Βιβλία - Πηγαί |
Books - Sources |
Πεντηκοστάριον |
Pentecostarion |
Δευτέρα τοῦ Ἁγίου Πνεύματος |
Monday of the Holy Spirit |
Μηναῖον - Τῌ Αʹ ΙΟΥΝΙΟΥ |
Menaion - June 1 |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
|
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διʼ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι. (3) |
Blessed are you, Christ our God, who revealed the fishermen to be most wise by sending down to them the Holy Spirit, and so through them catching the whole world in a net: Lover of mankind, glory to you! (3) [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ. |
Mode 4. Joseph marveled. |
|
|
Κατεπλάγη Ἰωσήφ. |
|
Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον, ἐφώτισε. |
Believers, let us radiantly celebrate the post-festal and final feast; for this is Pentecost, fulfilment of the promise and the appointed time; for on this day the fire of the Advocate came down immediately to earth, as in the form of tongues, and enlightened the Disciples, and revealed them as initiates of heaven. The light of the Advocate has come and enlightened the world. [Lash] |
|
Δόξα· καὶ νῦν. Τὸ αὐτό. |
Glory. Both now. Repeat. |
|
Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον, ἐφώτισε. |
Believers, let us radiantly celebrate the post-festal and final feast; for this is Pentecost, fulfilment of the promise and the appointed time; for on this day the fire of the Advocate came down immediately to earth, as in the form of tongues, and enlightened the Disciples, and revealed them as initiates of heaven. The light of the Advocate has come and enlightened the world. [Lash] |
|
Κάθισμα Βʹ. |
Kathisma II. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ. |
Mode 4. Joseph marveled. |
|
|
Κατεπλάγη Ἰωσήφ. |
|
Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα· καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, διʼ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον ἐφώτισε. |
The well-spring of the Spirit, coming down on those on earth and parted into fire-bearing rivers, spiritually bedewed the Apostles and guided them to light; and the fire became for them a cloud of dew and a flame of rain enlightening them, through whom we have received grace through fire and water. The light of the Advocate has come and enlightened the world. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα· καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, διʼ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον ἐφώτισε. |
The well-spring of the Spirit, coming down on those on earth and parted into fire-bearing rivers, spiritually bedewed the Apostles and guided them to light; and the fire became for them a cloud of dew and a flame of rain enlightening them, through whom we have received grace through fire and water. The light of the Advocate has come and enlightened the world. [Lash] |
bookmark |
bookmark |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you are the King of peace and the Saviour of our souls, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε· καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα. |
When the Most High came down he confused the tongues, divided the nations; but when he parted the tongues of fire, he called all to unity, and with one voice we glorify the all-holy Spirit. [Lash] |
|
Ὁ Οἶκος. |
Oikos. |
Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν· μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ· ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν Οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα. |
Speedy and constant consolation give us, Your servants, O Jesus, when our spirits become despondent. Do not part from our souls when we are in trouble, nor be far from our minds when we are in peril. But draw near to us, draw near, O You who are everywhere. And as You are always with Your Apostles, so also unite yourself to us who long for You the Compassionate; so that united to You we may extol and glorify Your all-holy Spirit. [GKD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Αʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουστίνου τοῦ Φιλοσόφου. |
On June 1 we commmemorate the holy Martyr Justin the Philosopher. |
Τῇ αὐτῇ ἡμέραᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰούστου, Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Εὐελπίστου, Ἱέρακος, Παίωνος, καὶ Βαλλεριανοῦ. |
On this day we also commemorate the holy Martyrs Chariton, Charito, Evelpistus, Hierax, Peon, and Valerian (or Liberianus), who witnessed with Saint Justin at Rome. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φίρμου τοῦ Μάρτυρος. |
On this day we also commemorate the holy Martyr Firmus. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεσπεσίου. |
On this day we also commemorate the holy Martyr Thespesius. |
Διήγησις ὠφέλιμος γεωργοῦ τινος Μετρίου ὀνομαζομένου. |
We also relate the edifying story of the farmer named Metrios. |
Ὁ Ἅγιος Ἱερομάρτυς καὶ Ἐπίσκοπος Πύῤῥος ὁ Παρθένος ἐν εἰρήνῃ τελειοῦται. |
The Holy Hieromartyr and Bishop Pyrrus the Virgin who reposed in peace. |
|
Τοῦ Πεντηκοσταρίου. |
From the Pentecostarion. |
Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ. |
On this day, Monday after Pentecost, we celebrate the all-holy, life-giving, and almighty Spirit, God, one of the Trinity, same in honor, essence, and glory with the Father and the Son. |
|
Στίχοι |
Verses |
Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου, |
Everything that breathes, glorify the Lord’s Spirit, |
Διʼ οὗ πονηρῶν πνευμάτων φροῦδα θράση. |
through whom gone is the impudence of evil spirits. |
Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν. |
By the coming of Your Holy Spirit, by the intercessions of Your Apostles, O Christ God, have mercy on us. Amen. |
bookmark |
bookmark |
Katavasias Odes 1-8 |
Katavasias Odes 1-8 |
ΧΟΡΟΣ |
CHOIR |
|
Καταβασίαι τῆς Πεντηκοστῆς Βʹ |
Katavasias of Pentecost II |
|
ᾨδὴ αʹ. Ἦχος δʹ. |
Ode i. Mode 4. |
|
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, * Ἐῤῥητόρευσε τὸν θεογράφον νόμον· * Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, * Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος * Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. |
