Βιβλία - Πηγαί |
Books - Sources |
Ὡρολόγιον - Μεσονυκτικόν |
Horologion - Midnight Office |
Πεντηκοστάριον - Κυριακὴ τοῦ Τυφλοῦ |
Pentecostarion - Sunday of the Blindman |
|
__________ |
__________ |
|
|
|
|
ΜΕΣΟΝΥΚΤΙΚΟΝ |
MIDNIGHT OFFICE |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God, always, now and for ever, and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ has risen from the dead, by death he has trampled on death, and to those in the graves given life. [Lash] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (δίς) |
Christ has risen from the dead, by death he has trampled on death, and to those in the graves given life. (2) [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ) |
Amen. Lord, have mercy. (12) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before Christ God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. |
Come, let us worship and bow down before Him, Christ our King and God. |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν Τριαδικός. |
Canon for the Trinity. |
|
ᾨδὴ αʹ. |
Ode i. |
|
Ἦχος πλ. αʹ. Ἵππον καὶ ἀναβάτην. |
Mode pl. 1. N/M (He who brings wars to nothing.) |
|
|
Ἵππον καὶ ἀναβάτην. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Κράτος τῆς ἑνιαίας, καὶ τρισηλίου μορφῆς, ἀνυμνοῦντες βοῶμεν· Τὸν νοῦν ἡμῶν καταύγασον, Θεὲ παντοδύναμε, καὶ πρὸς τὴν σὴν Δέσποτα, μετεώρισον δόξαν ἄφραστον. |
As we hymn the might of the single and three-sunned form, we cry: All-powerful God irradiate our mind and raise it, Master, to your ineffable glory. [Lash] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Ἄνω σε τῶν Ἀγγέλων, διάκοσμοι νοεροί, ἀσιγήτως ὑμνοῦσιν, ἐν τρισαγίοις ᾄσμασι, μονάδα τρισάριθμον, καὶ Τριάδα σύμμορφον, ὑπερούσιον παντοδύναμον. |
Far above, the spiritual orders of the Angels ceaselessly hymn you with thrice-holy songs, Unity triple in number of like form and Trinity of like form, beyond being and all-powerful. [Lash] |
|
Δόξα. |
Glory. |
|
Νέκταρ τῆς σῆς ἀγάπης, γλυκύτατον φωτουργόν, τῇ ψυχῇ μου παράσχου, Τριὰς Μονὰς ἀρχίφωτε, καὶ θείαν κατάνυξιν, καθαρτικὴν Δέσποτα, πολυέλεε πάσης κτίσεως. |
Impart to my soul, O Trinity, Unity source of light, the sweet light-giving nectar of your love and godly, cleansing compunction, most merciful Master of all creation. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὥσπερ ἐπὶ τὸν πόκον, κατῆλθεν ἀψοφητί, οὐρανόθεν Παρθένε, ὁ ὑετὸς ἐν μήτρᾳ σου, ὁ θεῖος καὶ ἔσωσε, ξηρανθεῖσαν ἅπασαν, τῶν ἀνθρώπων τὴν φύσιν Ἄχραντε. |
From heaven, immaculate Virgin, as upon the fleece, the rain came down noiselessly into your womb, and saved all human nature, parched and dry. [Lash] |
|
ᾨδὴ γʹ. |
Ode iii. |
|
Ἦχος πλ. αʹ. Ὁ πήξας ἐπʼ οὐδενός. |
Mode pl. 1. N/M (O Lord, You established earth.) |
|
|
Ὁ πήξας ἐπʼ οὐδενός. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Νοήσας τὰς νοερὰς οὐσίας ὑπέστησας, ὑμνῳδοὺς ἀπαύστους τῆς σῆς Θεότητος, τρίφωτε Θεὲ καὶ παντουργέ, ἀλλὰ καὶ τῶν πηλίνων, καὶ γηγενῶν δέξαι τὴν δέησιν, καὶ τὴν ἱκεσίαν ὡς εὔσπλαγχνος. |
