Βιβλία - Πηγαί |
Books - Sources |
Ὀκτώηχος - Ἦχος πλ. δʹ. |
Octoechos - Mode pl. 4. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Πεντηκοστάριον |
Pentecostarion |
ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ |
Sunday of All Saints |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι. |
You came down from on high, O Compassionate, you accepted burial for three days, that you might free us from the passions. Our Life and Resurrection, Lord, glory to you. [Lash] |
|
Δόξα. Τῶν Ἁγίων. |
Glory. For the Saints. |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, διʼ αὐτῶν βοᾷ σοι, Χριστὲ ὁ Θεός· Τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
Clothed as in purple and fine linen with the blood of your Martyrs throughout the world, your Church cries out to you through them, Christ God: Send down your pity on your people; grant peace to your commonwealth and to our souls your great mercy. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Τὸ ἀπʼ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διʼ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. |
The mystery hidden from all eternity and unknown to Angels has been revealed to those on earth through you, O Mother of God: God being made flesh in a union without confusion, and willingly accepting the Cross for us, through which he raised the first-formed man and saved our souls from death. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Αὐτόμελον. |
Mode pl. 4. Automelon. |
|
|
Ἀνέστης ἐκ νεκρῶν. |
|
Ἀνέστης ἐκ νεκρών, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. |
You rose from the dead, the Life of all, and an Angel of light cried out to the women: Cease your tears. Give the good tidings to the Apostles Cry aloud in hymns that Christ the Lord has risen, who as God was well-pleased to save the human race. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
|
|
|
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι. |
Mortals sealed your grave, O Saviour; an Angel rolled the stone from the door; Women saw you risen from the dead, and it was they who gave the good tidings to your Disciples in Sion: The life of all has risen and the bonds of death are loosed. Lord, glory to you. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὁ διʼ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. |
You were born for us from a Virgin, and endured crucifixion, loving Lord; by your death you despoiled Death, and revealed resurrection as God; do not despise those whom you fashioned with your own hand; show us your compassion, O Merciful; accept the Mother of God who bore you as she intercedes for us, and save, our Saviour, a people in despair. [Lash] |
|
Κάθισμα Βʹ. |
Kathisma II. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Τὸ προσταχθέν. |
Mode pl. 4. When he perceived. |
|
|
Τὸ προσταχθέν. |
|
Λευχειμονῶν ὁ Γαβριὴλ φαιδρὸς ἐπέστη, ὥς περ ἐν εἴδει ἀστραπῆς, Χριστοῦ τῷ τάφῳ, καὶ τὸν λίθον ἐκύλισεν ἀπὸ τοῦ μνημείου, καὶ φόβος μέγας συνέσχε σοῦ τοὺς φρουρούς, καὶ ἄφνω ἔμειναν πάντες ὡσεὶ νεκροί, ἀπὸ τοῦ τάφου οἱ φύλακες, καὶ τοῦ λίθου ἡ σφραγίς. Αἰσχύνθητε παράνομοι, γνῶτε, ὅτι ἀνέστη Χριστός. |
Arrayed in white, Archangel Gabriel appeared bright * and shone like lightning at the Savior Christ’s gravesite, * and he rolled back the stone from the sepulcher’s entrance. * The guards then were overcome with a mighty fear, * and suddenly they became like dead men. * Gone, the guards from the sepulcher; gone, the seal from the stone. * Embarrassed be the lawless ones, surely knowing that Christ arose. [SD] |
|
Δόξα. |
Glory. |
|
Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. |
Mode pl. 4. By conceiving the Wisdom. |
|
|
Τὴν Σοφίαν καὶ Λόγον. |
|
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ· καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα. |
When you had truly risen from the tomb you ordered the holy women to proclaim the Resurrection to the Apostles, as it is written; and Peter, coming at full speed, stood by the grave and seeing the light in the tomb was struck with amazement. And so he both saw the grave clothes lying there alone, without the divine body, and he believed and cried out: Glory to you Christ God, because you save us all, our Saviour, for you are the brightness of the Father. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
|
|
|
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι. |
Because of you, O Full of grace, all creation rejoices, the ranks of Angels and the human race; hallowed Temple and spiritual Paradise, pride of Virgins; from you God was incarnate and he who is our God before the ages became a little child. For he made your womb a throne and caused it to become wider than the heavens. Because of you, O Full of grace, all creation rejoices; glory to you. [Lash] |
bookmark |
bookmark |
|
Εὐλογητάρια Ἀναστάσιμα. |
Resurrectional Evlogetaria. |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα. |
When the hosts of the Angels saw how You were accounted among the dead, they all marveled. You, O Savior, are the One who destroyed the might of death; and when You arose You raised Adam with yourself and from Hades liberated everyone. [SD] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. |
“Why do you mingle the ointments with your tears full of pity, O women disciples?” Thus the Angel who was shining in the tomb cried to the myrrh-bearing women. “See for yourselves the empty tomb and understand, that the Savior has risen from the sepulcher.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. |
Very early in the morning, the myrrh-bearing women were hastening to Your tomb lamenting. But the Angel appeared to them and uttered, “The time for lamentation has ended; weep no more. Go announce the Resurrection to the Apostles.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. |
When the myrrh-bearing women had come with their spices to Your sepulcher, O Savior, they heard the voice of an Angel clearly speaking to them, “Why do you account among the dead the One who lives? For as God, He has risen from the sepulcher.” |
|
Δόξα. |
Glory. |
|
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. |
We bow down in worship to the Father and His Son and the Holy Spirit, the Holy Trinity, one in essence; and we cry aloud with the Seraphim: Holy, Holy, Holy are You, O Lord. |
|
Καὶ νῦν. |
Both now. |
|
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. |
Giving birth to the Giver of life, O Virgin, you delivered Adam from sin, and to Eve you have rendered joy in place of sorrow. He who from you became incarnate, God and man, has directed to life him who fell from it. |
|
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3) |
Alleluia. Alleluia. Alleluia. Glory to you, O God. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed and glorified is your all-honoured and majestic name, of the Father, the Son and the Holy Spirit now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ὑπακοή. Ἦχος πλ. δʹ. |
Hypakoe. Mode pl. 4. |
Αἱ μυροφόροι τοῦ ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
The myrrh-bearing women standing at the grave of the Giver of life were seeking the immortal Master among the dead; and when they received the good tidings of joy from the Angel they revealed to the Apostles that Christ had risen, granting the world his great mercy. [Lash] |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Οἱ Ἀναβαθμοί. |
Anavathmoi. |
|
Ἀντίφωνον Αʹ. Ἦχος πλ. δʹ. |
Antiphon 1. Mode pl. 4. |
|
Ἐκ νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε, τροποῦμαι τοῦτον. |
From my youth the enemy tempts me, enflames me with pleasures; but I, trusting in you, Lord, put him to flight. [Lash] |
|
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων. |
Those that hate Sion, let them become like grass before it is dug up; for Christ will cut their necks with a sharp blade of torments. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ. |
By the Holy Spirit all things live; Light from Light, great God: we sing his praise with the Father and the Word. [Lash] |
|
Ἀντίφωνον Βʹ. |
Antiphon 2. |
|
Ἡ καρδία μου, τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον. |
Let my humble heart be sheltered by fear of you; lest it fall away from you by being exalted, O most compassionate. [Lash] |
|
Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει. |
He who has his hope in the Lord will not be afraid when he judges all things by fire and punishment. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον. |
By the Holy Spirit everyone that is godly sees and foretells and works the greatest wonders, as they sings one God in three Persons; for though it shines with triple light, the Divine rules as one. [Lash] |
|
Ἀντίφωνον Γʹ. |
Antiphon 3. |
|
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε. |
I have cried to you, Lord, give heed, bend your ear to me as I call and cleanse me before you take me from what is here. [Lash] |
|
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων. |
Each one who sinks back upon his mother earth will depart to receive torments or rewards for their life’s actions. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν. |
By the Holy Spirit contemplation of God is of a thrice-holy unity; for the Father is without beginning, from whom was the Son beyond time, and the Spirit equal in form and majesty, shining forth equally from the Father. [Lash] |
|
Ἀντίφωνον Δʹ. |
Antiphon 4. |
|
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλʼ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν. |
Behold, what so good, what so pleasant as brothers dwelling together? For by this the Lord promised eternal life. [Lash] |
|
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν. |
The One who adorns the lilies of the field commands us not to be concerned over our clothing. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως. |