The slow of tongue, covered in divine darkness, * Proclaimed the law written by God; * For shaking the dust from his mind’s eye, * He sees the One Who Is, and is initiated * Into knowledge of the Spirit, as he gives praise with songs inspired. [Lash] |
|
ᾨδὴ γʹ. |
Ode iii. |
|
Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας, * Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, * Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι * Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, * Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων. |
Only the prayer of the prophetess Anna * Of old, who brought a broken spirit * To the Mighty One and God of knowledge, * Broke the fetters of a childless womb * And the harsh insult of one with many children. [Lash] |
|
ᾨδὴ δʹ. |
Ode iv. |
|
Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, * Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. * Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, * Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, * ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε. |
Now, O King of kings, Alone from the Alone, * Word who came forth from the Father without cause, * As Benefactor you have unerringly sent out * Your Spirit, equal in strength, to the Apostles, * As they sing: Glory to your might, O Lord. [Lash] |
|
ᾨδὴ εʹ. |
Ode v. |
|
Λυτήριον κάθαρσιν ἀμπλακημάτων, * Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, * Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας· * Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, * Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις. |
O light-formed children of the Church, * Receive the Spirit’s fire-breathing dew, * A redeeming purification of offences; * For now a law has gone out from Sion, * The torch-tongue-formed grace of the Spirit. [Lash] |
|
ᾨδὴ Ϛʹ. |
Ode vi. |
|
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, * Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, * Ἵνʼ ὡς Προφήτην θηρὸς ἐκ θαλατίου, * Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, * Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα. |
O Christ, the Master, you shone from the Virgin * As pardon and salvation for us, * That like the prophet Jonas from the belly * Of the sea beast, you might snatch from corruption * The whole fallen race of Adam. [Lash] |
|
ᾨδὴ ζʹ. |
Ode vii. |
|
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, * Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας· * Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, * Σεβασμιάζει τοῦ βοᾷν· Τριὰς μόνη, * Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ. |
Harmonious melody of instruments decreed * Reverence to the lifeless idol wrought of gold. * But the Advocate’s life-bearing grace * Inspires with reverence to cry: Only Trinity, * Equal in strength, without beginning, blessed are you. [Lash] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα, * Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος, * Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον, * Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, * ἡ δημιουργηθεῖσα σύμπασα κτίσις. |
The triple radiant type of Godhead’s source * Looses the bonds and turns the flame to dew; * Youths give praise; while all created nature * Blesses the only Saviour and Creator * Of all as Benefactor. [Lash] |
|
|
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
ᾨδὴ θʹ. Κανὼν Αʹ. |
Ode ix. Canon 1. |
|
Ἦχος βαρύς. Ὁ Εἱρμός. |
Grave Mode. Heirmos. |
|
|
Μὴ τῆς φθορᾶς. |
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου Πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. (δίς) |
Conceiving without knowing corruption, lending your flesh to the Word, the deviser of all, Mother knowing no man, Virgin Mother of God, vessel of the uncontainable, space for your infinite Maker, we magnify you. (2) |
|
Τροπάρια. |
Troparia. |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφʼ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν. |
The fire-breathing zealot of old, riding with joy on the blazing fiery chariot, showed forth the breath which has now shone out on the Apostles from on high, enlightened by which they have made known the Trinity to all. [Lash] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
|
Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι. |
A strange thing, outside the law of nature, has been heard: for when the one voice of the Disciples rang out, by the grace of the Spirit peoples, tribes and tongues were diversely instructed in the mighty works of God and were initiated into knowledge of the Trinity. [Lash] |
|
Κανὼν Βʹ τῆς Ἑορτῆς. |
Canon 2 of the Feast. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
ᾨδὴ θʹ. Ἦχος δʹ. Ὁ Εἱρμός. |
Ode ix. Mode 4. Heirmos. |
|
|
Χαίροις Ἄνασσα. |
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος· * Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, * Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως· * Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον * Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν. (δίς) |
Hail, Queen, glorious virgin mother; * For every fluent, every eloquent mouth * With oratory has not the strength to sing you worthily; * But every mind is dizzy when it seeks to understand * Your giving birth; therefore with one accord we glorify you. (2) [Lash] |
|
Τροπάρια. |
Troparia. |
|
Δόξα. |
Glory. |
|
Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην· * Μόνη γὰρ ἐν δίνῃσι κεκρύφει Λόγον, * Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν· * Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος * Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος. |
It is right to tell of the Maiden who produced life; * For she alone concealed in her round womb the Word, * Who heals the sick nature of mortals; * Who now, seated on the throne on the right hand * Of the Father, has sent the grace of the Spirit. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ὅσοις ἔπνευσεν ἡ θεόῤῥυτος χάρις, * Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι, * Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην, * Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες, * Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν. |