The spiritual beings you conceived and caused them to subsist to hymn your Godhead unceasingly, O God, triple light and maker of all; but accept too the supplication of creatures of clay and earth, and their entreaty, as you are compassionate. [Lash] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Ὁ πάσης κατὰ φύσιν τροπῆς ἀπαράδεκτος, τοῖς ἀλλοιουμένοις ἡμῖν καὶ μέλπουσι, τὴν ἀνεξιχνίαστον πηγήν, τῆς σῆς ἀγαθωσύνης, πλημμελημάτων δὸς συγχώρησιν, καὶ τὴν σωτηρίαν ὡς εὔσπλαγχνος. |
By nature you admit no alteration; grant to us who are changeable and who sing the unsearchable fount of your goodness pardon of offences and salvation as you are compassionate. [Lash] |
|
Δόξα. |
Glory. |
|
Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα δοξάζομεν, ἐν ἀπαραλλάκτῳ μορφῇ Θεότητος, σὲ τὸν ἑνικὸν καὶ τριλαμπῆ, Κύριον τῶν ἁπάντων, ὡς οἱ Προφῆται καὶ Ἀπόστολοι, παρὰ σοῦ σαφῶς ἐδιδάχθησαν. |
We glorify you, Father, Son and Spirit in the unchangeable form of the Godhead, the single and triple-shining Lord, as the Prophets and Apostles were clearly taught by you. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἐφάνης τῷ Μωϋσῇ ἐν βάτῳ ὡς Ἄγγελος, βουλῆς τῆς μεγάλης τοῦ Παντοκράτορος, σοῦ τὴν ἐκ Παρθένου προδηλῶν, σάρκωσιν Θεοῦ Λόγε, διʼ ἧς ἡμᾶς μετεστοιχείωσας, καὶ πρὸς οὐρανοὺς ἀνεβίβασας. |
As the Angel of Great Counsel of the Almighty you appeared to Moses in the bush, O Word of God; foreshowing your incarnation from a Virgin through which you have transformed us and made us mount to heaven. [Lash] |
|
Κάθισμα. |
Kathisma. |
|
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
|
Τὸν συνάναρχον Λόγον. |
|
Ἐλεήμων ὑπάρχεις Τριὰς ἀμέριστε· ἐλεεῖς γὰρ τοὺς πάντας ὡς παντοδύναμος, καὶ πανοικτίρμων, συμπαθὴς καὶ πολυέλεος· διὸ προσφεύγομεν πρὸς σέ, οἱ ἁμαρτήμασι πολλοῖς, βαρούμενοι κεκραγότες· Ἱλάσθητι τοῖς σοῖς δούλοις, καὶ ῥῦσαι πάντας πάσης κολάσεως. |
You are merciful, O undivided Trinity; for you have mercy on all as all-powerful; you are all-pitying, compassionate and full of mercy. Therefore we flee to you, sinners weighed down by many sins who cry: Have mercy on your servants and deliver us all from every punishment. [Lash] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τοὺς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε. |
All-holy Virgin, have mercy on us, who with faith flee to you in your compassion, and ask for your fervent assistance; for as you are good you have power to save us all, as you are Mother of God most high and ever employ your motherly intercessions, O full of God’s grace. [Lash] |
|
ᾨδὴ δʹ. |
Ode iv. |
|
Ἦχος πλ. αʹ. Τὴν θείαν ἐννοήσας. |
Mode pl. 1. N/M (Habakkuk as a prophet.) |
|
|
Τὴν θείαν ἐννοήσας. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Μυεῖται τῆς μιᾶς Κυριότητος, τὸ τριφαὲς ὁ Δανιήλ, Χριστὸν κριτὴν θεασάμενος, πρὸς τὸν Πατέρα ἰόντα, καὶ Πνεῦμα τὸ προφαῖνον τὴν ὅρασιν. |
Mystic initiate of the triple light of the one Lordship, Daniel saw Christ as judge going towards the Father and the Spirit who revealed the vision. [Lash] |

Πηλίνοις τοὺς ὑμνοῦντάς σε στόμασι, τὸν ὑπερούσιον Θεόν, τριαδικὸν ὑποστάσεσι, μοναδικόν τε τῇ φύσει, τῆς δόξης τῶν Ἀγγέλων ἀξίωσον. |
Make worthy of the Angels’ glory those who with mouths of clay sing the praise of the God above being, triple in persons, single in nature. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Τὸ ὄρος δασὺ καὶ κατάσκιον, ὃ εἶδε πρὶν ὁ Ἀββακούμ, ἐξ οὗ προῆλθεν ὁ Ἅγιος, τὸν δυσθεώρητον Τόκον ἐδήλου, σῆς Παρθένε συλλήψεως. |
