺς ἀπὸ κλίνης ὀδυνηρᾶς, διὰ ἐλέους τῆς σῆς χρηστότητος· ἐπίσκεψαι αὐτοὺς ἐν ἐλέει καὶ οἰκτιρμοῖς σου· ἀποδίωξον ἀπʼ αὐτῶν πᾶσαν ἀῤῥωστίαν καὶ ἀσθένειαν· ἵνα, ἑξαναστάντες τῇ χειρί σου τῇ κραταιᾷ, δουλεύωσί σοι μετὰ πάσης εὐχαριστίας· ὅπως καὶ νῦν, μετέχοντες τῆς σῆς ἀφάτου φιλανθρωπίας, ὑμνῶμεν καὶ δοξάζωμέν σε τὸν ποιοῦντα μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια. |
O gracious, loving compassionate and ever-merciful Lord, plentiful in mercy, and rich in beneficence, the Father of mercies and God of all comfort, Who through Your holy Apostles have empowered us to heal the infirmities of Your people by oil and prayer, confirm this oil unto the healing of those who shall be anointed with it, for relief from every ailment and every malady; for deliverance from evils of those who in firm hope await salvation from You. Yes, O Master, Lord our God, we pray to You the Almighty, that You will save us all. O only Physician of souls and bodies, sanctify us all; as Healer of every malady, heal also these Your servants. Raise them up from their bed of pain, through the mercies of Your goodness. Visit them in Your mercy and compassion. Cast out from them every sickness and malady; so that being healed by Your mighty hand they may serve You with all thanksgiving; that even now, sharing in Your ineffable love, we may sing praises and glorify You, Who do great and wondrous things, both glorious and transcendent. [SD] |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours it is to have mercy and to save us, O our God, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστολος Εʹ |
5th Epistle |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Προκείμενον. Ἦχος πλ. αʹ. Ψαλμὸς 11. |
Prokeimenon. Mode pl. 1. Psalm 11. |
Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς. |
You shall guard us, O Lord; You shall preserve us. |
Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. |
Verse: Save me, O Lord, for the holy man has ceased. |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from" // Paul’s Second Letter to the Corinthians. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Βʹ Κορ. 1:8 – 11 |
2 Cor. 1:8 – 11 |
Ἀδελφοί, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. |
Brethren, we do not want you to be ignorant of the affliction we experienced in Asia; for we were so utterly, unbearably crushed that we despaired of life itself. Why, we felt that we had received the sentence of death; but that was to make us rely not on ourselves but on God who raises the dead; he delivered us from so deadly a peril, and he is delivering us; on him we have set our hope that he will deliver us again. You also must help us by prayer, so that many will give thanks on our behalf for the blessing granted us in answer to many prayers. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace to you. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
|
Εὐαγγέλιον Εʹ |
5th Gospel |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
|
25:1 – 13 |
25:1 – 13 |
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. |
The Lord said this parable, “The kingdom of heaven is like ten virgins who took their lamps and went to meet the bridegroom. Five of them were foolish, and five were wise. For when the foolish took their lamps, they took no oil with them; but the wise took flasks of oil with their lamps. As the bridegroom was delayed, they all slumbered and slept. But at midnight there was a cry, ‘Behold, the bridegroom! Come out to meet him.’ Then all those virgins rose and trimmed their lamps. And the foolish said to the wise, ‘Give us some of your oil, for our lamps are going out.’ But the wise replied, ‘Perhaps there will not be enough for us and for you; go rather to the dealers and buy for yourselves.’ And while they went to buy, the bridegroom came, and those who were ready went in with him to the marriage feast; and the door was shut. Afterward the other virgins came also, saying, ‘Lord, lord, open to us.’ But he replied, ‘Truly, I say to you, I do not know you.’ Watch therefore, for you know neither the day nor the hour in which the Son of man is coming.” [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ. |