By the Holy Spirit, by one single cause all things gain the reward of peace; for he is God exactly consubstantial with both the Father and the Son. [Lash] |
|
Προκείμενον. |
Prokeimenon. |
|
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς) |
The Lord shall reign forever; your God, O Zion, to all generations. (2) |
Στίχ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. |
Verse: Praise the Lord, O my soul! |
|
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. |
The Lord shall reign forever; your God, O Zion, to all generations. [SAAS] |
Eothinon Gospel (Not EP / GOA) |
Eothinon Gospel (Not EP / GOA) |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are holy, our God, who rest among the Saints, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
bookmark |
bookmark |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς ἁγίας τραπέζης) |
PRIEST (from the altar table) |
|
Ἑωθινὸν Αʹ |
Eothinon 1 |
|
Ματθαῖον 28:16 – 20 |
Matthew. 28:16 – 20 |
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν. |
At that time, the eleven disciples went to Galilee, to the mountain to which Jesus had directed them. And when they saw him they worshiped him; but some doubted. And Jesus came and said to them, “All authority in heaven and on earth has been given to me. Go therefore and make disciples of all nations, baptizing them in the name of the Father and the Son and the Holy Spirit, teaching them to observe all that I have commanded you; and lo, I am with you always, to the close of the age. Amen.” [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. |
Having seen the Resurrection of Christ…, [Lash] |
ΧΟΡΟΣ |
CHOIR |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
|
Ἦχος βʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 2. (or the Mode of the week) |
|
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. |
Wash me thoroughly from my lawlessness and cleanse me from my sin. |
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. |
For I know my lawlessness, and my sin is always before me. |
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. |
Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. |
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. |
For behold, I was conceived in transgressions, and in sins my mother bore me. |
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. |
Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. |
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. |
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. |
You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. |
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. |
Turn Your face from my sins, and blot out all my transgressions. |
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. |
Create in me a clean heart, O God, and renew a right spirit within me. |
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. |
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. |
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. |
Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. |
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. |
I will teach transgressors Your ways, and the ungodly shall turn back to You. |
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. |
Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. |
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. |
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. |
For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. |
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. |
A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. |
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. |
Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built. |
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. |
Then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings. |
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. |
Then shall they offer young bulls on Your altar. And have mercy on me, O God. [SAAS] |
|
Δόξα. |
Glory. |
|
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Apostles, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
|
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος. |
Jesus, having risen from the grave as He foretold, has granted us eternal life and great mercy. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save your people and bless your inheritance. Look upon your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us your rich mercies, |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· |
through the prayers of our all-pure Lady, Mother of God and Ever-Virgin Mary; by the power of the precious and life-giving Cross; through the protection of the honoured Bodiless Powers of heaven; through the intercessions of the honoured, glorious Prophet, Forerunner and Baptist John; of the holy, glorious and all-praised Apostles; our Fathers among the Saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian and John Chrysostom, Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonder-workers; the holy, glorious great Martyrs George the Victorious, Demetrios the Myrobletes, Theodore the Teron, and Theodore the General, Menas the Wonderworker, the Hieromartyrs Haralambos and Eleftherios; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; of our holy God-bearing Fathers; (local patron saint); of the holy and righteous Forebears of God, Joachim and Anna, and All Saints, |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
By the mercy and compassion and love for humankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Ode 1: Octoechos: Canon-1 |
Ode 1: Octoechos: Canon-1 |
|
Ὁ Κανών |
The Canon |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode i. Mode pl. 4. Heirmos. |
|
|
Ἁρματηλάτην Φαραώ. |
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα. |
Moses’ wonderworking staff, striking and dividing the sea in the figure of a cross, once drowned Pharao the charioteer, while it saved Israel the fugitive as he marched on foot, singing a song to God. [Lash] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν· ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον. |
How can we not marvel at Christ’s all-powerful divinity? To the faithful it pours out dispassion from his passion, while from his holy side it sheds a fount of incorruption and from his tomb eternal life. [Lash] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ Κύριος. |
How glorious does the Angel now appear to the Women, wearing the bright symbols of innate and immaterial purity; while by his form he reveals the radiance of the Resurrection as he cries out, 'The Lord has been raised!' [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν. |
Glorious things have been said of you in generation after generation, Virgin Mother of God, who, while remaining pure, contained in your womb God the Word. And so we all honour you as our protection after God. [Lash] |
|
|
Ode 1: Pentecostarion: Canon-1 |
Ode 1: Pentecostarion: Canon-1 |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Ἁρματηλάτην Φαραώ. |
Mode pl. 4. The rod of Moses. |
|
|
Ἁρματηλάτην Φαραώ. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Τῶν σῶν Ἁγίων ἀνυμνῶν τὰ τάγματα, τῷ σῷ φωτὶ τὴν ψυχήν, ταῖς προσευχαῖς τούτων, αὐγασθῆναι δέομαι· σὺ γὰρ εἶ φῶς ἀπρόσιτον, τῆς ἀγνοίας τὸν ζόφον, διώκων τοῖς σοῖς πυρσεύμασι, Λόγε τοῦ Θεοῦ φωτοδότα Χριστέ. |
As I sing the praise of the ranks of your Saints, I beg you by your light to shed your rays on my soul at their prayers. For you are the unapproachable light, dispelling the gloom of ignorance by your torches, O Word of God, Christ giver of light. [Lash] |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ὡς ἀνυψώθης ἐπὶ ξύλου, εἵλκυσας, πρὸς σὴν ἐπίγνωσιν, τὴν τῶν ἐθνῶν πᾶσαν, κληρουχίαν Δέσποτα, καὶ φωτὶ κατελάμπρυνας, τῆς ἁγίας Τριάδος, διʼ Ἀποστόλων ἁγίων σου, διʼ ὧν τὴν ἀπάτην ἀπήλασας. |
As you were lifted up on the Tree, Master, you drew to knowledge of you the whole inheritance of the nations, and made it radiant with the light of the holy Trinity through your holy Apostles, through whom you drove out deception. [Lash] |
|
Δόξα. |
Glory. |
|
Νομοθεσίᾳ σου Χριστὲ πειθόμενοι, οἱ σοὶ Ἀπόστολοι, τὰ ἐπὶ γῆς πάντα, εὐσεβῶς ἀπώσαντο· καὶ τῷ φωτὶ τῆς χάριτος, κατεφαίδρυναν πᾶσαν, τὴν οἰκουμένην οἱ ἔνδοξοι, εὐαγγελικῶς σε κηρύττοντες. |
Obedient to your commandment, O Christ, your glorious Apostles devoutly renounced everything on earth; and by the light of grace they made bright the whole inhabited world as they preached you through the Gospel. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Γνώμην ἀνδρείαν αἱ Παρθένοι Πάναγνε, ἀναλαβοῦσαι σαφῶς, μαρτυρικοὺς ἄθλους, ἀκλινῶς ὑπέμειναν, καὶ ψαλμικῶς ὀπίσω σου, τῷ Υἱῷ σου Παρθένε, ἐνθέως συναγαλλόμεναι, τῷ παμβασιλεῖ προσηνέχθησαν. |
The virgins, having taken up a manly intent, unflinchingly endured the contests of martyrdom, and as in the Psalms, all-pure Virgin, following after you rejoicing together, inspired by God, they were offered to your Son, the king of all. [Lash] |
|
|
Ode 1: Katavasia |
Ode 1: Katavasia |
|
ᾨδὴ αʹ. Καταβασία. Ἦχος δʹ. |
Ode i. Katavasia. Mode 4. |
|
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. |
I will open my mouth and it will be filled with the Spirit, and I will utter a word to the Queen and Mother, and I shall be seen keeping glad festival, and rejoicing I will sing her wonders. [Lash] |
|
|
Ode 3: Octoechos: Canon-1 |
Ode 3: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ γʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode iii. Mode pl. 4. Heirmos. |
|
|
Ὁ στερεώσας κατʼ ἀρχάς. |
Ὁ στερεώσας κατʼ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησιάς στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε. |
O Christ, who in the beginning established the heavens with understanding and founded the earth upon the waters, fortify me on the rock of your commandments, because none is holy but you, only lover of humankind. [Lash] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος. |