Wooded and shaded mountain, which Avvakoum saw of old, from which the Holy One came forth, you revealed the offspring, hard to contemplate, O Virgin, of your conceiving. [Lash] |
|
ᾨδὴ εʹ. |
Ode v. |
|
Ἦχος πλ. αʹ. Ὁ ἀναβαλλόμενος. |
Mode pl. 1. N/M (Early do I rise to You.) |
|
|
Ὁ ἀναβαλλόμενος. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Ὁ διʼ ἀγαθότητα κτίσας τὸν ἄνθρωπον, καὶ κατʼ εἰκόνα τὴν σὴν ποιήσας, ἐν ἐμοὶ κατοίκησον, τρίφωτε Θεέ μου, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος. |
O threefold light, my God, who through goodness created humankind and made it according to your image, come, dwell in me, as you are good and love humankind. [Lash] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Σύ με καθοδήγησον Μονὰς τρισήλιε, πρὸς τρίβους θείας τῆς σωτηρίας, καὶ τῆς σῆς ἐλλάμψεως πλήρωσον, ὡς φύσει Θεὸς ἀπειροδύναμος. |
O three-sunned Unity, guide me to the paths of your divine salvation and fill me with your radiance, as by nature God of infinite power. [Lash] |
|
Δόξα. |
Glory. |
|
Φῶς τὸ ἀδιαίρετον τῆς μιᾶς φύσεως, μεμερισμένον τοῖς χαρακτῆρσι, τριλαμπὲς ἀνέσπερον, τὴν ἐμὴν καρδίαν, καταύγασον ταῖς αἴγλαις σου. |
The one nature’s undivided light, separated in persons, triple brightness, knowing no evening, irradiate my heart with your beams. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὡς κατεῖδε πάλαι σε, Ἁγνὴ πανάχραντε, ὁ Ὑποφήτης βλέπουσαν πύλην, πρὸς τὸ φῶς τὸ ἄδυτον, εὐθύς σε ἐπέγνω, Θεοῦ κατοικητήριον. |
As the Interpreter of old saw you, O pure and all-immaculate, as a gate looking towards the unsetting light, he at once knew you to be the dwelling place of God. [Lash] |
|
ᾨδὴ Ϛʹ. |
Ode vi. |
|
Ἦχος πλ. αʹ. Μαινομένην κλύδωνι. |
Mode pl. 1. N/M (I implore You, Master Christ.) |
|
|
Μαινομένην κλύδωνι. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Τριφαὴς ὑπάρχουσα, θεαρχία ὑποστατικῶς, ἑνιαία πέφυκας, ὡς σύμμορφος καὶ ἰσουργός, καὶ κατʼ οὐσίαν καὶ βούλησιν. |
Triple radiance, divine Sovereignty, you are one as like in form and equal in operation according to both being and to will. [Lash] |

Ἱκανῶς ἐδήλωσεν, ὁ Προφήτης ᾄδων τῷ Πατρί, σῷ φωτὶ ὀψόμεθα, τῷ Πνεύματι φῶς τὸν Υἱόν, ἕνα Θεὸν τὸν τρισήλιον. |
The Prophet, singing to the Father: By your light, the Spirit, we shall see light, the Son, fully revealed one God, the triple sun. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Τῶν πταισμάτων λύτρωσιν, καὶ κινδύνων Δέσποτα Θεέ, ἑνικὲ καὶ τρίφωτε, κατάπεμψον σοῖς ὑμνηταῖς, πρεσβείαις τῆς Θεομήτορος. |
Redemption from faults and dangers send down upon those who hymn you, Master, God, single and triple light, at the intercessions God’s Mother. [Lash] |
|
Κάθισμα. |
Kathisma. |
|
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
|
Τὸν συνάναρχον Λόγον. |
|
Τὸ τρισήλιον σέλας δοξολογήσωμεν, καὶ ἁπλὴν τὴν Τριάδα νῦν προσκυνήσωμεν, ὅτι ἐφώτισεν ἡμᾶς, καὶ ἠλέησε, καὶ ἐῤῥύσατο φθορᾶς, τὸ γένος ἄπαν τῶν βροτῶν, λυτρώσασα ἐκ τῆς πλάνης, εἰδώλων πάντα τὸν κόσμον, καὶ Βασιλείαν ἡμῖν παρέσχετο. |