Peace be to you who proclaim the Gospel. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of all the servants of God who have come for this sacrament, and that they be forgiven every voluntary and involuntary offense. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Εὐχὴ Εʹ |
Prayer 5 |
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ παιδεύων καὶ πάλιν ἰώμενος· ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· ὁ τῶν ὀρφανῶν πατήρ, καὶ τῶν χειμαζομένων λιμήν, καὶ τῶν νοσούντων ἰατρός· ὁ τὰς ἀσθενείας ἡμῶν ἀπόνως βαστάζων, καὶ τὰς νόσους ἡμῶν λαμβάνων· ὁ ἐν ἱλαρότητι ἐλεῶν· ὁ ὑπερβαίνων ἀνομίας καὶ ἐξαίρων ἀδικίας· ὁ ταχὺς εἰς βοήθειαν καὶ βραδὺς εἰς ὀργήν· ὁ ἐμφυσήσας εἰς τοὺς σεαυτοῦ μαθητὰς καὶ εἰπών· «Λάβετε Πνεῦμα ἄγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς»· ὁ δεχόμενος τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, καὶ ἐξουσίαν ἔχων συγχωρεῖν ἁμαρτίας πολλὰς καὶ χαλεπὰς καὶ ἴασιν παρέχων πᾶσι τοῖς ἐν ἀσθενείᾳ καὶ μακρονοσίᾳ διάγουσιν· ὁ καὶ ἐμὲ τὸν ταπεινὸν καὶ ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου, τὸν ἐν πολλαῖς ἁμαρτίαις συμπεπλεγμένον, καὶ πάθεσιν ἡδονῶν συγκυλινδούμενον, καλέσας εἰς τὸν ἅγιον καὶ ὑπερμέγιστον βαθμὸν τῆς ἱερωσύνης, καὶ εἰσελθεῖν εἰς τὸ ἐνδότερον τοῦ καταπετάσματος, εἰς τὰ ἅγια τῶν ἁγίων, ὅποῦ παρακύψαι οἱ ἅγιοι ἄγγελοι ἐπιθυμοῦσι, καὶ ἀκοῦσαι τῆς εὐαγγελικῆς φωνῆς Κυρίου τοῦ Θεοῦ, καὶ θεάσασθαι αὐτοψεὶ τὸ πρόσωπον τῆς ἁγίας ἀναφορᾶς, καὶ ἀπολαῦσαι τῆς θείας καὶ ἱερᾶς λειτουργίας· ὁ καταξιώσας με ἱερουργῆσαι τὰ ἐπουράνιά σου μυστήρια καὶ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν του λαοῦ ἀγνοημάτων, καὶ μεσιτεῦσαι ὑπὲρ τῶν λογικῶν σου προβάτων, ἵνα διὰ τῆς πολλῆς καὶ ἀφάτου σου φιλανθρωπίας τὰ παραπτώματα αὐτῶν ἑξαλείψῃς· αὐτός, ὑπεράγαθε βασιλεῦ, ἐνώτισαι τὴν προσευχήν μου ἐν ταύτῃ τῇ ὥρᾳ τε καὶ ἁγίᾳ ἡμέρᾳ, καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου· καὶ τῶν δούλων σου τούτων, τῶν ἐν ἀσθενείᾳ ψυχῆς καὶ σώματος ὄντων, τὴν ἴασιν δώρησαι, παρέχων ἄφεσιν ἁμαρτιῶν αὐτοῖς, καὶ συγχώρησιν πλημμελημάτων ἑκουσίων τε καὶ ἀκουσίων· θεραπεύων αὐτῶν πληγὰς ἀνιάτους, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν. Δώρησαι αὐτοῖς ψυχικὴν ἴασιν, ὁ ἁψάμενος τῆς πενθερᾶς τοῦ Πέτρου, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει σοι. Αὐτός, Δέσποτα, καὶ τοῖς δούλοις σου τούτοις παράσχου ἰατρείαν καὶ ἀπαλλαγὴν πάσης φθοροποιοῦ ἀλγηδόνος· καὶ μνήσθητι τῶν πλουσίων σου οἰκτιρμῶν καὶ τοῦ ἐλέους σου. Μνήσθητι, ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καὶ οὐδεὶς εὑρίσκεται ἀναμάρτητος ἐπὶ τῆς γῆς· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ὁ ἐλθὼν καὶ σώσας τὸ ἀνθρώπινον γένος, καὶ ἐλευθερώσας ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ἐὰν γὰρ εἰς κρίσιν ἔλθῃς μετὰ τῶν δούλων σου, οὐδεὶς εὑρεθήσεται καθαρὸς ἀπὸ ῥύπου· ἀλλὰ πᾶν στόμα φραγήσεται, μὴ ἔχον τὶ ἀπολογήσασθαι, ὅτι ὡς ῥάκος ἀποκαθημένης, πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐνώπιόν σου· διὰ τοῦτο ἁμαρτίας νεότητος ἡμῶν μὴ μνησθῇς, Κύριε. |
