Βιβλία - Πηγαί |
Books - Sources |
Μηναῖον - Τῌ Αʹ ΙΟΥΛΙΟΥ |
Menaion - July 1 |
Μνήμη τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἐν Ῥώμῃ |
Memory of the Holy Unmercenaries Cosmas and Damian of Rome |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
|
|
|
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν. |
Holy Unmercenaries and Wonder-workers, visit our infirmities. Freely you received; freely give to us. [SD] |
|
Δόξα. Τὸ αὐτό. |
Glory. Repeat. |
|
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν. |
Holy Unmercenaries and Wonder-workers, visit our infirmities. Freely you received; freely give to us. [SD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
Ὁ διʼ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. |
You were born for us from a Virgin, and endured crucifixion, loving Lord; by your death you despoiled Death, and revealed resurrection as God; do not despise those whom you fashioned with your own hand; show us your compassion, O Merciful; accept the Mother of God who bore you as she intercedes for us, and save, our Saviour, a people in despair. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. |
Mode pl. 4. By conceiving the Wisdom. |
|
|
Τὴν Σοφίαν καὶ Λόγον. |
|
Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, ἐνεργοῦσα θείων ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, θεοφόροι Ἀνάργυροι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν. |
In a wonderful manner you have received * from the heavens from Christ our Savior and God * the gift to work miracles. * And you continue to cure all ills. * For the grace of the Spirit was clearly active in you, * manifesting its power in healings and divine cures. * Therefore, by your faith and your unmercenary mindset, * you gained an abundance of incorruptible blessings, * O God-bearing Unmercenaries. * Intercede with Christ our God * that He grant forgiveness of offenses * to those who with longing observe your holy memory. [SD] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Θεοτοκίον. Ὅμοιον. |
Theotokion. Same Melody. |
|
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ σκέπῃ σου, Ἄχραντε. |
You alone among women have without seed * given birth, as a Virgin, to God in the flesh. * We, all generations, now * call you blessed, as you foretold. * For the fire of Divinity has dwelt in your womb indeed; * and you nursed the Creator and Lord in His infancy. * Therefore does the human race along with the Angels * give glory and worthily extol your all-holy childbirth, * and with one voice we sing to you: * Intercede with your Son and our God, * that He grant forgiveness of offenses * to us who faithfully take refuge in you, O immaculate one. [SD] |
|
Κάθισμα Βʹ. |
Kathisma II. |
|
Ἦχος δʹ. Ἐπεφάνης σήμερον. |
Mode 4. You revealed yourself today. |
|
Τὴν φαιδρὰν πανήγυριν, τῶν Ἄναργύρων, οἱ πιστοὶ τελέσωμεν, καθικετεύοντες αὐτούς, ἵνα ἡμᾶς ἀπαλλάττωσι, παντοίων νόσων, ψυχῆς τε καὶ σώματος. |
O believers, let us keep the joyous feast of * the Unmercenary Saints, * and let us earnestly entreat * that they will rid us of all disease * and also cure every ailment of body and soul. [SD] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Θεοτοκίον. Ὅμοιον. |
Theotokion. Same Melody. |
|
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια. |
Unassailable Guardian * of those in trouble, * ardent Helper of the ones * who place their every hope on you, * from every danger deliver me. * You are the help and assistance of all in need. [SD] |
bookmark |
bookmark |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος βʹ. |
Mode 2. |
|
|
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, ἰατροὶ θαυματουργοὶ ἔνδοξοι. Ἀλλὰ τῇ ἡμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι. |
You have received the grace of remedies, spread strength over those in need, glorious, wonderworking Physicians; but by your visitation, cast down the insolence of enemies, healing the world by wonders. [Lash] |
|
Ὁ Οἶκος. |
Oikos. |
Πάσης συνέσεως καὶ σοφίας, ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν, καὶ πᾶσι γνῶσιν παρέχουσι· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν κἀμοὶ διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Χριστοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι. |
The word of the wise Physicians surpasses all understanding and wisdom; for having received grace from the Most High, they invisibly bestow strength on all; therefore on me too they have bestowed the grace of narration, to sing their praise as God-bearing, well-pleasing to God and healers, who grant multitudes of cures; for they rescue all from pains, healing the world by wonders. [Lash] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Αʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. |
On July 1, we commemorate Saints Cosmas and Damian, the Wonderworkers and Unmercenaries, who died in Rome. |
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, τοῦ συστησαμένου τὴν Μονὴν τοῦ Βαθέος Ῥύακος. |
On this day we also commemorate our devout Father Basil, who founded the Monastery of the Deep Stream. |