Let us now glorify the three-sunned radiance and let us worship the simple Trinity, for it has enlightened us and delivered from corruption the whole race of mortals, delivered the whole world from the error of idols and granted us the Kingdom. [Lash] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
Ἀπορήσας ἐκ πάντων πρὸς σὲ κατέφυγον, τὴν ἐλπίδα ἁπάντων καὶ τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ ταπεινῶν, κράζων τό· Ἥμαρτον, ἀλλʼ ἐπιμένω τοῖς χείροσιν, ἀναισθητῶν ὁ ἄθλιος, ἐλέησόν με πρὸ τέλους, ἐπίστρεψόν με καὶ ῥῦσαι, πάσης κολάσεως τὸν ἀνάξιον. |
Wholly at a loss, I have fled to you, the hope of all, and the refuge of sinners and the humble, as I cry: I have sinned. But I, insensitive wretch, continue in my badness; have mercy on me before the end, turn me back and deliver me, the unworthy, from every punishment. [Lash] |
|
ᾨδὴ ζʹ. |
Ode vii. |
|
Ἦχος πλ. αʹ. Ὁ ὑπερυψούμενος. |
Mode pl. 1. N/M (Praiseworthy and beyond measure.) |
|
|
Ὁ ὑπερυψούμενος. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Ὡς ἐλέους ἄβυσσον, κεκτημένος Κύριε, καὶ πέλαγος ἄπειρον, οἰκτίρμον ἐλέησον, τοὺς ἕνα σε ὑμνοῦντας, τριλαμπῆ Θεὸν τῶν ὅλων. |
In possessing an abyss and an infinite sea of mercy, pitying Lord, have mercy on those who hymn you, one God all things and yet threefold light. [Lash] |

Τὸν ἀπερινόητον, ἑνικὸν καὶ τρίφωτον, Θεόν σε καὶ Κύριον, ὑμνοῦντες βοῶμέν σοι· Παράσχου τοῖς σοῖς δούλοις, ἱλασμὸν ἁμαρτημάτων. |
Praising you the incomprehensible, single yet triple light, God and Lord, we cry to you: Grant to your servants pardon of offences. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ῥάδαμνον ἐβλάστησας, τῷ Πατρὶ συνάναρχον, ἄνθος τῆς Θεότητος, βλαστὸν συναΐδιον, Παρθένε τὸν διδοῦντα, τὴν ζωὴν πᾶσιν ἀνθρώποις. |
Like the Father without beginning is the branch you have put forth, O Virgin, flower of the Godhead, co-eternal shoot, who gives life to all humankind. [Lash] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
|
Ἦχος πλ. αʹ. Σοὶ τῷ παντουργῷ. |
Mode pl. 1. N/M (Summoning a worldwide chorus.) |
|
|
Σοὶ τῷ παντουργῷ. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Ἵνα τῆς μιᾶς, ἀνακαλύψῃς πάλαι, σαφῶς Κυριότητος, τριττὴν ὑπόστασιν, ὤφθης Θεέ μου, ἐν σχήματι ἀνθρώπων, Ἀβραὰμ ὑμνοῦντι, σὸν κράτος ἑνιαῖον. |
Even that of old you might clearly reveal the triple hypostasis of the one Lordship, you appeared, my God, in human form to Abraham as he praised your single might. [Lash] |

Σύ με πρὸς τὰς σάς, θεουργικὰς ἀκτῖνας, δέρκειν καταξίωσον, φῶς τὸ ἀπρόσιτον, Πάτερ οἰκτίρμον, καὶ Λόγε καὶ τὸ Πνεῦμα, τοῦ εὐαρεστεῖν σοι, ἀεὶ Κύριε πάντων. |
Let me be worthy to descry your divinely working rays, O unapproachable light, compassionate Father, Word and Spirit, that I may ever be pleasing to you, Lord of all. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἤστραψας ἡμῖν, τῆς τρισηλίου δόξης, τὸν ἕνα Πανύμνητε, Χριστὸν τὸν Κύριον, πάντας μυοῦντα τὴν μίαν θεαρχίαν, ἐν τρισὶ προσώποις, ὑμνεῖν εἰς τοὺς αἰῶνας. |
You made one of the three-sunned glory blaze forth for us, All-praised Virgin, Christ the Lord, who initiates all to sing the praise of the one divine Sovereignty to all the ages. [Lash] |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Ἦχος πλ. αʹ. Ἠσαΐα χόρευε. |
Mode pl. 1. N/M (O Isaiah, dance with joy.) |