O Lord our God, You chasten and again heal; You lift the indigent from the ground and dunghill; Father of orphans, and Haven of tempest-tossed; Physician of the ailing, Who without toil bears our weaknesses, and accepts our infirmities; it is You, Who cheerfully show mercy, and pass over our iniquities, taking away our unrighteousness; quick to help and slow to wrath; You breathed on Your Disciples, and said: "Receive the Holy Spirit. If you forgive the sins of any, they are forgiven." It is You Who accept the repentance of sinners and have the power to pardon countless and grievous sins, bestowing healing upon all who continue in weakness and long-enduring illness. It is You, Lord, Who have also called me, Your humble, sinful and unworthy servant, caught up in many sins, and wallowing in the pleasures of life, to the holy and exceedingly lofty degree of the priesthood, and to enter within the innermost veil, into the holy of holies, where the holy Angels desire to penetrate and hear the voice of the Lord God announcing glad tidings, and to behold with their own eyes the presence of the sacred Oblation, and to enjoy the divine and sacred Liturgy. You, Lord, deemed me worthy to minister Your heavenly Mysteries, and offer You gifts and sacrifices for our sins, and the ignorances of people; and to mediate for Your reason-endowed sheep, so that, through Your great and ineffable love for mankind, You may blot out their transgressions. All-merciful King, hear the voice of my prayer at this hour and holy day, and at all times and places; and to these, Your servants, who are ailing in soul and body, grant Your healing, remitting their sins, and pardoning their transgressions both voluntary and involuntary, treating their incurable wounds, and every ailment and malady. Give health to their souls, You, Who touched Peter's mother-in-law, who, having been cured of her fever, arose and ministered to You. O Master, grant healing and deliverance from every devastating pain to these Your servants. Remember Your mercies and compassion; and that the mind of man inclines toward evil from his youth; that no one is without sin upon earth, for You alone are without sin. You came and saved the human race, and set us free from the bondage of the enemy. For if You enter into judgment with Your servants, none will be found clean from stain; but every mouth shall be sealed, not having any defense; for as discarded rags is all our righteousness before You. Therefore, O Lord, remember not the sins of our youth. [SD] |
Σὺ γὰρ ὑπάρχεις ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀνάπαυσις τῶν κοπιώντων καὶ πεφορτισμένων ἐν ἀνομίαις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the hope of the hopeless, and the rest of those who labor and are heavy laden with iniquity; and to You we ascribe glory, together with Your Father, who is from everlasting, and Your all-holy and life-giving Spirit, now and ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστολος Ϛʹ |
6th Epistle |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 50. |
Prokeimenon. Mode 4. Psalm 50. |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου. |
Have mercy on me, O God, according to Your great mercy. |
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. |
Verse: Create in me a clean heart, O God, and renew a right spirit within me. |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from" // Paul’s Letter to the Galatians. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Γαλ. 5:22 – 6:2 |
Gal. 5:22 – 6:2 |
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. |