The saving suffering of your flesh, O Christ, justified Adam, who had been condemned by the taste of sin; for you, who are without sin, revealed that you were not subject to the trial of death. [Lash] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε. |
Jesus, my God, the light of the Resurrection has shone out for those who sat in darkness and the shadow of death, and by your divinity you bound the strong one and scattered his spoil. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν. |
You were revealed as higher than the Cherubim and Seraphim, Mother of God, for you alone received in your womb, O undefiled, the God who cannot be bounded; and so with hymns all we believers ever call you blessed. [Lash] |
|
|
Ode 3: Pentecostarion: Canon-1 |
Ode 3: Pentecostarion: Canon-1 |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Ὁ στερεώσας κατʼ ἀρχάς. |
Mode pl. 4. In the beginning. |
|
|
Ὁ στερεώσας κατʼ ἀρχάς. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ἱερωσύνην ἱεράν, οἱ ἱερεῖς καὶ Ποιμένες, ἐνδυσάμενοι, καὶ ταύτην ἐμφρόνως, κυβερνήσαντες Χριστέ, ἀξίως κετεκόσμησαν, διδασκαλίας λόγον, ἄνωθεν ὄντως πλουτήσαντες. |
The Priests and Shepherds, clothed with sacred priesthood, wisely guided it, O Christ, and worthily adorned it, truly enriched with the word of teaching from on high. [Lash] |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ὡραιωθέντες καλλοναῖς, τῆς πρώτης καλλοποιΐας, καὶ φανέντες ἀπλανεῖς ὡς φωστῆρες, οὐρανώσατε Χριστοῦ, τὴν Ἐκκλησίαν Ἅγιοι, ἄλλοθεν ἄλλος ταύτην, ποικίλως, κατακοσμήσαντες. |
Made fair by the beauties of that first created beauty, and revealed as unerring beacons, you made Christ’s Church a heaven, O Saints, each in his place adorning it in varied ways. [Lash] |
|
Δόξα. |
Glory. |
|
Νόμῳ πειθόμενοι τῷ σῷ, τῶν μακαρίων οἱ δῆμοι, πολυτρόποις ἀρεταῖς φαιδρυνθέντες, ἐπληρώσαντο μονάς, τὰς οὐρανίους χαίροντες· ἄλλην γὰρ ἄλλος πάντες, ταύτας ἀξίως ἐπλήρωσαν. |
Obedient to your law, the companies of the blessed, radiant with virtues of many kinds, have inherited with joy the heavenly mansions; for they all filled them worthily, each one their own. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Παρθενικῆς ἀπὸ γαστρός, τοῦ ἐκ Θεοῦ Θεὸν Λόγον, ἀπεγέννησας ἡμῖν, Θεομῆτορ· ὃν νεάνιδες ἁγναί, θεοπρεπῶς ἐπόθησαν, καὶ σοῦ ὀπίσω πᾶσαι, τούτῳ σαφῶς ἠκολούθησαν. |
Mother of God, from a virgin womb for us you gave birth to God the Word from God; whom pure maidens desired in a godlike manner, and in your train they all followed him. [Lash] |
|
|
Ode 3: Katavasia |
Ode 3: Katavasia |
|
ᾨδὴ γʹ. Καταβασία. Ἦχος δʹ. |
Ode iii. Katavasia. Mode 4. |
|
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. |
O Mother of God, as living and bounteous source, establish those united in spiritual fellowship who sing hymns you of praise, and in your divine glory grant them crowns of glory. [Lash] |
|
|
Ode 3: Short Litany |
Ode 3: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you are our God and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Secondary Kontakion |
Secondary Kontakion |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κοντάκιον Ἀναστάσιμον. |
Resurrectional Kontakion. |
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα χορεύει, ἐν τῇ σῇ ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. |
On rising from the grave you roused the dead and raised up Adam. Eve dances at your Resurrection, and the ends of the world keep festival at your Rising from the dead, O Most Merciful. [Lash] |
|
Ὁ Οἶκος. |
Oikos. |
Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης χαρὰν κομισάμενος· καὶ Ἀποστόλοις σου ἐμήνυσας, τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου πολυέλεε. |
When you had ransacked the palaces of Hell and raised the dead, O Longsuffering, you met the Women bearing myrrh, bringing them joy instead of sorrow; and to your Apostles you revealed the symbols of your victory, my Saviour, giver of life, and you enlightened creation, lover of humankind. Therefore too the world rejoices at your Rising from the dead, O Most Merciful. [Lash] |
|
|
Mid-Ode Kathisma or Hypakoe |
Mid-Ode Kathisma or Hypakoe |
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα. |
Kathisma. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. |
Mode pl. 4. By conceiving the Wisdom. |
|
|
Τὴν Σοφίαν καὶ Λόγον. |
|
Προπατόρων Πατέρων Πατριαρχῶν, Ἀποστόλων Μαρτύρων Ἱεραρχῶν, Προφητῶν καὶ Ὁσίων σου, Ἀσκητῶν καὶ Δικαίων τε, καὶ παντὸς ὀνόματος, ἐγγεγραμμένου ἐν βίβλῳ ζωῆς, τὴν ἁγίαν μνήμην, τελοῦντες Χριστὲ ὁ Θεός, πάντας συγκινοῦμεν, εἰς πρεσβείαν δεόμενοι· Εἰρήνευσον τὸν κόσμον σου, διʼ αὐτῶν ὡς φιλάνθρωπος, ἵνα πάντες βοῶμέν σοι· Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος, ἐν βουλῇ Ἁγίων σου, σὺ ὑπάρχεις ἀληθῶς, ὁ δοξάσας ἀξίως τὴν μνήμην αὐτῶν. |
As we celebrate the holy memory, Christ God, Forebears, Parents, Patriarchs, Apostles, Martyrs, Hierarchs, Prophets and your Holy Ones, Ascetics and Just, and each one whose name is inscribed in the book of life, we urge them all to intercession, as we beg: Give peace to your world through them, as you love mankind, that we may all cry out to you: O God, glorified in the Council of your Saints, you are truly the one who fittingly glorifies their memory. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. |
Mode pl. 4. By conceiving the Wisdom. |
|
|
Τὴν Σοφίαν καὶ Λόγον. |
|
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον σου. |
Let us hymn the heavenly gate and ark, the all-holy mountain, the cloud of light, the heavenly ladder, the spiritual Paradise, the deliverance of Eve, the great treasure of the world; because salvation for the world and forgiveness of ancient offences were wrought in her; therefore we cry to her: Intercede with your Son and God to grant forgiveness of offences to those who devoutly worship your all-holy Offspring. [Lash] |
|
|
Ode 4: Octoechos: Canon-1 |
Ode 4: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ δʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode iv. Mode pl. 4. Heirmos. |
|
|
Σύ μου ἰσχύς. |
Σύ μου ἰσχύς, Κύριε· σύ μου καὶ δύναμις· σὺ Θεός μου· σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. |
You, Lord, are my strength and you are my power, you are my God and you are my joy, who did not leave your Father’s bosom and visited our poverty. Therefore with the Prophet Avvakoum I cry to you, 'Glory to your power, O Lover of mankind!' [Lash] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος· καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμένον ἐδόξασας. |
When I was hostile you loved me greatly. You came down to earth, compassionate Saviour, by a strange self-emptying, not spurning the indignity of my lowest state, and while remaining in the height of your ineffable glory, you glorified the one who had before been dishonoured. [Lash] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅδην πλούτου κενούμενον; τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον Φιλάνθρωπε; |
Who now is not amazed, Master, as they see death destroyed through suffering, corruption taking flight through the Cross, Hell emptied of its wealth through death? This is the amazing action of your power, the Crucified lover of humankind. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας. |
You are the boast of the faithful, Mother without bridegroom, you are the protection, you are the refuge of Christians, their wall and harbour; for you bring their entreaties to your Son, All-blameless Lady, and you save from dangers those who with faith and love acknowledge you to be the pure Mother of God. [Lash] |
|
|
Ode 4: Pentecostarion: Canon-1 |
Ode 4: Pentecostarion: Canon-1 |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Σύ μου ἰσχύς. |
Mode pl. 4. You are my strength. |
|
|
Σύ μου ἰσχύς. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ἀνακραθείς, ὅμιλος ὁ τῶν Ἁγίων σου, διʼ ἀγάπης, καὶ σοὶ ἐνηδόμενος, εἰλικρινῶς τε καὶ καθαρῶς, ἐν ἀγαλλιάσει, χορείαν τὴν ἀκατάλυτον, Ἀγγέλοις συγχορεύει, περὶ σὲ Παντεπόπτα, τὸν ἁπάντων Θεόν τε καὶ Κύριον. |
The company of your Saints, joined together through love and sincerely and purely delighting in you, dances in joy with the perpetual dance of the Angels around you, who see all, the God and Lord of all. [Lash] |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Νεανικῶς, ἔνδοξοι Ἱερομάρτυρες, τῶν Μαρτύρων, στέφος ἀνεδήσασθε, τῷ θεουργῷ χρίσματι τὸ πρίν, τῆς Ἱερωσύνης, ἠγλαϊσμένοι πανόλβιοι· διὸ διπλοῦς στεφάνους, ἐπαξίως λαβόντες, σὺν Χριστῷ αἰωνίως ἀγάλλεσθε. |
Glorious and all-blessed Martyr Priests, once gleaming with the divine anointing of the priesthood, you bound on like youths the Martyrs’ wreath of victory; and so fittingly receiving double crowns, you rejoice with Christ eternally. [Lash] |
|
Δόξα. |
Glory. |
|
Τὸ τῆς σαρκός, φρόνημα ἄπαν τῷ Πνεύματι, θεοφόροι, ὄντως ὑπετάξατε, ἀσκητικῶς τούτου τὰς ὁρμάς, τὰς ἀκατασχέτους, νηστείᾳ καταμαράναντες· καὶ νῦν τῆς ἀπαθείας, τῷ φωτὶ πυρσωθέντες, ἀμοιβὰς τὰς τῶν πόνων εἰλήφατε. |
Godbearing Fathers, you subjected every fleshly thought to the spirit, withering their unruly assaults by fasting and ascetic discipline; and now aflame with the light of dispassion, you have received the rewards of your labours. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Νύμφη Θεοῦ, γέγονας Θεογεννήτρια· τὸν γὰρ τούτου, Λόγον προαιώνιον, σωματικῶς τέτοκας ἡμῖν, ἐν ᾧ καὶ γυναῖκες, ἁγίως πολιτευσάμεναι, καὶ ἄθλοις παμποικίλοις διὰ σοῦ κοσμηθεῖσαι, τὴν Προμήτορος πτῶσιν ἀνώρθωσαν. |
Bride of God, you became Mother of God; for you gave birth for us in bodily form to the Word before time, by whom women also have led holy lives and adorned through you by contests of many kinds, they have restored the fall of our Foremother. [Lash] |
|
|
Ode 4: Katavasia |
Ode 4: Katavasia |
|
ᾨδὴ δʹ. Καταβασία. Ἦχος δʹ. |
Ode iv. Katavasia. Mode 4. |
|
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. |