|
|
Ἠσαΐα χόρευε. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Λαλιαί σε βρότειαι, κατʼ ἀξίαν Ἄναρχε μονάς, οὐ σθένουσιν ὑμνεῖν, πλὴν ὡς ἐφικτόν, τολμῶντες ἐκ πίστεως, θεαρχικὴ σύνθρονε Τριάς, δόξαν προσφέρομεν, τῷ σῶ κράτει καὶ τὴν αἴνεσιν. |
Mortal speech has no strength to hymn you worthily, O Unity without beginning; unless, daring as far as is attainable from faith, O Trinity of equal throne, we offer divine glory and praise to your might. [Lash] |

Ἰσοῤῥόπῳ δόξῃ σε, τὸν μονάρχην τρίφωτον Θεόν, δοξάζει τὰ Χερουβείμ, καὶ τὰ Σεραφείμ, ἀχράντοις ἐν στόμασι, μεθʼ ὧν ἡμᾶς τοὺς ἁμαρτωλούς, πρόσδεξαι Κύριε, τὸ σὸν κράτος μεγαλύνοντας. |
With mouths unsullied, Cherubim and Seraphim glorify you, the one God of threefold light, with equal-matching glory; with them, Lord, also accept us sinners, who magnify your might. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὡς ἁγνὴ καὶ ἄμωμος, καὶ παρθένος τέτοκας Υἱόν, λυτρούμενον ἡμᾶς, ἀπὸ πειρασμῶν, Θεὸν ἀναλλοίωτον, ἀλλὰ καὶ νῦν ἄφεσιν ἡμῖν, τῶν παραπτώσεων, τοῦτον δοῦναι καθικέτευε. |
As pure, blameless and virgin you bore a Son, who delivers us from temptations, God without change; but now implore him too to give us forgiveness of faults. [Lash] |
Εἰ οὐκ ἐτελέσθη ἡ Λιτὴ εἰς τὸν Ἑσπερινόν, τὰ ἑξῆς· |
If the Lity was not sung at Vespers, sing the following: |
|
Ἰδιόμελα τῆς Λιτῆς. |
Idiomela of the Lity. |
|
Δόξα. |
Glory. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἰδιόμελον. Ἦχος δʹ. |
Idiomelon. Mode 4. |
|
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ, ὑμνήσω σου τὴν δύναμιν. |
Considering his whole life to be night, the Blind man cried out to you, O Lord: "Open my pupils, Son of David, our Saviour, that with all I too may hymn your power." [Lash] |
|
Καὶ νῦν. |
Both now. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Νεῦσον παρακλήσεσι σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι· σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. |
Look upon the supplication of your servants, O All-unblemished, bringing to an end the dread assaults that beset us and calming all our distress; for we have only you as safe and sure anchor, and we have obtained your protection. Sovereign Lady, may we who entreat you not be put to shame; make haste to hear the supplication of us who cry to you with faith: Hail, Sovereign Lady, help, joy and protection of all, and salvation of our souls. [Lash] |
|
Τριαδικὰ Μεγαλυνάρια |
Megalynaria to the Trinity |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τὴν ὑπέρθεον ὑμνεῖν Τριάδα, Ἄναρχον Πατέρα καὶ παντουργόν, Συνάναρχον Λόγον, πρὸ αἰώνων ἐκ τοῦ Πατρός, ἀῤῥεύστως τεχθέντα, καὶ τὸ Ἅγιον Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκπορευόμενον. |
It is truly right to praise the divine Trinity, the Father without beginning and Maker of all, the co-eternal Word, born without change from the Father before the ages, and the Holy Spirit, proceeding timelessly from the Father. [Lash] |
|
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τοῦ δοξάζειν σε τὸν Θεὸν Λόγον· Ὃν φρίττει καὶ τρέμει τὰ Χερουβείμ, καὶ δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην, φόβῳ δοξάσωμεν. |