Brethren, the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness, gentleness, self-control; against such there is no law. And those who belong to Christ Jesus have crucified the flesh with its passions and desires. If we live by the Spirit, let us also walk by the Spirit. Let us have no self-conceit, no provoking of one another, no envy of one another. Brethren, if a man is overtaken in any trespass, you who are spiritual should restore him in a spirit of gentleness. Look to yourself, lest you too be tempted. Bear one another’s burdens, and so fulfill the law of Christ. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace to you. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
|
Εὐαγγέλιον Ϛʹ |
6th Gospel |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
|
15:21 – 28 |
15:21 – 28 |
Τῷ καιρῷ ἐκείνῳ ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγαζεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. |
At that time, Jesus went to the district of Tyre and Sidon. And behold, a Canaanite woman from that region came out and cried, “Have mercy on me, O Lord, Son of David; my daughter is severely possessed by a demon.” But he did not answer her a word. And his disciples came and begged him, saying, “Send her away, for she is crying after us.” He answered, “I was sent only to the lost sheep of the house of Israel.” But she came and knelt before him, saying, “Lord, help me.” And he answered, “It is not fair to take the children’s bread and throw it to the dogs.” She said, “Yes, Lord, yet even the dogs eat the crumbs that fall from their master’s table.” Then Jesus answered her, “O woman, great is your faith! Be it done for you as you desire.” And her daughter was healed instantly. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ. |
Peace be to you who proclaim the Gospel. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of all the servants of God who have come for this sacrament, and that they be forgiven every voluntary and involuntary offense. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Εὐχὴ Ϛʹ |
Prayer 6 |
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· ὁ τὰς νόσους ἡμῶν ἀπόνως βαστάζων· οὗ τῷ μώλωπι πάντες ἰάθημεν· ὁ ποιμὴν ὁ καλός, ὁ εἰς ἀναζήτησιν ἐλθὼν τοῦ πλανηθέντος προβάτου· ὁ τοῖς ὀλιγοψύχοις διδοὺς παραμυθίαν, καὶ ζωὴν τοῖς συντετριμμένοις· ὁ τὴν πηγὴν τῆς αἱμοῤῥοούσης, δωδεκαετῆ οὖσαν ἰασάμενος· ὁ τὴν θυγατέρα τῆς Χαναναίας τοῦ χαλεποῦ δαιμονίου ἐλευθερώσας· ὁ τὸ δάνειον χαρισάμενος τοῖς δυσὶ χρεωφειλέταις, καὶ τῇ ἁμαρτωλῷ τὴν ἄφεσιν δούς· ὁ τὴν ἴασιν τῷ παραλυτικῷ δωρησάμενος σὺν τῇ ἀφέσει τῶν ἁμαρτιῶν αὐτοῦ· ὁ τὸν τελώνην τῷ λόγῳ δικαιώσας, καὶ τὸν ληστὴν ἐν τῇ ἐσχάτῃ αὐτοῦ ὁμολογίᾳ προσδεξάμενος· ὁ τὰς ἁμαρτίας τοῦ κόσμου ἀράμενος, καὶ τῷ σταυρῷ προσηλώσας· σοῦ δεόμεθα, καὶ σὲ ἱκετεύομεν· ἐν τῇ ἀγαθότητί σου, αὐτός, ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας τῶν δούλων σου τούτων, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει καὶ ἐν παρακοῇ, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ· ἢ ὑπὸ κατάραν ἱερέως ἢ πατρὸς ἢ μητρὸς ἐγένοντο· ἢ ὀφθαλμὸν εἱστίασαν ἢ ὄσφρησιν ἐξεθήλυναν ἢ ἀφῇ κατεμαλακίσθησαν ἢ γεύσει κατεπόρνευσαν ἢ ἐν οἱαδήποτε κινήσει σαρκὸς καὶ πνεύματος τοῦ σοῦ ἀπηλλοτριώθησαν θελήματος καὶ τῆς σῆς ἁγιότητος· εἴ τι ἥμαρτον αὐτοί τε καὶ ἡμεῖς, ὡς ἀγαθὸς καὶ ἀμνησίκακος Θεὸς καὶ φιλάνθρωπος, συγχώρησον, μὴ ἐῶν αὐτοὺς καὶ ἡμᾶς εἰς τὸν ῥερυπωμένον βίον καταπεσεῖν, μηδὲ εἰς τὰς ὀλεθρίους ὁδοὺς ἀποτρέχειν. Ναί, Δέσποτα Κύριε, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ ἐν τῇ ὥρᾳ ταύτῃ ὑπὲρ τῶν δούλων σου τούτων· πάριδε, ὡς ἀμνησίκακος Θεός, τὰ παραπτώματα αὐτῶν ἅπαντα· ἀπάλλαξον αὐτοὺς τῆς αἰωνίου κολάσεως· τὸ στόμα αὐτῶν τῆς σῆς αἰνέσεως πλήρωσον· τὰ χείλη αὐτῶν ἄνοιξον πρὸς δοξολογίαν τοῦ ὀνόματός σου· τὰς χεῖρας αὐτῶν ἔκτεινον πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· τοὺς πόδας αὐτῶν πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου σου κατεύθυνον, πάντα αὐτῶν τὰ μέλη καὶ τὴν διάνοιαν τῇ σῇ κατασφαλιζόμενος χάριτι. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῶν ἁγίων σου ἀποστόλων ἐντειλάμενος ἡμῖν, λέγων· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς»· καὶ πάλιν· «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται». Καὶ ὡς ἑπήκουσας Ἐζεκίου ἐν τῇ θλίψει τῆς ψυχῆς αὐτοῦ ἐν τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ, καὶ οὐ παρεῖδες τὴν δέησιν αὐτοῦ, οὕτω κἀμοῦ τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου ἐπάκουσον ἐν τῇ ὥρᾳ ταύτῃ δεομένου σου. Σὺ γὰρ εἶ, Κύριε Ἰησοῦ Χριστέ, ὁ ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι τοῖς περιπίπτουσιν ἐν ἁμαρτίαις κελεύσας, τῇ σῇ ἀγαθότητι καὶ φιλανθρωπίᾳ, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, καὶ χαίρων ἐπὶ τῇ ἐπιστροφῇ τῶν πεπλανημένων· ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
We thank You, Lord, our good and loving God, Physician of our souls and bodies, Who painlessly have borne our infirmities, and by Whose bruises we all have been healed. You are the Good Shepherd, Who came in search of the wandering sheep. You give consolation to the fainthearted, and life to the brokenhearted. You healed the hemorrhage of the woman who had a flow of blood for twelve years, and freed the daughter of the Canaanite woman from the cruel demon. You remitted the debt of the two debtors and forgave the sinful woman. You healed the Paralytic and forgave his sins. You justified the Publican with Your word, and received the Robber at his last confession. You took upon Yourself the sins of the world, by being nailed to the Cross. We pray to You and entreat You, O God; in Your goodness, loose, remit, and forgive the sins and transgressions of Your servants, both voluntary and involuntary, in knowledge and in ignorance, trespass and disobedience, at night and during the day; whether they be under the curse of a priest or a parent; whether they feasted their eyes, indulged their sense of smell, touched and gratified themselves, or tasted fornication; or through whatever impulse of the flesh and of the spirit they have alienated themselves from Your will, and from Your holiness. Forgive whatever sins they or we have committed; for You are a good God, Who remembers not evil, and loves mankind, permitting us not to fall into the unclean life, neither to follow in wayward paths. Yes, Lord and Master, hear me, a sinner, in this hour, on behalf of these Your servants. Overlook all their trespasses, as a forgiving God. Deliver them from eternal punishment; fill their mouths with praise of You; open their lips that they may glorify Your holy name; stretch forth their hands to perform Your commandments. Direct their feet aright, in the way of Your Gospel, strengthening all their members and their thoughts by Your grace. For You are our God, Who through Your holy Apostles gave us a commandment saying: "Whatever you bind on earth will be bound in Heaven, and whatever you loose on earth will be loosed in Heaven." And again: "If you forgive the sins of any, they are forgiven them; if you retain the sins of any, they are retained." And as You hearkened to Hezekiah in the sorrow of his soul, at the hour of his death, and did not overlook his prayer, in like manner hear me, Your humble, sinful and unworthy servant, praying to You at this hour. For You are the Lord, Jesus Christ, Who in Your mercy and love for mankind commanded us to forgive those who fall into sin, even seventy times seven; Who laments over our wickedness, and rejoices over the return of those who have strayed. For as is Your Majesty, so also is Your mercy, and to You we ascribe glory; together with Your Father Who is from everlasting, and Your all-holy, good, and life-giving Spirit, now and ever, and to the ages of ages. [SD] |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἀπόστολος Ζʹ |