The Prophet Avvakoum, understanding the unsearchable divine counsel of your incarnation from the Virgin, O Most High, cried out: Glory to your power, O Lord. [Lash] |
|
|
Ode 5: Octoechos: Canon-1 |
Ode 5: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ εʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode v. Mode pl. 4. Heirmos. |
|
|
Ἵνα τί με ἀπώσω. |
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; Ἀλλʼ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. |
Why have you, the Light that never sets, rejected me from your presence, and why has the alien darkness covered me, coward that I am? But turn me back to the light of your commandments and direct my ways, I implore. [Lash] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως. |
You endured being wrapped in a cloak as you were mocked before your Passion, O Saviour, so covering the unsightly nakedness of Adam the First-formed, and being nailed naked to the Cross, stripping off, O Christ, the tunic of death. [Lash] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν. |
Rising out of the dust of death, O Christ, you rebuilt my fallen being and rendered it unageing, displaying it again as a royal image, blazing with the light of incorruption. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα. |
Having obtained a mother’s freedom of speech before your Son, O All-pure, do not neglect your natural providence for us we beg, for you alone we Christians present to the Master as a kindly means of atonement. [Lash] |
|
|
Ode 5: Pentecostarion: Canon-1 |
Ode 5: Pentecostarion: Canon-1 |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Ἵνα τί με ἀπώσω. |
Mode pl. 4. Why reject me, Your servant. |
|
|
Ἵνα τί με ἀπώσω. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Προορᾷν ὡς Προφῆται, θεῖοι τὰ ἐσόμενα κατηξιώθητε, ἃ ἐπιποθοῦντες, εὐγενείᾳ ψυχῆς ἐκαθάρατε, σεμνῇ πολιτείᾳ, ὑμᾶς αὐτούς, ὦ θεοφόροι, φωτιζόμενοι σθένει τοῦ Πνεύματος. |
As godly Prophets you were found worthy to foresee the things to come, longing for which with nobility of soul you purified your selves by holy living, O Godbearers, enlightened by the strength of the Spirit. [Lash] |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ὁ χορὸς τῶν Ἁγίων, νῦν ἐναγλαΐζεται θείοις χαρίσμασιν, οἱ πρὸ νόμου πάντες, Πατριάρχαι, Προφῆται, Ἀπόστολοι, καὶ Μαρτύρων δῆμοι, καὶ Ἀσκητῶν καὶ Διδασκάλων, καὶ Δικαίων σὺν Ἱερομάρτυσι. |
The choir of the Saints is now made bright by divine gifts of grace, all those before the law, Patriarchs, Prophets, Apostles, companies of Martyrs, Ascetics, Teachers and Righteous with Priest Martyrs. [Lash] |
|
Δόξα. |
Glory. |
|
Λαμπομένην ὁρῶντες, τὴν τῶν σῶν Ἁγίων ὁμήγυριν σήμερον, τῇ σῇ Σῶτερ αἴγλῃ, καὶ λαμπάσιν ἀσβέστοις τῆς χάριτος, τὸν σὸν θεῖον πλοῦτον, τῶν ἀγαθῶν, καὶ ἀφθονίαν, ἀνυμνοῦμεν ἀπαύστως Φιλάνθρωπε. |
As we see the throng of your Saints shining today, O Saviour, with your brightness, and with unquenchable lamps of grace, we unceasingly sing the praise of your divine riches and unstinted blessings. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὑπερθαύμαστον τόκον, τὸν σὸν ἀγαπήσασαι γυναῖκες πάνσεμναι, τὰ τερπνὰ τοῦ βίου, εἰς οὐδὲν ἐλογίσαντο Πάναγνε, τῆς αὐτοῦ καὶ μόνης, ἐρωτικῶς ἐπιθυμοῦσαι, ἀγλαΐας καὶ θείας ἐλλάμψεως. |
All-holy women, filled with love of most wondrous Offspring, reckoned the delights of life as nothing, O all-pure, and desiring passionately his brightness alone and his divine radiance. [Lash] |
|
|
Ode 5: Katavasia |
Ode 5: Katavasia |
|
ᾨδὴ εʹ. Καταβασία. Ἦχος δʹ. |
Ode v. Katavasia. Mode 4. |
|
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. |
The universe was amazed at your divine glory, for you, O Virgin, who knew not wedlock held in your womb the God over all and gave birth to an eternal Son, who gives salvation as the prize to all who sing your praise. [Lash] |
|
|
Ode 6: Octoechos: Canon-1 |
Ode 6: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ Ϛʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode vi. Mode pl. 4. Heirmos. |
|
|
Ἱλάσθητί μοι Σωτήρ. |
Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου. |
Be gracious to me, O Lord, * for many are my iniquities; * and bring me up from the depth of evils, I supplicate. * Like Jonah, I cry to You. * O my Savior, hear me, * as the God of my Deliverance. [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος· αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας. |
Through a tree the author of evil mightily overthrew me, but raised on a Cross, O Christ, you hurled him down more mightily, humiliating him, while you raised the one who had fallen. [Lash] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς Εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ. |
You took pity on Sion when you shone from the grave, in your compassion having made it new instead of old by your divine blood, and now, O Christ, you reign it as king for ever. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, θεογεννῆτορ Ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ. |
May we be delivered from grievous faults at your entreaties, pure Mother of God, and may we experience the divine radiance of the Son of God, who from you ineffably became incarnate. [Lash] |
|
|
Ode 6: Pentecostarion: Canon-1 |
Ode 6: Pentecostarion: Canon-1 |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Ἱλάσθητί μοι Σωτήρ. |
Mode pl. 4. Be gracious to me. |
|
|
Ἱλάσθητί μοι Σωτήρ. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ὡς ἔντιμον ἐκλεκτόν, τεθέντα λίθον ἀκρόγωνον, οἱ Ἅγιοι ἐν Σιών, εὑρόντες σε Δέσποτα, κρηπῖδα ἀσάλευτον, ἐκλεκτοὺς ὡς λίθους, ἑαυτοὺς ἐπῳκοδόμησαν. |
The Saints, having found you, Master, in Sion placed as a precious, chosen cornerstone, an unshakeable foundation, built themselves on you as chosen stones. [Lash] |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες αἵματος στάξασαι, σὺν ὕδατι θεουργῷ, τὸν κόσμον ἀνέπλασαν, καὶ θείαν ὁμήγυριν, τῶν Ἁγίων πάντων, Εὐεργέτα προσεκάλεσαν. |
When your side was pierced streams of blood dropped from it along with deifying water and refashioned the world and summoned a godly throng of all the Saints, O Benefactor. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ὑμνοῦμεν πανευσεβῶς, Μαρτύρων νέφος τὸ ἔνθεον, τῇ χάριτι λαμπρυνθέν, καὶ λάμψαν φαιδρότερον, πορφύρᾳ τοῦ αἵματος, καὶ τῇ ἁλουργίδι, τῆς αὐτῶν στεῤῥᾶς ἀθλήσεως. |
With hymn most devoutly the inspired cloud of Martyrs, made radiant by grace and shining brilliantly with the purple of their blood and with the crimson of their valiant contest. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μητέρα παναληθῆ, Θεοῦ σε πάντες γινώσκομεν, διʼ ἧς φύσις γυναικῶν, ῥωσθεῖσα Πανάμωμε, Χριστοῦ ὑπερήθλησεν, ἀρετῆς τε πάσης, εὐσεβῶς γέγονεν ἔμπλεως. |
We all know you as most truly Mother of God, through whom women’s nature was given strength, O all-blameless, and so competed on behalf of Christ and became filled devoutly with every virtue. [Lash] |
|
|
Ode 6: Katavasia |
Ode 6: Katavasia |
|
ᾨδὴ Ϛʹ. Καταβασία. Ἦχος δʹ. |
Ode vi. Katavasia. Mode 4. |
|
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. |
Come godly-minded people, as we celebrate this divine and honoured feast of the Mother of God, let us clap our hands as we glorify the God who was born of her. [Lash] |
|
|
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you are the King of peace and the Saviour of our souls, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Principal Kontakion and Synaxarion |
Principal Kontakion and Synaxarion |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Αὐτόμελον. |
Mode pl. 4. Automelon. |
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας· ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. |
As first-fruits of nature, Lord, creation’s Planter, the world offers you, the god-bearing Martyrs; at their intercessions preserve your Church in profound peace, through the Mother of god, O most merciful. [Lash] |
|
Ὁ Οἶκος. |
Oikos. |
Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται, πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ ἐκβοῶσαν· Θεός μου εἶ· Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. |
Those who were martyred throughout the earth, and those who moved their homes to the heavens, the imitators of Christ’s suffering, and those who remove from us our suffering, here today are gathered, shown to be the first fruits of the Church, having held it as the type of that above. And they cried out to Christ, “You are my God; preserve me. This, through the Theotokos, as You are most merciful.” [GKD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Ζʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ. |
On June 7 we commemorate the holy Hieromartyr Theodotos of Ankyra. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ζιναΐδος τῆς θαυματουργοῦ. |
On this day we also commemorate the Holy Martyr Zinaida (Zenais) the wonderworker. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου. |
On this day we also commemorate the Holy women, Aesia and Sosanna, followers of St. Pangratios, Bishop of Taormina. The services in their honor used to be conducted in their shrine in Basiliskos. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος. |
On this day we also commemorate the Holy Martyr Lykarion. |
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται. |
On this day, the Holy Martyrs Tarasius and John died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται. |
On this day, the devout Stephen reposed in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται. |
On this day, the devout Anthimos reposed in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σεβαστιανὴ ἐν εἰρήνῃ τελειοῦται. |
On this day, the Holy Sevastiani reposed in peace. |
|
Τοῦ Πεντηκοσταρίου. |
From the Pentecostarion. |
Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἀπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, Εὐρώπῃ, καὶ Ἀμερικῇ, Βοῤῥᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν. |
On this day, the Sunday after Pentecost, we celebrate the feast of All Saints, who are from every part of the world, those in Asia, Africa, Europe and America, from the North and from the South. |
|
Στίχοι |
Verses |
Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους. |
I sing praises to all the Friends of my Lord. |
Εἶ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω. |
If one is so destined, to their number be added. |
Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπʼ αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν. |
By the intercessions of Your immaculate Mother and all Your Saints from every age, O Christ our God, have mercy on us and save us, as our only good and benevolent Lord. Amen. |
bookmark |
bookmark |
|
|
Ode 7: Octoechos: Canon-1 |
Ode 7: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ ζʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode vii. Mode pl. 4. Heirmos. |
|
|
Θεοῦ συγκατάβασιν. |
Θεοῦ συγκατάβασιν, τὸ πῦρ ἠδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. |
The fire in Babylon once stood in awe of God’s descent. And so the Youths in the furnace, dancing with joyful steps, as in a meadow, sang, 'Blessed is the God of our Fathers!' [Lash] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Ἡ ἔνδοξος κένωσις, ὁ θεῖος πλοῦτος, τῆς σῆς πτωχείας Χριστέ, καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. |
Your glorious self-emptying, the divine wealth of your poverty, O Christ, amazed the Angels when they saw you nailed to a Cross, to save those who with faith cry out, 'Blessed is the God of our Fathers!' [Lash] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον· ὅθεν ἀνέστησαν, οἱ ἀπʼ αἰῶνος δεσμῶται κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. |
At your divine descent the regions beneath the earth were filled with light, and the darkness, which before pursued, was driven out. Therefore the prisoners from every age arose, crying aloud, 'Blessed is the God of our Fathers!' [Lash] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Τριαδικόν. |
For the Trinity. |
|
Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον. |
Speaking of God with orthodox belief, we proclaim you Lord of all, Father of one only-begotten Son, and we know one right Spirit who proceeds from you, consubstantial and co-eternal. [Lash] |
|
|
Ode 7: Pentecostarion: Canon-1 |
Ode 7: Pentecostarion: Canon-1 |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Θεοῦ συγκατάβασιν. |
Mode pl. 4. The fire in Babylon. |
|
|
Θεοῦ συγκατάβασιν. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ἁγίων τὰ τάγματα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ἀσιγήτως ὑμνοῦντα, τρυφῆς ἐνθέου νῦν ἀπολαύουσι, καὶ γεγηθότες χορεύουσι ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
The ranks of Saints, as they praise in never silent hymns the One who rests among the Saints, now enjoy divine delight, and joyfully they dance and sing: Blessed is the God of our Fathers. [Lash] |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ταῖς θείαις ἐλλάμψεσι, τῆς τρισηλίου φωτοχυσίας σεπτῶς, τῶν Ἁγίων οἱ δῆμοι, περιλαμφθέντες μονάδα τρισάριθμον, θεολογοῦσι Πατέρα συνάναρχον, καὶ τὸν Υἱόν εὐσεβῶς, καὶ Πνεῦμα ἅγιον. |
The companies of the Saints, suffused with divine rays of triple-sunned outpouring of light, devoutly proclaim a Unity in number three, the Father without beginning and the Son and the holy Spirit. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ἀφράστῳ τῇ δόξῃ σου, ὅταν ὀφθήσῃ Θεὸς ἐν μέσῳ θεῶν, τὰς ἀξίας παρέχων ἑνὶ ἑκάστῳ, καὶ τοὺς στεφάνους διδούς, τότε τοὺς πάντας ἀξίωσον ψάλλειν σοι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
When you appear, O God, in your ineffable glory in the midst of the gods, granting to each their desserts and apportioning crowns, then count all worthy to sing to you: Blessed is the God of our Fathers. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μαρίαν τὴν ἄχραντον, καὶ παναγίαν Θεογεννήτριαν, αἱ νεάνιδες πᾶσαι, χορείαν θείαν ἅμα στησάμεναι, μεγαλοφώνως, Ἀγάλλου, βοήσατε, ἡ τῆς χαρᾶς τὴν πηγὴν ἡμῖν βλυστάνουσα. |
All you maidens, having together formed a godly choir, cry out to Mary, the immaculate and all-holy Mother of God: Be glad, who made the source of our joy gush forth. [Lash] |
|
|
Ode 7: Katavasia |
Ode 7: Katavasia |
|
ᾨδὴ ζʹ. Καταβασία. Ἦχος δʹ. |
Ode vii. Katavasia. Mode 4. |
|
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. |
The godlike Children did not worship creation instead of the Creator, but bravely trampling on the threat of fire, rejoicing they sang: O highly exalted Lord and God of our fathers, blessed are you! [Lash] |
|
|
Ode 8: Octoechos: Canon-1 |
Ode 8: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode viii. Mode pl. 4. Heirmos. |
|
|
Ἑπταπλασίως κάμινον. |
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
The tyrant king of Babylon * had the furnace made seven times * hotter for the godly men, for he was furious. * But after he witnessed how * a higher power rescued them, * he cried out and said, “You Servants, bless the Creator; * sing hymns to the Redeemer, O you priests; and you people * exalt Him beyond measure, unto all the ages.” [SD] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Τῆς Ἰησοῦ θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθʼ ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε· σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου, τὴν ἰσχύν· ὃν ἀπαύστως, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
The supreme divine power of Jesus’ godhead has shone out in what is ours in a manner fitting God: for having tasted death on a Cross in the flesh for all, he abolished the strength of Hell. Without ceasing, O Youths, bless, you priests, praise, you people, highly exalt him to all the ages. [Lash] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν· ὑπὸ τῆς ζωῆς γὰρ τὸ θνητόν κατεπόθη· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
The Crucified has risen, the boastful has fallen, the fallen and crushed has been set upright, corruption has been banished and incorruption has blossomed; for mortality has been swallowed up by life. O Youths, bless, you priests, praise, you people, highly exalt him to all the ages! [Lash] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
|
Τριαδικόν. |
For the Trinity. |
|
Τρισσοφαῆ θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
Godhead of triple light, single radiance shining out from one three-personned nature, Begetter without beginning, Word of the Father, one with him in nature and kingship, consubstantial Spirit, O Youths, bless, you priests, praise, you people, highly exalt him to all the ages. [Lash] |
|
|
Ode 8: Pentecostarion: Canon-1 |
Ode 8: Pentecostarion: Canon-1 |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Ἑπταπλασίως κάμινον. |
Mode pl. 4. The tyrant king. |
|
|
Ἑπταπλασίως κάμινον. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ἀγαλλιᾶσθε Μάρτυρες, οἱ Προφῆται, Ἀπόστολοι, Ἱερομαρτύρων ὁ σεπτὸς κατάλογος, Δικαίων Ὁσίων τε, καὶ Διδασκάλων θεῖος χορός, σὺν ταῖς Μυροφόροις γυναιξὶ μελῳδοῦντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
Rejoice, Martyrs, Prophets, Apostles, honoured company of Martyr Priests, godly choir of the Just, of Ascetics and Teachers, who all make melody with the Myrrhbearing women: youths, bless; priests, praise; people, highly exalt him to all the ages. [Lash] |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Τῆς ὑπὲρ νοῦν λαμπρότητος, ἐμφορούμενοι Ἅγιοι, θείας εὐφροσύνης καὶ χαρᾶς πληρούμενοι, θεοὶ χρηματίζετε, τῇ πρὸς Θεὸν ἐγγύτητι, ταῖς θεουργικαῖς μαρμαρυγαῖς ὁμιλοῦντες, καὶ δόξης τῆς ἀφράστου, φωτισθέντες ἀκτῖσι, Χριστὸν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
Saints, who bear in yourselves the radiance beyond understanding and are filled with divine joy and gladness, you are called gods by your nearness to God; familiar with the rays which sanctify and enlightened by the beams of the ineffable glory, you highly Christ to all the ages. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ἀναφανέντες Ἅγιοι, ὡς φωστῆρες πολύφωτοι, τὸν τῆς Ἐκκλησίας, οὐρανὸν φαιδρύνετε, ποικίλοις χαρίσμασι, καὶ διαφόροις κάλλεσιν, ἐν δικαιοσύνῃ, σωφροσύνῃ, ἀνδρείᾳ, φρονήσει τε, βοῶντες· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας. |
Appearing as beacons with many lights, O Saints, you make the heaven of the Church radiant with gifts of grace of many kinds, and divers beauties; with justice, sobriety, courage and wisdom, as you cry: Priests, praise, people, highly exalt Christ to the ages. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Μετʼ εὐφροσύνης ἅπασαι, γυναικῶν αἱ θεόφρονες, αἱ τελειωθεῖσαι, ἐν Χριστῷ τῷ Πνεύματι, Παρθένον τὴν ἄχραντον, καὶ ἀληθῆ Μητέρα Θεοῦ, τὴν ἐκ τῆς κατάρας, τῆς προμήτορος Εὔας, ἡμᾶς λυτρωσαμένην, τανῦν περικυκλοῦσαι, τὸν ταύτης ἀνυμνεῖτε, καρπὸν εἰς τοὺς αἰῶνας. |
With joy all women wise in God and made perfect in Christ by the Spirit, as you now stand round the all-pure Virgin and true Mother of God, who ransomed us from the curse of our foremother Eve, hymn her fruit to the ages. [Lash] |
|
|
Ode 8: Katavasia |
Ode 8: Katavasia |
|
ᾨδὴ ηʹ. Καταβασία. Ἦχος δʹ. |
Ode viii. Katavasia. Mode 4. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
The Offspring of the Mother of God saved the innocent Youths in the furnace. Then he was prefigured, but now in reality he gathers the whole world which sings: All you works praise the Lord, and highly exalt him to all the ages. [Lash] |
|
|
Kontakia and Synaxarion |
Kontakia and Synaxarion |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κοντάκιον Ἀναστάσιμον. |
Resurrectional Kontakion. |
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα χορεύει, ἐν τῇ σῇ ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. |
On rising from the grave you roused the dead and raised up Adam. Eve dances at your Resurrection, and the ends of the world keep festival at your Rising from the dead, O Most Merciful. [Lash] |
|
Ὁ Οἶκος. |
Oikos. |
Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης χαρὰν κομισάμενος· καὶ Ἀποστόλοις σου ἐμήνυσας, τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου πολυέλεε. |
When you had ransacked the palaces of Hell and raised the dead, O Longsuffering, you met the Women bearing myrrh, bringing them joy instead of sorrow; and to your Apostles you revealed the symbols of your victory, my Saviour, giver of life, and you enlightened creation, lover of humankind. Therefore too the world rejoices at your Rising from the dead, O Most Merciful. [Lash] |
|
Κοντάκιον. Τῶν Ἁγίων. |
Kontakion. For the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Αὐτόμελον. |
Mode pl. 4. Automelon. |
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας· ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. |
As first-fruits of nature, Lord, creation’s Planter, the world offers you, the god-bearing Martyrs; at their intercessions preserve your Church in profound peace, through the Mother of god, O most merciful. [Lash] |
|
Ὁ Οἶκος. |
Oikos. |
Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται, πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ ἐκβοῶσαν· Θεός μου εἶ· Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε. |
Those who were martyred throughout the earth, and those who moved their homes to the heavens, the imitators of Christ’s suffering, and those who remove from us our suffering, here today are gathered, shown to be the first fruits of the Church, having held it as the type of that above. And they cried out to Christ, “You are my God; preserve me. This, through the Theotokos, as You are most merciful.” [GKD] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Ζʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ. |
On June 7 we commemorate the holy Hieromartyr Theodotos of Ankyra. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ζιναΐδος τῆς θαυματουργοῦ. |
On this day we also commemorate the Holy Martyr Zinaida (Zenais) the wonderworker. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου. |
On this day we also commemorate the Holy women, Aesia and Sosanna, followers of St. Pangratios, Bishop of Taormina. The services in their honor used to be conducted in their shrine in Basiliskos. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος. |
On this day we also commemorate the Holy Martyr Lykarion. |
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται. |
On this day, the Holy Martyrs Tarasius and John died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται. |
On this day, the devout Stephen reposed in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται. |
On this day, the devout Anthimos reposed in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σεβαστιανὴ ἐν εἰρήνῃ τελειοῦται. |
On this day, the Holy Sevastiani reposed in peace. |
|
Τοῦ Πεντηκοσταρίου. |
From the Pentecostarion. |
Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἀπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, Εὐρώπῃ, καὶ Ἀμερικῇ, Βοῤῥᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν. |
On this day, the Sunday after Pentecost, we celebrate the feast of All Saints, who are from every part of the world, those in Asia, Africa, Europe and America, from the North and from the South. |
|
Στίχοι |
Verses |
Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους. |
I sing praises to all the Friends of my Lord. |
Εἶ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω. |
If one is so destined, to their number be added. |
Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπʼ αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν. |
By the intercessions of Your immaculate Mother and all Your Saints from every age, O Christ our God, have mercy on us and save us, as our only good and benevolent Lord. Amen. |
bookmark |
bookmark |
|
|
Katavasias Odes 1-8 |
Katavasias Odes 1-8 |
ΧΟΡΟΣ |
CHOIR |
|
Καταβασίαι τῆς Θεοτόκου |
Katavasias of Theotokos |
|
ᾨδὴ αʹ. Ἦχος δʹ. |
Ode i. Mode 4. |
|
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. |
I will open my mouth and it will be filled with the Spirit, and I will utter a word to the Queen and Mother, and I shall be seen keeping glad festival, and rejoicing I will sing her wonders. [Lash] |
|
ᾨδὴ γʹ. |
Ode iii. |
|
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. |
O Mother of God, as living and bounteous source, establish those united in spiritual fellowship who sing hymns you of praise, and in your divine glory grant them crowns of glory. [Lash] |
|
ᾨδὴ δʹ. |
Ode iv. |
|
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. |
The Prophet Avvakoum, understanding the unsearchable divine counsel of your incarnation from the Virgin, O Most High, cried out: Glory to your power, O Lord. [Lash] |
|
ᾨδὴ εʹ. |
Ode v. |
|
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. |
The universe was amazed at your divine glory, for you, O Virgin, who knew not wedlock held in your womb the God over all and gave birth to an eternal Son, who gives salvation as the prize to all who sing your praise. [Lash] |
|
ᾨδὴ Ϛʹ. |
Ode vi. |
|
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. |
Come godly-minded people, as we celebrate this divine and honoured feast of the Mother of God, let us clap our hands as we glorify the God who was born of her. [Lash] |
|
ᾨδὴ ζʹ. |
Ode vii. |
|
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. |
The godlike Children did not worship creation instead of the Creator, but bravely trampling on the threat of fire, rejoicing they sang: O highly exalted Lord and God of our fathers, blessed are you! [Lash] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
The Offspring of the Mother of God saved the innocent Youths in the furnace. Then he was prefigured, but now in reality he gathers the whole world which sings: All you works praise the Lord, and highly exalt him to all the ages. [Lash] |
|
|
Eothinon Gospel (EP / GOA) |
Eothinon Gospel (EP / GOA) |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are holy, our God, who rest among the Saints, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
bookmark |
bookmark |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς ἁγίας τραπέζης) |
PRIEST (from the altar table) |
|
Ἑωθινὸν Αʹ |
Eothinon 1 |
|
Ματθαῖον 28:16 – 20 |
Matthew. 28:16 – 20 |
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν. |
At that time, the eleven disciples went to Galilee, to the mountain to which Jesus had directed them. And when they saw him they worshiped him; but some doubted. And Jesus came and said to them, “All authority in heaven and on earth has been given to me. Go therefore and make disciples of all nations, baptizing them in the name of the Father and the Son and the Holy Spirit, teaching them to observe all that I have commanded you; and lo, I am with you always, to the close of the age. Amen.” [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. |
Having seen the Resurrection of Christ…, [Lash] |
ΧΟΡΟΣ |
CHOIR |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
|
Ἦχος βʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 2. (or the Mode of the week) |
|
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. |
Wash me thoroughly from my lawlessness and cleanse me from my sin. |
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. |
For I know my lawlessness, and my sin is always before me. |
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. |
Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. |
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. |
For behold, I was conceived in transgressions, and in sins my mother bore me. |
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. |
Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. |
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. |
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. |
You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. |
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. |
Turn Your face from my sins, and blot out all my transgressions. |
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. |
Create in me a clean heart, O God, and renew a right spirit within me. |
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. |
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. |
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. |
Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. |
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. |
I will teach transgressors Your ways, and the ungodly shall turn back to You. |
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. |
Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. |
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. |
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. |
For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. |
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. |
A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. |
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. |
Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built. |
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. |
Then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings. |
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. |
Then shall they offer young bulls on Your altar. And have mercy on me, O God. [SAAS] |
|
Δόξα. |
Glory. |
|
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Apostles, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
|
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος. |
Jesus, having risen from the grave as He foretold, has granted us eternal life and great mercy. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save your people and bless your inheritance. Look upon your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us your rich mercies, |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· |
through the prayers of our all-pure Lady, Mother of God and Ever-Virgin Mary; by the power of the precious and life-giving Cross; through the protection of the honoured Bodiless Powers of heaven; through the intercessions of the honoured, glorious Prophet, Forerunner and Baptist John; of the holy, glorious and all-praised Apostles; our Fathers among the Saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian and John Chrysostom, Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonder-workers; the holy, glorious great Martyrs George the Victorious, Demetrios the Myrobletes, Theodore the Teron, and Theodore the General, Menas the Wonderworker, the Hieromartyrs Haralambos and Eleftherios; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; of our holy God-bearing Fathers; (local patron saint); of the holy and righteous Forebears of God, Joachim and Anna, and All Saints, |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
By the mercy and compassion and love for humankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
Magnificat: Mode of Canon |
Magnificat: Mode of Canon |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος πλ. δʹ. |
The Magnificat. Mode pl. 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |

Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |

Ode 9: Octoechos: Canon-1 |
Ode 9: Octoechos: Canon-1 |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κανὼν ὁ Ἀναστάσιμος. |
Canon for the Resurrection. |
|
ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode ix. Mode pl. 4. Heirmos. |
|
|
Ἐξέστη ἐπὶ τούτῳ. |
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι. |
Heaven was amazed at this and the ends of the earth astounded: that God had appeared to mankind in bodily form, and that your womb had become far wider than the heavens. And so, Mother of God, the ranks of Angels and of humans magnify you. [Lash] |
|
Τροπάρια. |
Troparia. |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ· καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός· διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν. |
Begotten simple in your divine nature that is without beginning, you became compound by assuming flesh, giving it substance in yourself, O Word of God, and having suffered as man, you remained beyond suffering as God, and so in two natures inseparably and unconfusedly we magnify you. [Lash] |
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. |
Glory to Your holy Resurrection, O Lord. |
|
Πατέρα κατʼ οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιών, ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθʼ οὗ σε πάντες μεγαλύνομεν. |
Your Father according to your divine nature, O Most High, when you became man, coming down to your servants, you addressed as God; having risen from the dead you made the One who is by nature God and Master, Father by grace of those born of earth. You with him we magnify. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται. |
You appeared as Mother of God, O Virgin, when beyond nature you gave birth in the body to the good Word, whom the Father uttered from his own heart before all ages, as he is Good. Him we now understand to be beyond bodies, even though he is clothed in a body. [Lash] |
|
|
Ode 9: Pentecostarion: Canon-1 |
Ode 9: Pentecostarion: Canon-1 |
|
Κανὼν τῶν Ἁγίων. |
Canon for the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος πλ. δʹ. Ἐξέστη ἐπὶ τούτῳ. |
Mode pl. 4. The heavens were astounded. |
|
|
Ἐξέστη ἐπὶ τούτῳ. |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Ἐλπίδι καὶ ἀγάπῃ θωρακισθέν, καὶ πιστῶς πεφραγμένον τὸ σύνταγμα, τῶν ἐκλεκτῶν, πάσας τῶν τυράννων τὰς ἀπειλάς, τοὺς αἰκισμοὺς καὶ μάστιγας, χαίροντες ὑπέμειναν εὐκλεῶς, Χριστὸν πεπλουτηκότες, νικοποιὸν ἐν ἄθλοις, τῆς ἀληθείας Πρωτομάρτυρες. |
The company of the elect, armed with the breastplate of hope and love and fenced about by faith, rejoiced as they nobly endured all the threats of tyrants, the tortures and scourges, for as outstanding witnesses of truth their wealth was Christ who gives victory in contests. [Lash] |
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Saints of God, intercede for us. |
|
Λιμένα σωτηρίας τὸν Βαπτιστήν, Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, σὺν Ἀσκηταῖς, θείους Διδασκάλους, καὶ Ἱερεῖς, Πατριαρχῶν τε σύλλογον, καὶ Ἱερομάρτυρας εὐκλεεῖς, Γυναῖκας φιλοθέους, Ὁσίους καὶ Δικαίους, νῦν ἐπαξίως εὐφημήσωμεν. |
Let us now fittingly praise a haven of salvation, the Baptist, Apostles, Prophets and Martyrs, with Ascetics, godly Teachers and Priests, the company of Patriarchs and far-famed Martyr Priests, God-loving women, the holy and just. [Lash] |
|
Δόξα. |
Glory. |
|
Πυρὶ δοκιμασθέντες τῶν πειρασμῶν, καὶ τρυφαῖς μὴ θελχθέντες ἀγάλλεσθε, εἰλικρινῶς, θρόνῳ τοῦ Δεσπότου φωτοειδεῖ, παρεστηκότες ἔνδοξοι, δῆμος τῶν Ἁγίων ἐν οὐρανοῖς, λυθέντων τῶν ἐσόπτρων, σκιᾶς τε παρειμένης, τῆς ἀληθείας ταῖς ἐμφάσεσι. |
Tested by the fire of temptations and not allured by pleasures, you rejoice sincerely, glorious company of the Saints, as you stand around the light-formed throne of the Master in heaven, now that mirrors have been abolished and shadow has passed away with the manifestation of the truth. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὡράθης διεστώτων συναπτική· διὰ σοῦ γὰρ Ἀγγέλοις ὁμόσκηνοι, ἐν οὐρανοῖς, ἄνθρωποι γεγόνασιν ἀληθῶς, καὶ μαρτυροῦσι τάγματα, πάντων τῶν Ἁγίων νῦν σὺν αὐτοῖς, ὑμνοῦντες τὸν σὸν τόκον, Παρθένε Θεοτόκε, ἐν αἰωνίοις μελῳδήμασι. |
You appeared as the one who unites things that were parted; for through you humans have truly become companions of the Angels in heaven, and now the ranks of all the Saints bear witness as they hymn your Offspring, Virgin Mother of God, in everlasting songs. [Lash] |
|
|
Magnificat: Mode of Katavasia |
Magnificat: Mode of Katavasia |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος δʹ. |
The Magnificat. Mode 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
|
|
Ode 9: Katavasia |
Ode 9: Katavasia |
|
ᾨδὴ θʹ. Καταβασία. Ἦχος δʹ. |
Ode ix. Katavasia. Mode 4. |
|
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. |
Let all born of earth bearing torches, in spirit leap for joy; let the nature of the immaterial spirits honour and celebrate the wondrous sacred festival of the Mother of God, and let them cry: Hail, all-blessed Mother of God, pure and Ever-Virgin! [Lash] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the Powers of heaven praise you and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος βʹ. |
Mode 2. |
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (δίς) |
Holy is the Lord our God. (2) |
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. |
Exalt the Lord our God, and worship at the footstool of His feet. |
Ὅτι ἅγιός ἐστι. |
For He is holy. [SAAS] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
|
Τὸ Αʹ Ἑωθινόν. |
Eothinon 1. |
|
Ἦχος βʹ. Αὐτόμελον. |
Mode 2. Automelon. |
|
|
Τοῖς Μαθηταῖς συνέλθωμεν. |
|
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω· μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα, τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ Ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας. |
On the mountain in Galilee * let us join the Disciples, * so that by faith we see and hear * Christ say that He was given * authority both in heaven * and on earth, and His teaching * on how to baptize nations all, * in the name of the Father and of the Son * and the Holy Spirit, and how He always * is with His Mystics, to the end * of the age, as He promised. [SD] |
|
Τῶν Ἁγίων. |
For the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
|
|
|
Τὸν Βαπτιστὴν καὶ Πρόδρομον, Ἀποστόλους, Προφήτας, Μάρτυρας, Ἱεράρχας τε Ἀσκητὰς καὶ Ὁσίους, Ἱερομάρτυρας ἅμα, φιλοθέους γυναῖκας, καί τους Δικαίους ἅπαντας, καί, Ἀγγέλων τὰς τάξεις χρεωστικῶς, ὕμνοις καταστέψωμεν δυσωποῦντες, τῆς δόξης τούτων τεύξασθαι, πρὸς Χριστοῦ τοῦ Σωτῆρος. |
The Baptist John the Forerunner, the Apostles and Prophets, * Martyrs and holy Hierarchs, the Devout and Ascetics, * and the divine Hieromartyrs, and the God-loving women, * and all the Righteous men of old, and the Angelic orders, * let us extol * dutifully honoring them with praises, * while entreating our Savior Christ * that we attain their glory. [SD] |
|
Θεοτοκίον. Ὅμοιον. |
Theotokion. Same Melody. |
|
Ὁ ἄνω δοξαζόμενος, θεϊκῶς ὑπʼ Ἀγγέλων, κόλπων πατρῴων Ἄχραντε, μὴ ἐκστὰς ἀποῤῥήτως, τοῖς κάτω συνανεστράφη· σὺ δὲ ταύτης ὑπῆρξας, τῆς σωτηρίας πρόξενος, ἐξ ἁγνῶν σου αἱμάτων, τούτῳ Ἁγνή, ὑπὲρ λόγον σάρκα δανεισαμένη· ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων. |
He who is glorified above * as one divine by Angels, * dwelt among those on earth below, * ineffably departing not from the Father’s bosom. * You, immaculate Lady, * have become the guardian, * host of this great salvation; from your pure blood, * you lent Him your flesh beyond comprehension. * Ask Him, O pure one, that He grant * forgiveness of sins to your servants. [SD] |
bookmark |
bookmark |
|
Οἱ Αἶνοι. Ἦχος πλ. δʹ. |
Lauds. Mode pl. 4. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
|
|
|
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Στιχηρὰ Ἀναστάσιμα. |
Resurrectional Stichera. |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. [SAAS] |
|
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλʼ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ ἀναστὰς ἐκ νεκρών, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος. |
Lord, though you stood at the judgement seat being judged by Pilate, yet seated with the Father you were not absent from your throne; and risen from the dead you freed the world from the slavery of the stranger, as you are full of pity and love mankind. [Lash] |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. [SAAS] |
|
Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλʼ ὡς βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν. |
Lord, though Jews had laid you as a corpse in a grave, yet soldiers were guarding you as a sleeping king, and they sealed you with a seal as treasure-house of life; but you arose and granted incorruption to our souls. [Lash] |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
|
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν. |
Lord, you have given us your Cross as a weapon against the devil; for he quails and trembles, unable to contemplate your power; for you raise the dead and made death of no effect: therefore we worship your Burial and your Rising. [Lash] |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
|
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο. |
Your Angel, Lord, proclaiming your Resurrection, filled the guards with fear, but he cried to the women and said: Why do you seek the living with the dead? Being God he has risen and given life to the whole world. [Lash] |
|
Στιχηρά. Τῶν Ἁγίων. |
Stichera. For the Saints. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
|
Ἦχος δʹ. Ὡς γενναῖον ἐν Μάρτυσι. |
Mode 4. To a brave one. |
|
|
|
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
|
Τοὺς Ἁγίους ὁ Κύριος, τοὺς ἐν γῇ ἐθαυμάστωσε· τὰ αὐτοῦ γὰρ στίγματα καὶ παθήματα, ἐν τῇ σαρκὶ ἀνεδέξαντο, ἐν τούτοις κοσμούμενοι, καὶ ταῖς θείαις καλλοναῖς, προφανῶς ἀναθέμενοι, οὓς ὑμνήσωμεν, ὡς ἀμάραντα ἄνθη, ὡς ἀστέρας, ἀπλανεῖς τῆς Ἐκκλησίας, ὡς ἐθελόθυτα θύματα. |
Christ the Lord has made wondrous all of His Saints that were on the earth, * for as the Apostle declared, they bore His marks * and in their flesh shared His sufferings, adorning themselves therewith, * and distinguishing themselves in the beauty that is divine. Let us therefore praise * and acclaim them as never-fading flowers and as voluntary victims, * and as the Church’s unerring stars. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
|
Τοὺς Ἁγίους ὁ Κύριος, τοὺς ἐν γῇ ἐθαυμάστωσε· τὰ αὐτοῦ γὰρ στίγματα καὶ παθήματα, ἐν τῇ σαρκὶ ἀνεδέξαντο, ἐν τούτοις κοσμούμενοι, καὶ ταῖς θείαις καλλοναῖς, προφανῶς ἀναθέμενοι, οὓς ὑμνήσωμεν, ὡς ἀμάραντα ἄνθη, ὡς ἀστέρας, ἀπλανεῖς τῆς Ἐκκλησίας, ὡς ἐθελόθυτα θύματα. |
Christ the Lord has made wondrous all of His Saints that were on the earth, * for as the Apostle declared, they bore His marks * and in their flesh shared His sufferings, adorning themselves therewith, * and distinguishing themselves in the beauty that is divine. Let us therefore praise * and acclaim them as never-fading flowers and as voluntary victims, * and as the Church’s unerring stars. [SD] |
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν. |
Verse: The righteous cried, and the Lord heard them. [SAAS] |
|
Σὺν προφήταις, Ἀπόστολοι, σὺν Ὁσίοις Διδάσκαλοι, σὺν Ἱερομάρτυσι πάντες Δίκαιοι, καὶ γυναικῶν αἱ ἀθλήσασαι, καὶ πόθῳ ἀσκήσασαι, τῶν Ἁγίων ἡ πληθύς, καὶ Δικαίων τὰ τάγματα, εὐφημείσθωσαν, ἱεραῖς μελῳδίαις, ὡς τῆς ἄνω, βασιλείας κληρονόμοι, ὡς Παραδείσου οἰκήτορες. |
With the Prophets, Apostles and the devoutest Monastic Saints, * Hieromartyrs, Teachers and every righteous man, * the holy women excelling in ascesis and martyrdom, * the entire host of Saints * and the ranks of the Righteous all be extolled today * with divine hymns, for they are the inheritors of heaven’s rule and kingdom, * and the inhabitants of Paradise. [SD] |
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. |
Verse: God is wondrous in His saints. [SAAS] |
|
Οἱ τὴν γῆν οὐρανώσαντες, ἀρετῶν ἐν φαιδρότητι, οἱ Χριστοῦ τὸν θάνατον μιμησάμενοι, ἀθανασίας τὴν πρόξενον, ὁδὸν οἱ βαδίσαντες, οἱ τὰ πάθη τῶν βροτῶν, χειρουργίᾳ τῆς χάριτος, ἐκκαθάραντες, οἱ ἐν ὅλῳ τῷ κόσμῳ ὁμοψύχως, ἐναθλήσαντες γενναίως, ἀνευφημείσθωσαν Μάρτυρες. |
By their virtues’ effulgent light, they made earth to be heaven-like * and they imitated the death of Jesus Christ. * These are the ones who have walked the way that leads to immortal life. * By the surgery of grace, they removed human passions as healers of mankind. * And united throughout the world the Martyrs have courageously contested. * Let us extol all the Saints today. [SD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Δόξα. Ἦχος αʹ. |
Glory. Mode 1. |
|
Τὸ Αʹ Ἑωθινόν. |
Eothinon 1. |
|
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος· καὶ προσκυνήσαντες αὐτόν, καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπʼ οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν· οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. |
The Disciples hastened to the mountain for the Lord's ascension from the earth; and there the Lord appeared to them. They worshipped Him, and were instructed about the universal authority He was given; and they were sent out to the whole world to preach the resurrection from the dead and the restoration to heaven. And He, who never lies, promised to be with them forever; He is Christ our God and the Savior of our souls. [SD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι. |
You are supremely blessed, O Virgin Theotokos. For through Him who from you became incarnate was Hades taken prisoner, and Adam has been summoned back; the curse has been neutralized, and Eve has been liberated; death has been put to death, and we have been brought to life. Therefore extolling we cry out: O Christ our God, You are blessed, for so was Your good pleasure. Glory to You! [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
bookmark |
bookmark |
|
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
|
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory to you who have shown us the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [Lash] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise you, * we bless you, * we worship you, * we glorify you, * we give you thanks * for your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord, King, * God of heaven, * Father, Almighty, * Lord, only-begotten Son, * Jesus Christ * and holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, * Lamb of God, * Son of the Father, * who takes away the sin of the world, * have mercy on us; * you take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Receive our prayer, * you who sit at the right hand of the Father, * and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For you alone are holy, * you alone are Lord, * Jesus Christ, * to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Grant, Lord, * this day * to keep us without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
Μετὰ τὸ τέλος τῆς Δοξολογίας λέγομεν Τροπάριον Ἀναστάσιμον. |
After the Doxology, sing the following Resurrectional Troparion. |
|
Ἦχος δʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 4. (or the Mode of the week) |
|
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. |
Today salvation has come to the world. * Let us sing to him who rose from the tomb, the Author of our life. * For destroying death by death, * he has given us the victory * and his great mercy. [Lash] |
Litanies, End, no Dismissal |
Litanies, End, no Dismissal |
|
Η ΕΚΤΕΝΗΣ |
LITANY OF FERVENT SUPPLICATION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Let us pray for pious and Orthodox Christians. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
Also we pray for our Archbishop (name). |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, διακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. |
Let us pray for our brethren, priests, hieromonks, deacons, and monastics, and all our brotherhood in Christ. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης. |
Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness and remission of the sins of all pious and Orthodox Christians living and visiting in this city, the parishioners, the members of the Parish Council and every Ministry of this Parish, and the donors and benefactors of this holy church. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων. |
Let us again pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers, mothers, brothers, and sisters who are asleep here in the Lord and for the Orthodox everywhere. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος. |
Also we pray for those who bring offerings, those who care for the beauty of this holy and venerable house, for those who labour in its service, for those who sing, and for the people here present, who await your great and rich mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful and sinless, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Pardon and forgiveness of our sins and offences, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy, compassion, and benevolence, and to You we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, dwelling on high and beholding things below and, with your eye that observes all, keeping watch over the whole creation, to you we have bowed the neck of our soul and body, and we beseech you, O Holy of Holies: Stretch forth your invisible hand from your holy dwelling and bless us all. And, as you are good and love humankind, pardon us if we have sinned in anything, voluntarily or involuntarily, granting us your blessings both of this world and of the world above. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours it is to have mercy and to save us, O our God, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον. |
READER: Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed are You, Christ our God, always now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
Make firm, Lord our God, the holy and pure faith of the pious Orthodox Christians, together with the Holy Church and this city forever. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
|
|
Litanies and Dismissal |

ΧΟΡΟΣ: Δέσποτα ἅγιε, εὐλόγησον. |
CHOIR: Holy Master, bless. |

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (3) Εὐλόγησον. |
Lord, have mercy. (3) Father, bless! |
|
|
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to you, our God, glory to you. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|