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου, πατρικίου γενομένου ἐν τοῖς Εὐάνδρου. |
On this day we also commemorate devout Saint Peter, a Patrician in the district of Evandrus. |
Ὁ Ὅσιος Λέων ὁ ἐρημίτης, γυμνὸς διάγων, ἐν εἰρήνῃ τελειοῦται. |
Devout Saint Leo the Hermit, who lived naked, reposed in peace. |
Οἱ Ἅγιοι Δισχίλιοι Μάρτυρες ξίφει τελειοῦνται. |
The holy Two Thousand Martyrs died by the sword. |
Ὁ Ἁγιος Μάρτυς Μαυρίκιος, μέλιτι χρισθεὶς καὶ ὑπὸ μελισσῶν δακνόμενος, τελειοῦται. |
The holy Martyr Maurice died after being covered with honey and stung by bees. |
Οἱ Ἅγιοι Εἴκοσι Πέντε Μάρτυρες οἱ ἐν Νικομηδείᾳ, πυρὶ τελειοῦνται. |
The holy Twenty-five Martyrs of Nicomedia died by fire. |
Ὁ Ἅγιος Μάρτυς Κωνσταντῖνος καὶ οἱ σὺν αὐτῷ ξίφει τελειοῦνται. |
The holy Martyr Constantine and those with him died by the sword. |
Ταῖς αὐτῶν ἁγίαις προεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
Katavasias Odes 1-8 |
Katavasias Odes 1-8 |
ΧΟΡΟΣ |
CHOIR |
|
Καταβασίαι τῆς Θεοτόκου |
Katavasias of Theotokos |
|
ᾨδὴ αʹ. Ἦχος δʹ. |
Ode i. Mode 4. |
|
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. |
I will open my mouth and it will be filled with the Spirit, and I will utter a word to the Queen and Mother, and I shall be seen keeping glad festival, and rejoicing I will sing her wonders. [Lash] |
|
ᾨδὴ γʹ. |
Ode iii. |
|
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. |
O Mother of God, as living and bounteous source, establish those united in spiritual fellowship who sing hymns you of praise, and in your divine glory grant them crowns of glory. [Lash] |
|
ᾨδὴ δʹ. |
Ode iv. |
|
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. |
The Prophet Avvakoum, understanding the unsearchable divine counsel of your incarnation from the Virgin, O Most High, cried out: Glory to your power, O Lord. [Lash] |
|
ᾨδὴ εʹ. |
Ode v. |
|
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. |
The universe was amazed at your divine glory, for you, O Virgin, who knew not wedlock held in your womb the God over all and gave birth to an eternal Son, who gives salvation as the prize to all who sing your praise. [Lash] |
|
ᾨδὴ Ϛʹ. |
Ode vi. |
|
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. |
Come godly-minded people, as we celebrate this divine and honoured feast of the Mother of God, let us clap our hands as we glorify the God who was born of her. [Lash] |
|
ᾨδὴ ζʹ. |
Ode vii. |
|
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. |
The godlike Children did not worship creation instead of the Creator, but bravely trampling on the threat of fire, rejoicing they sang: O highly exalted Lord and God of our fathers, blessed are you! [Lash] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
The Offspring of the Mother of God saved the innocent Youths in the furnace. Then he was prefigured, but now in reality he gathers the whole world which sings: All you works praise the Lord, and highly exalt him to all the ages. [Lash] |
|
|
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος δʹ. |
The Magnificat. Mode 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Ode 9: Katavasia |
Ode 9: Katavasia |
|
ᾨδὴ θʹ. Καταβασία. Ἦχος δʹ. |
Ode ix. Katavasia. Mode 4. |
|
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. |
Let all born of earth bearing torches, in spirit leap for joy; let the nature of the immaterial spirits honour and celebrate the wondrous sacred festival of the Mother of God, and let them cry: Hail, all-blessed Mother of God, pure and Ever-Virgin! [Lash] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the Powers of heaven praise you and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος γʹ. Ἐν πνεύματι τῷ ἱερῷ. |
Mode 3. The Elder in the Temple. |
|
|
Ἐν Πνεύματι τῷ Ἱερῷ. |
|
Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, ἰατρεύετε νόσους, καὶ θεραπεύετε πάντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει· διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην. |
Receiving the grace of healings from God, blest Unmercenaries, you cure diseases and heal all those who faithfully have recourse to your godlike shrine; and therefore with one voice we worthily call your holy memory blest. [Lash] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ἦχος γʹ. Ἐν πνεύματι τῷ ἱερῷ. |
Mode 3. The Elder in the Temple. |
|
Ἐκύησας πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων. |
All-immaculate, you bore God the Word of God, when he in his great wisdom accomplished his great dispensation; and therefore we all worthily praise you as her who intercedes with him that we may be rescued from diseases and every kind of danger. [Lash] |
bookmark |
bookmark |
|
Οἱ Αἶνοι. Ἦχος δʹ. |
Lauds. Mode 4. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. |
|
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
|
|
Στιχηρά. Τῶν Ἀναργύρων. |
Stichera. For the Unmercenaries. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. Ἔδωκας σημείωσιν. |
Mode 4. You have given. |
|
|
Ἔδωκας σημείωσιν. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
|