7th Epistle |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 6. |
Prokeimenon. Mode 4. Psalm 6. |
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. |
O Lord, do not reprove me in Your anger. |
Στίχ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. |
Verse: Have mercy on me, O Lord, for I am weak. |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πρὸς Θεσσαλονικεῖς Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from" // Paul’s First Letter to the Thessalonians. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Αʹ Θεσ. 5:14 – 23 |
1 Th. 5:14 – 23 |
Ἀδελφοί, παρακαλοῦμεν ὑμᾶς, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. τὸ Πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθενεῖτε. πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. |
Brethren, we exhort you, admonish the idlers, encourage the fainthearted, help the weak, be patient with them all. See that none of you repays evil for evil, but always seek to do good to one another and to all. Rejoice always, pray without ceasing, give thanks in all circumstances; for this is the will of God in Christ Jesus for you. Do not quench the Spirit, do not despise prophesying, but test everything; hold fast to what is good, abstain from every form of evil. May the God of peace himself sanctify you wholly; and may your spirit and soul and body be kept sound and blameless at the coming of our Lord Jesus Christ. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace to you. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia, Alleluia, Alleluia. |
|
Εὐαγγέλιον Ζʹ |
7th Gospel |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
|
9:9 – 13 |
9:9 – 13 |
Τῷ καιρῷ ἐκείνῳ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. |
At that time, as Jesus was walking along, he saw a man called Matthew sitting at the tax office; and he said to him, “Follow me.” And he rose and followed him. And as he sat at table in the house, behold, many tax collectors and sinners came and sat down with Jesus and his disciples. And when the Pharisees saw this, they said to his disciples, “Why does your teacher eat with tax collectors and sinners?” But when he heard it, he said, “Those who are well have no need of a physician, but those who are sick. Go and learn what this means, ‘I desire mercy, and not sacrifice.’ For I came not to call the righteous, but sinners to repentance.” [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ. |
Peace be to you who proclaim the Gospel. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ ἁγίῳ μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of all the servants of God who have come for this sacrament, and that they be forgiven every voluntary and involuntary offense. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Εὐχὴ Ζʹ |
Prayer 7 |
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ἰατρὲ ψυχῶν καὶ σωμάτων, ὁ τὰ χρόνια πάθη θεραπεύων, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ· ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· σὺ γὰρ Κύριε, ἐν τῇ παλαιᾷ διαθήκῃ ἔθου μετάνοιαν τοῖς ἁμαρτωλοῖς, Δαυῒδ καὶ Νινευΐταις, καὶ τοῖς πρὶν καὶ τοῖς μετὰ τούτους· ἀλλὰ καὶ ἐν τῇ ἐπιδημίᾳ τῆς ἐνσάρκου σου οἰκονομίας, οὐκ ἐκάλεσας δικαίους, ἀλλʼ ἁμαρτωλοὺς εἰς μετάνοιαν, ὡς τὸν τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν ληστήν, ὡς βλάσφημον καὶ διώκτην τὸν μέγαν Παῦλον διὰ μετανοίας προσδεξάμενος· Πέτρον τὸν κορυφαῖον καὶ ἀπόστολόν σου, ἀρνησάμενόν σε τρίτον, διὰ μετανοίας προσεδέξω καὶ προσελάβου καὶ ἐπηγγείλω αὐτῷ, λέγων· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν». Διόπερ καὶ ἡμεῖς, ἀγαθὲ καὶ φιλάνθρωπε, κατὰ τὰς ἀψευδεῖς σου ἐπαγγελίας θαῤῥοῦντες, δεόμεθά σου καὶ ἱκετεύομεν ἐν τῇ ὥρᾳ ταύτῃ. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν, καὶ πρόσδεξαι αὐτὴν ὡς θυμίαμα προσφερόμενόν σοι, καὶ ἐπίσκεψαι τοὺς δούλους σου τούτους· καὶ εἴ τι ἐπλημμέλησαν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἢ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ ἢ ὑπὸ κατάραν ἱερέως ἐγένοντο ἢ τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσαν ἢ ὅρκῳ παρεπίκραναν καὶ ὁρκωμότησαν, παρακαλοῦμέν σε καὶ δεόμεθά σου· ἄνες, ἄφες, συγχώρησον αὐτοῖς, ὁ Θεός, παραβλέπων τὰς ἀνομίας αὐτῶν καὶ τὰς ἁμαρτίας καὶ τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ γενόμενα παρʼ αὐτῶν. Καὶ εἴ τι τῶν ἐντολῶν σου παρέβησαν ἢ ἐπλημμέλησαν, ὡς σάρκα φοροῦντες καὶ τὸν κόσμον οἰκοῦντες ἢ ἐξ ἐνεργείας τοῦ διαβόλου, αὐτός, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει. Σὺ γὰρ μόνος ὑπάρχεις ἀναμάρτητος· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια. Οὐ γὰρ ἔπλασας τὸν ἄνθρωπον εἰς ἀπώλειαν, ἀλλʼ εἰς περιποίησιν τῶν ἐντολῶν σου καὶ ζωῆς ἀφθάρτου κληρονομίαν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
O Master, Lord our God, Physician of souls and bodies, it is You Who soothe the chronic pains and heal every infirmity and malady of the people. You desire that all should be saved and come to the knowledge of the truth, and You will not the death of the sinner, but rather that he should repent and live. For You, O Lord, in the Old Testament, ordained repentance for sinners: for David and the Ninevites, and for those before and after them. But also in the new dispensation of Your coming in the flesh, You called not the righteous but the sinners to repentance; like the publican, the harlot, the robber, and the blasphemer and great persecutor Paul, receiving them all through repentance. Peter, Your great Apostle who denied You three times, You received in repentance, and promised him, saying: "You are Peter, and on this rock I will build my Church, and the gates of Hell shall not prevail against it; and I will give You the keys of the Kingdom of Heaven." Therefore, O merciful and loving God, encouraged by Your faithful promise, we pray and entreat You at this hour. Hear our prayer and accept it as incense offered to You. Visit these Your servants, and if they have transgressed in either word or deed or thought, by night or by day, if they have come under the curse of a priest or their own anathema, or have sworn an oath, we pray to You; loose, pardon, and forgive them, O God, overlooking their transgressions and their sins, committed by them knowingly or in ignorance. And if they have transgressed Your commandments, or have erred, as bearing flesh and living in the world, or by the prompting of the devil, forgive them, as a merciful and loving God; for there is no man who lives and does not sin. Only You are sinless; Your righteousness is to all eternity, and Your word is truth. You did not create man for destruction, but for the keeping Your commandments, and to inherit life incorruptible. To You we ascribe glory, together with Your Father, Who is from everlasting, and Your all-holy, good, and life-giving Spirit, now and ever, and to the ages of ages. [SD] |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
Εὐχὴ Συγχωρήσεως |
Forgiveness Prayer |