On as many as the grace which flows from God has breathed, * Resplendent, dazzling, transformed, * With a strange, most glorious transformation, * We have come to know the Essence of equal might, indivisible, * Wise, of triple radiance; and we give glory. [Lash] |
Ode 9: Katavasia |
Ode 9: Katavasia |
|
ᾨδὴ θʹ. Καταβασία. Ἦχος δʹ. |
Ode ix. Katavasia. Mode 4. |
|
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος· * Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, * Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως· * Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον * Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν. |
Hail, Queen, glorious virgin mother; * For every fluent, every eloquent mouth * With oratory has not the strength to sing you worthily; * But every mind is dizzy when it seeks to understand * Your giving birth; therefore with one accord we glorify you. [Lash] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the Powers of heaven praise you and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Ἐξαποστειλάρια. |
Exaposteilaria. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
|
Ὁ οὐρανὸν τοῖς ἄστροις. |
|
Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ διʼ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας. (δίς) |
All-holy Spirit, proceeding from the Father, and through the Son dwelling in the unlettered Disciples, save and sanctify all those who acknowledge you as God. (2) [Lash] |
|
Ἕτερον. |
Another. |
|
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
|
Ὁ οὐρανὸν τοῖς ἄστροις. |
|
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη· καὶ διʼ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. |
The Father is light, the Word is light, and the Holy Spirit is light, who was sent to the Apostles in fiery tongues; and through him the whole world is guided by light to worship the holy Trinity. [Lash] |
bookmark |
bookmark |
|
Οἱ Αἶνοι. Ἦχος βʹ. |
Lauds. Mode 2. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. |
|
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
|
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς. |
Stichera Idiomela for the Feast. |
|
Ἦχος βʹ. |
Mode 2. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
|
Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα· καὶ εἰς τοὺς αἰῶνας, σὺ εἶ ὁ Θεὸς ἡμῶν. |
In the Prophets you announced to us the way of salvation, our Saviour, and in the Apostles shone the grace of your Spirit; you are God first of all, and in the future; and to the ages you are our God. [Lash] |
|
Ἦχος βʹ. |
Mode 2. |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
|
Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα· καὶ εἰς τοὺς αἰῶνας, σὺ εἶ ὁ Θεὸς ἡμῶν. |
In the Prophets you announced to us the way of salvation, our Saviour, and in the Apostles shone the grace of your Spirit; you are God first of all, and in the future; and to the ages you are our God. [Lash] |
|
Ἦχος βʹ. |
Mode 2. |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
|
Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε Κύριε. |
In your courts I will sing your praise as the Saviour of the world, and bending the knee I will worship your invincible power, at evening and morning and midday, and at every moment I will bless you, O Lord. [Lash] |
|
Ἦχος βʹ. |
Mode 2. |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
|
Ἐν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα, καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν. |
In your courts, Lord, bending the knee of soul and body we the faithful praise you, the Father without beginning, and the Son, likewise without beginning, and the co-eternal and all-holy Spirit, who enlighten and hallow our souls. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοποιΐας· γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν, διὰ τὴν δόξαν τῆς Θεογνωσίας. Ἐκεῖ κατεδίκασε Θεὸς τοὺς ἀσεβεῖς τῷ πταίσματι· ἐνταῦθα ἐφώτισε Χριστὸς τοὺς ἁλιεῖς τῷ Πνεύματι. Τότε κατειργάσθη ἡ ἀφωνία, πρὸς τιμωρίαν· ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. |
Once tongues were confused through the presumption of building the tower; but now tongues have been made wise through the glory of the knowledge of God. There God condemned the impious for their offence; here Christ has enlightened the fishermen with the Spirit. Then discord was wrought for punishment; now concord is renewed for the salvation of our souls. [Lash] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
bookmark |
bookmark |
|
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
|
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory to you who have shown us the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [Lash] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise you, * we bless you, * we worship you, * we glorify you, * we give you thanks * for your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord, King, * God of heaven, * Father, Almighty, * Lord, only-begotten Son, * Jesus Christ * and holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, * Lamb of God, * Son of the Father, * who takes away the sin of the world, * have mercy on us; * you take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Receive our prayer, * you who sit at the right hand of the Father, * and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For you alone are holy, * you alone are Lord, * Jesus Christ, * to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Grant, Lord, * this day * to keep us without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διʼ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι. |
Blessed are you, Christ our God, who revealed the fishermen to be most wise by sending down to them the Holy Spirit, and so through them catching the whole world in a net: Lover of mankind, glory to you! [Lash] |