Νάμασι τοῦ Πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι, καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε, ταῖς θεοσημείαις, καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς, καὶ ψυχοφθόρα πάθη ξηραίνετε, καὶ νόσους θεραπεύετε, καὶ φυγαδεύετε πνεύματα, θεοφόροι Ἀνάργυροι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν. |
You like surging rivers washing with the waves of the Spirit and * flooding over now irrigate * the world with your miracles * and your overflowing * abundance of healings * and store of paradoxal cures, * and you dry up the passions that harm the soul. * O God-bearing Unmercenaries, our diseases you remedy, * evil spirits you drive away, * as you pray on our souls’ behalf. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
|
Νάμασι τοῦ Πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι, καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε, ταῖς θεοσημείαις, καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς, καὶ ψυχοφθόρα πάθη ξηραίνετε, καὶ νόσους θεραπεύετε, καὶ φυγαδεύετε πνεύματα, θεοφόροι Ἀνάργυροι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν. |
You like surging rivers washing with the waves of the Spirit and * flooding over now irrigate * the world with your miracles * and your overflowing * abundance of healings * and store of paradoxal cures, * and you dry up the passions that harm the soul. * O God-bearing Unmercenaries, our diseases you remedy, * evil spirits you drive away, * as you pray on our souls’ behalf. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
|
Πάθη ἀλογώτατα, καθυποτάξαντες Ἅγιοι, ψυχικαῖς ταῖς δυνάμεσιν, ἀνθρώποις καὶ κτήνεσι, τὰς εὐεργεσίας, ἐπιχορηγεῖτε, παρὰ Χριστοῦ τὴν δωρεάν, τῶν ἰαμάτων καταπλουτήσαντες· διὸ τὴν ἱερὰν ὑμῶν, καὶ φωτοφόρον πανήγυριν, ἐκτελοῦντες αἰτούμεθα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν. |
You, O Saints, subordinated the irrational passions to * higher faculties of the soul, * becoming immensely rich * with the gift of healing * given you by Christ God; * thereafter you dispense the wealth * of benefactions to men and beasts alike. * And thus for the illumination of our souls we entreat you now, * in observing the luminous * sacred feast of your memory. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
|
Ὁ θεῖος ναὸς ὑμῶν, ὡς οὐρανὸς ἀναδέδεικται, φωταυγὴς καὶ οὐράνιος, ὡς ἄστρα τὰ θαύματα, τὰ σωτηριώδη, νῦν προσκεκτημένος, καὶ ὥσπερ ἥλιον φαιδρόν, τῶν ἰαμάτων θείαν ἐνέργειαν, Κοσμᾶ μακαριώτατε, Δαμιανὲ παναοίδιμε, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν. |
Your most sacred temple has been shown to be like the sky itself, * being bright and celestial; * for stars it has miracles, * which you work to save us * from our many ailments, * and for the shining of the sun * it has the force of your remedies and cures, * O blessed Saint Cosmas together with all-famous Saint Damian, * as the servants of Christ the Lord, * who entreat on our souls’ behalf. [SD] |
|
Δόξα. |
Glory. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥς τε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ, καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. |
Holy Unmercenaries, you possess a source of remedies and grant healings to all who ask, for you have been found worthy of the greatest gifts from the unfailing source of the Saviour Christ. For to you, as rivals of the Apostles in zeal, the Lord says: See, I have given you authority against unclean spirits, so as to cast them out and so as to cure every disease and every weakness. And so, having lived your lives well in accordance with his commands, freely you have received, freely you give, as you heal the sufferings of our souls and bodies. [Lash] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. |
Blessed Mother of God, guard your servants from every kind of danger, that we may glorify you, the hope of our souls. [Lash] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
bookmark |
bookmark |
|
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
|
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory to you who have shown us the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [Lash] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise you, * we bless you, * we worship you, * we glorify you, * we give you thanks * for your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord, King, * God of heaven, * Father, Almighty, * Lord, only-begotten Son, * Jesus Christ * and holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, * Lamb of God, * Son of the Father, * who takes away the sin of the world, * have mercy on us; * you take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Receive our prayer, * you who sit at the right hand of the Father, * and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For you alone are holy, * you alone are Lord, * Jesus Christ, * to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Grant, Lord, * this day * to keep us without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
|
|
|
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν. |
Holy Unmercenaries and Wonder-workers, visit our infirmities. Freely you received; freely give to us. [Lash] |