Βασιλεῦ ἅγιε, εὔσπλαγχνε, καὶ πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· οὐ τίθημι ἐμὴν χεῖρα ἁμαρτωλὸν ἐπὶ τὰς κεφαλὰς τῶν προσελθόντων σοι ἐν ἁμαρτίαις καὶ αἰτουμένων παρὰ σοῦ διʼ ἡμῶν ἄφεσιν ἁμαρτιῶν· ἀλλὰ σὴν χεῖρα κραταιὰν καὶ δυνατήν, τὴν ἐν τῷ ἁγίῳ εὐαγγελίῳ τούτῳ, [ὃ οἱ συλλειτουργοί μου κατέχουσιν ἐπὶ τὰς κεφαλὰς τῶν δούλων σου τούτων,] ἔκτεινον· καὶ δέομαι σὺν αὐτοῖς καὶ ἱκετεύω τὴν συμπαθεστάτην καὶ ἀμνησίκακόν σου φιλανθρωπίαν· ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ὁ διὰ τοῦ προφήτου σου Νάθαν μετανοήσαντι τῷ Δαυῒδ ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν ἄφεσιν δωρησάμενος, καὶ τοῦ Μανασσῆ τὴν ἐπὶ μετανοίᾳ προσευχὴν δεξάμενος, αὐτὸς καὶ τοὺς δούλους σου τούτους μετανοοῦντας ἐπὶ τοῖς ἰδίοις αὐτῶν πλημμελήμασι, πρόσδεξαι τῇ συνήθει σου φιλανθρωπίᾳ, παρορῶν αὐτῶν πάντα τὰ παραπτώματα. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καὶ ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι κελεύσας τοῖς περιπίπτουσιν ἐν ἁμαρτίαις· ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου. Καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Holy King, compassionate and very merciful Lord Jesus Christ, Son and Logos of the living God, You wish not the death of the sinner, but that he should return and live. Therefore, not my sinful hand do I lay on the heads of these people who have come to You in sins and who seek the forgiveness of their sins from You; but rather You extend Your mighty and powerful hand that is in this holy Gospel Book, which my brother celebrants are holding over the heads of Your servants. Together we pray and entreat Your love for humanity, which is most sympathetic and not resentful. O God, our Savior, as through Your Prophet Nathan You granted David the forgiveness of his sins when he repented, and as You accepted the penitential prayer of Manasseh, so also in your customary love for humanity accept these Your servants who are repentant of their offences, and overlook all their transgressions. For You are our God, who commanded that those who fall into sins should be forgiven seventy times seven. Your mercy is as great as Your majesty. And all glory, honor and worship belong to You and Your unoriginate Father and Your all-holy Spirit, now and forever, and to the ages of ages. [SD] |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. |
Glory to you, Christ God, our hope, glory to you. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
Πάτερ ἅγιε, εὐλόγησον. |
Holy father, give the blessing. |
ΙΕΡΕΥΣ |
PRIEST |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥς τε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ, καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. |
Holy Unmercenaries, you possess a source of remedies and grant healings to all who ask, for you have been found worthy of the greatest gifts from the unfailing source of the Saviour Christ. For to you, as rivals of the Apostles in zeal, the Lord says: See, I have given you authority against unclean spirits, so as to cast them out and so as to cure every disease and every weakness. And so, having lived your lives well in accordance with his commands, freely you have received, freely you give, as you heal the sufferings of our souls and bodies. [Lash] |
|
Δόξα. Καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Νεῦσον παρακλήσεσι σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι· σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. |
Look upon the supplication of your servants, O All-unblemished, bringing to an end the dread assaults that beset us and calming all our distress; for we have only you as safe and sure anchor, and we have obtained your protection. Sovereign Lady, may we who entreat you not be put to shame; make haste to hear the supplication of us who cry to you with faith: Hail, Sovereign Lady, help, joy and protection of all, and salvation of our souls. [Lash] |
|
|