It is truly right to glorify you, God the Word, at whom the Cherubim quail and tremble and whom the Powers of heaven glorify. Christ, the giver of life, who rose from the grave on the third day, with fear let us glorify. [Lash] |
|
Ὑμνήσωμεν πάντες θεοπρεπῶς, ᾄσμασιν ἐνθέοις, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ θεῖον, τρισυπόστατον κράτος, τὴν μίαν Βασιλείαν, καὶ Κυριότητα. |
As befits God, let us all praise with songs inspired the Father and the Son and the divine Spirit, three-personned might, one kingship and dominion. [Lash] |
|
Ἐκ νεκρῶν ἰδοῦσα τὸν σὸν Υἱόν, ἄχραντε Παρθένε, ἀναστάντα θεοπρεπῶς, χαρᾶς ἀνεκφράστου, ἡ κτίσις ἐπληροῦτο, αὐτὸν δοξολογοῦσα, καὶ σὲ γεραίρουσα. |
Immaculate Virgin, all creation seeing your Son risen from the dead, as befits God, has been filled with unspeakable joy, as it glorifies him and honours you. [Lash] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ὑπακοή. Ἦχος πλ. αʹ. |
Hypakoe. Mode pl. 1. |
|
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. |
The Myrrhbearers, astounded in mind by the vision of the Angel yet enlightened in soul by the divine Resurrection, announced the good tidings to the Apostles: Tell among the nations the Lord’s Resurrection, who works with us through wonders, and grants us his great mercy. [Lash] |
Κύριε, ἐλέησον. (μʹ) |
Lord, have mercy. (40) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. |
May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Πάτερ ἅγιε, εὐλόγησον. |
Holy father, give the blessing. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου. |
Let us pray for the peace of the world. |
ΑΝΑΓΝΩΣΤΗΣ (χῦμα μεθʼ ἑκάστην δέησιν) |
READER (intoned after each petition) |
Κύριε, ἐλέησον. |
Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
For all pious and Orthodox Christians. |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
For our Archbishop our Archbishop (name). |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους. |
For our nation. |
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ. |
For the armed forces. |
Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν. |
For our fathers and mothers, sisters and brothers, who are far away. |
Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν. |
For those who have mercy on us and serve us. |
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς. |
For those who hate us and those who love us. |
Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. |
For those who have asked us the unworthy to pray for them. |
Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων. |
For the release of captives. |
Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων. |
For those who are traveling. |
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων. |
For those who are ill. |
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς. |
Let us pray also for the abundance of the fruits of the earth. |
Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων. |
And for all our family and friends who have fallen asleep before us, the Orthodox here and everywhere piously laid to sleep. |
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Let us also say for ourselves: Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |