Βιβλία - Πηγαί |
Books - Sources |
Μηναῖον - Τῌ ΚΒʹ ΙΟΥΛΙΟΥ |
Menaion - July 22 |
Μνήμη τῆς Ἁγίας Μαρίας τῆς Μαγδαληνῆς |
Memory of Saint Mary Magdalene |
Συμπλήρωμα Μηναίου |
Menaion Supplement |
Μνήμη τῆς Ἁγίας Μαρκέλλης τῆς Χιοπολίτιδος |
Memory of St. Markella of Chios |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος αʹ. |
Mode 1. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
|
Ἀπολυτίκιον. Τῆς Μυροφόρου. |
Apolytikion. For the Myrrhbearer. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers.. |
|
|
Τὸν τάφον σου Σωτήρ. |
|
Χριστῷ τῷ διʼ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν. |
Holy Mary Magdalen, you followed Christ who was born for us from a Virgin, and you kept all his statutes and laws. Therefore today, as we celebrate your all-holy memory, we praise you with faith and honour you with love. [Lash] |
|
Δόξα. Τῆς Μάρτυρος. |
Glory. For the Martyr. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης. |
Mode 1. As a citizen of the desert. |
|
|
Τῆς ἐρήμου πολίτης. |
|
Τοῦ Κυρίου τοῖς νόμοις, καὶ τοῖς θείοις διδάγμασι, πειθομένη Μαρκέλλα, καὶ ἀμέμπτως φυλάττουσα, τὴν βίαν πτοηθεῖσα τοῦ πατρός, ὦ Νύμφη ἀκήρατε Χριστοῦ, ἐν τοῖς ὄρεσιν ηὐλίζου, ἐν οἷς διώκων εὑρίσκει καὶ ἐκτείνει σε· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. |
Holy Mary Magdalen, you followed Christ who was born for us from a Virgin, and you kept all his statutes and laws. Therefore today, as we celebrate your all-holy memory, we praise you with faith and honour you with love. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος αʹ. Τοῦ λίθου σφραγισθέντος. |
Mode 1. The stone having been sealed. |
|
|
Τοῦ λίθου σφραγισθέντος. |
|
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. |
When Gabriel addressed you, O Virgin, with his 'Hail', as he spoke the Master of all things became incarnate in you the holy Ark, as righteous David sang. You were proclaimed wider than the heavens, for you carried your Creator. Glory to him who dwelt in you, glory to him who came forth from you, glory to him who has set us free through your bearing child. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers.. |
|
|
Τὸν τάφον σου Σωτήρ. |
|
Ῥανίσι τῶν σεπτῶν καὶ παναγνῶν αἱμάτων, ἀπέπνιξας σοφὴ ἀθληφόρε Μαρκέλλα, Βελίαρ τὸν κάκιστον, ἐκχυθέντων σαρκίου σου· ὅθεν εἴληφας παρὰ Θεοῦ στέφος δόξης, διὸ πρέσβευε, ὑπὲρ ἡμῶν πρὸς τὸν κτίστην, Μαρτύρων ὁμότροπε. |
You drowned the vicious fiend in the drops of distinguished * and all-pure blood that spilled from your small butchered body, * O wise and victorious, Saint Markella the martyrs’ peer. * Hence have you received from God a bright crown of glory. * Therefore intercede with the Creator, O Martyr, * entreating on our behalf. [SD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers.. |
|
|
|
|
Ἀνύμφευτε ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τὰς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ὑμῶν σώσαι, ταῖς θείαις πρεσβείαις σου. |
Unwedded Maid and pure Theotokos and Virgin, * you are the lone defense of the faithful and shelter. * Do therefore deliver us who have set our hopes on you * from all jeopardy, and tribulations and dreadful * circumstances. And by your divine intercessions, * save our souls, we pray. [SD] |
|
Κάθισμα Βʹ. |
Kathisma II. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. |
Mode pl. 4. By conceiving the Wisdom. |
|
|
Τὴν Σοφίαν καὶ Λόγον. |
|
Τῆς Μαρκέλλης τὴν πάλην ἀναπολῶν, καὶ τοὺς ἄθλους ἐκπλήττομαι κατὰ νοῦν, πῶς τὸ θῆλυ ἴσχυσε καὶ γεναίως ἠνδρίσατο, τοῦ Σατὰν τὸ θράσος, νικήσαι καὶ φρύαγμα, τοῦ Χριστοῦ τῇ χάριτι, τοῦ πλάστου τῆς φύσεως· ὅθεν ἀνυμνοῦντες, τὴν αὐτῆς πάντες νίκην, συμφώνως βοήσωμεν, πρὸς αὐτὴν μετὰ πίστεως, ἀθλοφόρε πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρηθήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. |
When I ponder Markella’s battles and bouts, * then my mind stops in utter astonishment * at how being female, yet * by the grace of the Lord Christ * the Creator of nature, she prevailed and bravely behaved * like a man and defeated Satan’s wanton audacity. * Therefore let us all extol her triumph together * and faithfully shout to her: * Maiden Martyr victorious * who are lauded in all the world, * intercede with Christ our God * that remission of offenses be bestowed * upon those who with longing * keep your holy memory. [SD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. |
Mode pl. 4. By conceiving the Wisdom. |
|
|
|
|
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, οἴμοι! τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου. |
O all-holy and virgin Mother of God, * heal the difficult passions that plague my soul, * I fervently pray to you, * and to me grant forgiveness of * the offenses I mindlessly committed and thus defiled both my soul and my body, miserable that I am. * Woe is me the wretch! What shall I do in that hour * precisely when angels will * come in order to part my soul, * from my miserable body? * Then, O Sovereign Lady, be for me * my most earnest helper and my patroness. * For I your worthless servant * have you as my only hope. [SD] |
|
Κάθισμα Γʹ. |
Kathisma III. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers.. |
|
|
Τὸν τάφον σου Σωτήρ. |
|
Μαρκέλλης τῆς σεπτῆς ἑορτάσωμεν μνήμην, ἀπήμβλυνε καὶ γάρ, τοῦ βελίαρ τὰ κέντρα, καὶ στέφος ἀπείληφεν, ἐκ Θεοῦ τῆς ἀθλήσεως, ᾧ παρίσταται μετὰ ἀγγέλων ἐν δόξῃ, καὶ πρεσβεύουσα, οὑ διαλείπει σωθῆναι, τοὺς πόθῳ τιμῶντας αὐτήν. |
Let us keep the august memory of Markella, * for she blunted the fiend’s cutting organs of torture. * And she has received from God a crown for her martyrdom. * Hence she stands before Him with the angels in glory * unremittingly entreating for the salvation * of those who with longing honor her. [SD] |
|
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers.. |
|
|
|
|
Φώτισον ἀγαθή, τὴν ἐν σκότει ψυχήν μου, καταύγασον ἁγνή, καὶ τὴν πώρωσιν λῦσον, καὶ δίδαξον πράττειν με, τοῦ Υἱοῦ σου τὸ θέλημα, ὅπως ἄφεσιν τῶν πολλῶν μου πταισμάτων, εὕρω Πάναγνε, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, εὐχαῖς σου ῥυσθῆναί με. |
O Pure one, shine your light on my soul which is darkened, * and also put an end to my hardness, O good one. * And teach me to do the will of your Son, so that I might find * absolution for my many sins, all-pure Maiden, * and that I be spared from the unquenchable fire * by your intercessory prayers. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed and glorified is your all-honoured and majestic name, of the Father, the Son and the Holy Spirit now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἀντίφωνον Αʹ. |
Antiphon 1. |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλʼ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) |
From my youth up many passions make war on me; but you, O Saviour, help me and save me. (2) [Lash] |
|
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς) |
You who hate Sion, may you be put to shame by the Lord; for you will be dried up as grass by fire. (2) [Lash] |
|
Δόξα. |
Glory. |
|
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. |
By the Holy Spirit every soul is given life, and by cleansing it is exalted; it is made bright by the threefold Unity in a sacred mystery. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. |
By the Holy Spirit the streams of grace well up; watering all creation to engender life. [Lash] |
|
Προκείμενον. Ψαλμὸς 63. |
Prokeimenon. Psalm 63. |
|
Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ. (δίς) |
Hear my voice, O God, in my supplication. (2) |
Στίχ. Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. |
Verse: Deliver my soul from fear of the enemy. |
|
Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ. |
Hear my voice, O God, in my supplication. [SAAS] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are holy, our God, who rest among the Saints, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
bookmark |
bookmark |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς Ὡραίας πύλης) |
PRIEST (from the gate) |
|
10:16 – 22 |
10:16 – 22 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ παραδώσουσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. |
The Lord said to his disciples, “Behold, I send you out as sheep in the midst of wolves; so be wise as serpents and innocent as doves. Beware of men; for they will deliver you up to councils, and flog you in their synagogues, and you will be dragged before governors and kings for my sake, to bear testimony before them and the Gentiles. When they deliver you up, do not be anxious how you are to speak or what you are to say; for what you are to say will be given to you in that hour; for it is not you who speak, but the Spirit of your Father speaking through you. Brother will deliver up brother to death, and the father his child, and children will rise against parents and have them put to death; and you will be hated by all for my name’s sake. But he who endures to the end will be saved.” [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Δόξα. Ἦχος βʹ. |
Glory. Mode 2. |
|
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the holy Martyr, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Ἰδιόμελον. Ἦχος βʹ. |
Idiomelon. Mode 2. |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. [SAAS] |
|
Παρθενικοῖς αἵμασιν, Ἀθληφόρε Μαρκέλλα φοινιχθεῖσα, τῷ οὐρανίῳ Νυμφίῳ πάγκαλλος Νύμφη ἀνεδείχθης, ὑπὲρ οὗ τὰς αἰκίας, παρὰ τοῦ σοῦ ἀνοσίου πατρός, ὑπήνεγκας πανθαύμαστε, καὶ τὴν ἐρίτιμόν σου κεφαλήν, ὑπὲρ τηρήσεως ἀκριβοῦς τοῦ θείου νόμου σὺν τοῖς μαστοῖς ἀπετμήθης, ἐλέγχουσα αὐτοῦ τὸ τῆς ἀκολασίας ξενήκουστον τόλμημα· ὅθεν ὡς παρθένος, μετὰ τῶν φρονίμων συναγάλλῃ παρθένων, καὶ ὡς τοῦ νόμου φύλαξ ἀκριβής, μετὰ τῶν Μακκαβαίων καὶ τοῦ θείου Προδρόμου συνδοξάζῃ, μεθ’ ὧν πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
Mary Magdalen, having as his disciple faithfully served Christ our God, who willingly made himself poor with my poverty in his surpassing compassion, when she saw him stretched on a Cross and shut up in a tomb, weeping cried out, 'What is this strange sight? How is he who gives life to the dead numbered among the dead? What sweet spices can I bring the one who freed me from the foul stench of the demons? What tears can I shed for the one who stripped my foremother of her tears?' But the Sovereign of the universe, appearing like the guardian of Paradise, by the dew of his words banished the heat and said to her, 'Go to my brethren and shout aloud the good tidings of joy: I am ascending to my Father and your Father, and my God and your God, that I may grant the world my great mercy.' [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save your people and bless your inheritance. Look upon your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us your rich mercies, |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς, τῆς ἁγίας ἐνδόξου Παρθενομάρτυρος Μαρκέλλης τῆς Χιοπολίτιδος, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν ἁγίων· |
through the prayers of our all-pure Lady, Mother of God and Ever-Virgin Mary; by the power of the precious and life-giving Cross; through the protection of the honoured Bodiless Powers of heaven; through the intercessions of the honoured, glorious Prophet, Forerunner and Baptist John; of the holy, glorious and all-praised Apostles; our Fathers among the Saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian and John Chrysostom, Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonder-workers; the holy, glorious great Martyrs George the Victorious, Demetrios the Myrobletes, Theodore the Teron, and Theodore the General, Menas the Wonderworker, the Hieromartyrs Haralambos and Eleftherios; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; of our holy God-bearing Fathers; (local patron saint); of the holy and righteous Forebears of God, Joachim and Anna, the holy Myrrh-bearer and Equal to the Apostles, Mary Magdalene, the holy and glorious Virgin Martyr Markella of Chios, whose memory we are observing; and of all your Saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
By the mercy and compassion and love for humankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Κοντάκιον. |
Kontakion. |
|
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. N/M (You who were lifted.) |
|
|
Ὁ ὑπερούσιος Θεὸς ἐν τῷ κόσμῳ, μετὰ σαρκὸς ἐπιφοιτῶν Μυροφόρε, σὲ ἀληθῆ Μαθήτριαν προσήκατο, ὅλην σου τὴν ἔφεσιν, πρὸς αὐτὸν κεκτημένην· ὅθεν καὶ ἰάματα, ἀπετέλεσας πλεῖστα, καὶ μεταστᾶσα νῦν ἐν οὐρανοῖς, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε. |
When God, Who is transcendent in Essence, ⁄ came with flesh into the world, Myrrhbearer, ⁄ He received you as a true disciple for you turned all your love toward Him; ⁄ henceforth you would yourself work many healings. ⁄⁄ Now that you have passed into heaven, never cease to intercede for the world! [OCA] |
|
Ὁ Οἶκος. |
Oikos. |
Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε τὸ φίλτρον τὸ ἀναπόσπαστον Σεμνή, πρώτη ἐμφανίζει ἑαυτόν σοι, ἀναστὰς ἐκ τοῦ μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι τῷ ἀπροσπελάστῳ, καὶ αὐτός σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν δωρεῖται, καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου ἐμφανίζει σοι βουλήν· καὶ πέμπει δέ σε, θεῖα εὐαγγέλια τοῖς κατεπτηχόσι Μύσταις τῆς αὐτοῦ ἐγέρσεως ἀπαγγεῖλαι. Διὸ μεγίστην πρὸς αὐτὸν ἔχουσα παῤῥησίαν, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε. |
Christ the light of the world, seeing you the vigilant eye of faith and the inseparable charm of love, honoured Saint, on rising from the grave showed himself to you first, who had hastened with sweet spices and drawn near to the unapproachable. He in return granted you the divine force of the Spirit and revealed to you the design of his ascent to the Father who has no beginning. And he sent you to proclaim the divine good tidings of his Rising to the Disciples, petrified with fear. And so, as you have the greatest freedom to address him, you intercede at every moment on behalf of the world. [Lash] |
|
Κοντάκιον. Τῆς Μάρτυρος. |
Kontakion. For the Martyr. |
|
Κοντάκιον. |
Kontakion. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος γʹ. Ἡ Παρθένος σήμερον. |
Mode 3. On this day. |
|
|
Ἡ Παρθένος σήμερον. |
Ἡ λαμπρὰ σοῦ ἄθλησις, ὦ καλλιμάρτυς Μαρκέλλα, τῶν πιστῶν ἐφαίδρυνε τὰς διανοίας ἐνθέως, θάνατον τοῦ ζῆν ἀνόμως προκρίνει πάντας, πείθουσα καὶ γὰρ ἐτμήθης ξίφει τὴν κάραν, σὺν μαστοῖς ὑπὸ πατρῴας, χειρὸς ὦ δράμα ὑπὲρ τοῦ νόμου Χριστοῦ. |
God who is beyond being when he dwelt in flesh in the world approved you as a true Disciple, O Myrrhbearer, for all your desire was for him. Therefore you accomplished many healings, and now, having passed over, in heaven you intercede at every moment on behalf of the world. [Lash] |
|
Ὁ Οἶκος. |
Oikos. |
Δεῦτε οἱ φιλήκοοι, ἀκούσατε καινοὺς καὶ δυσαντήτους ἄθλους τε καὶ οὓς περ ἡ τοῦ Χριστοῦ ἄμωμος νύμφη Μαρκέλλα, παρὰ τοῦ ἀνοσίου αὐτῆς πατρός, ἐν τῇ Χίῳ ἐν κώμῃ Βολισσῷ ἠγώνισται, ἔνθα μέχρι τοῦ νῦν ἐρυθρὸς ὁ τῆς θαλάσσης ἀφρὸς ἐν ταῖς ἀκταῖς ὁρᾶται, εἰς δήλωσιν τοῦ ἐκχυθέντος παρθενικοῦ αὐτῆς αἵματος· θέλοντος γὰρ τοῦ ἐναγοῦς καὶ ἀνοσίου πατρὸς παρανόμως συμμίγνυσθαι αὐτῇ οὐκ ἠνείχετο ἡ ἀοίδιμος, ὅθεν φεύγουσα καὶ ὑπ᾿ αὐτοῦ διωκομένη, ἔλαβε θάνατον ὑπὲρ σωφροσύνης, χερσὶ πατρικαῖς ἀποτμηθεῖσα σὺν τοῖς μαστοῖς, καὶ τὴν ἐρίτιμον αὐτῆς κεφαλήν, διὸ στέφει οὐρανίῳ ἐστέφθη, ὡς ἀθλήσασα ὑπὲρ τοῦ νόμου Χριστοῦ. |
Christ the light of the world, seeing you the vigilant eye of faith and the inseparable charm of love, honoured Saint, on rising from the grave showed himself to you first, who had hastened with sweet spices and drawn near to the unapproachable. He in return granted you the divine force of the Spirit and revealed to you the design of his ascent to the Father who has no beginning. And he sent you to proclaim the divine good tidings of his Rising to the Disciples, petrified with fear. And so, as you have the greatest freedom to address him, you intercede at every moment on behalf of the world. [Lash] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΒʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς. |
On July 22, we commemorate Saint Mary Magdalene, the Myrrh-bearer and Equal to the Apostles. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Μαρκέλλης. |
On this day we also commemorate Saint Markella, the devout Martyr. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
Katavasias Odes 1-8 |
Katavasias Odes 1-8 |
ΧΟΡΟΣ |
CHOIR |
|
Καταβασίαι τῆς Θεοτόκου |
Katavasias of Theotokos |
|
ᾨδὴ αʹ. Ἦχος δʹ. |
Ode i. Mode 4. |
|
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. |
I will open my mouth and it will be filled with the Spirit, and I will utter a word to the Queen and Mother, and I shall be seen keeping glad festival, and rejoicing I will sing her wonders. [Lash] |
|
ᾨδὴ γʹ. |
Ode iii. |
|
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. |
O Mother of God, as living and bounteous source, establish those united in spiritual fellowship who sing hymns you of praise, and in your divine glory grant them crowns of glory. [Lash] |
|
ᾨδὴ δʹ. |
Ode iv. |
|
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. |
The Prophet Avvakoum, understanding the unsearchable divine counsel of your incarnation from the Virgin, O Most High, cried out: Glory to your power, O Lord. [Lash] |
|
ᾨδὴ εʹ. |
Ode v. |
|
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. |
The universe was amazed at your divine glory, for you, O Virgin, who knew not wedlock held in your womb the God over all and gave birth to an eternal Son, who gives salvation as the prize to all who sing your praise. [Lash] |
|
ᾨδὴ Ϛʹ. |
Ode vi. |
|
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. |
Come godly-minded people, as we celebrate this divine and honoured feast of the Mother of God, let us clap our hands as we glorify the God who was born of her. [Lash] |
|
ᾨδὴ ζʹ. |
Ode vii. |
|
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. |
The godlike Children did not worship creation instead of the Creator, but bravely trampling on the threat of fire, rejoicing they sang: O highly exalted Lord and God of our fathers, blessed are you! [Lash] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
The Offspring of the Mother of God saved the innocent Youths in the furnace. Then he was prefigured, but now in reality he gathers the whole world which sings: All you works praise the Lord, and highly exalt him to all the ages. [Lash] |
|
|
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος δʹ. |
The Magnificat. Mode 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Ode 9: Katavasia |
Ode 9: Katavasia |
|
ᾨδὴ θʹ. Καταβασία. Ἦχος δʹ. |
Ode ix. Katavasia. Mode 4. |
|
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. |
Let all born of earth bearing torches, in spirit leap for joy; let the nature of the immaterial spirits honour and celebrate the wondrous sacred festival of the Mother of God, and let them cry: Hail, all-blessed Mother of God, pure and Ever-Virgin! [Lash] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the Powers of heaven praise you and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Ἐξαποστειλάρια. |
Exaposteilaria. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. |
Mode 2. O Women, hearken. |
|
|
Γυναῖκες ἀκουτίσθητε. |
|
Ἡ νῆσος Χῖος τέρπεται, παλαίσμασι τῆς μάρτυρος, καὶ πανευφήμου Μαρκέλλης, ἥ περ Χριστὸς καταστέφει, σὺν τοῖς προδιαλάμψασι, τισίν Ἁγίοις πρότερον, Ἰσιδώρω τῷ μάρτυρι, Μυρόπῃ τῇ ἀθληφόρῳ, καὶ τῇ ὁσία Ματρώνῃ |
Mary, aptly named, and Disciple of Christ, with the rest of the Myrrhbearers and Mary the Virgin, alone Mother of God, without ceasing implore the crucified Lord on behalf of us who honour you from love, O Myrrhbearer. [Lash] |
|
Ἕτερον. |
Another. |
|
Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. |
Mode 2. O Women, hearken. |
|
|
Γυναῖκες ἀκουτίσθητε. |
|
Ῥωσθεῖσα τῇ τοῦ Πνεύματος, ἰσχύϊ τάχος ἔφυγες, πατρὸς τοῦ σοῦ τὴν μανίαν, Μαρκέλλα δούλη Κυρίου, ἐν θαλασσίοις ὕδασιν, ἐν οἷς τὴν κάραν τέτμησαι· δι’ ὅπερ καὶ ἀνέδραμες, εἰς οὐρανίους θαλάμους, ὑπὲρ ἡμῶν δυσωποῦσα. |
The Spirit gave you strength and might. * And thus you quickly ran away * from your father’s mad passion, * O servant of God Markella, * into the waters of the sea, * and were decapitated there. * Therefore did you rise quickly * into the heavenly chambers, * on our behalf importuning. [SD] |
|
Τῆς Μυροφόρου. |
For the Myrrhbearer. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. |
Mode 2. O Women, hearken. |
|
|
Γυναῖκες ἀκουτίσθητε. |
|
Μαρία κυριώνυμε, καὶ τοῦ Χριστοῦ Μαθήτρια, σὺν ταῖς λοιπαῖς Μυροφόροις, καὶ τῇ Παρθένῳ Μαρίᾳ, καὶ μόνῃ θεομήτορι, ἀπαύστως καθικέτευε, τὸν σταυρωθέντα Κύριον, ὑπὲρ ἡμῶν Μυροφόρε, τῶν σὲ τιμώντων ἐκ πόθου. |
Mary, aptly named, and Disciple of Christ, with the rest of the Myrrhbearers and Mary the Virgin, alone Mother of God, without ceasing implore the crucified Lord on behalf of us who honour you from love, O Myrrhbearer. [Lash] |
bookmark |
bookmark |
|
Οἱ Αἶνοι. Ἦχος βʹ. |
Lauds. Mode 2. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. |
|
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
|
|
Στιχηρά. Τῆς Μάρτυρος. |
Stichera. For the Martyr. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου. |
Mode 2. Joseph took You down. |
|
|
Ὅτε ἐκ τοῦ ξύλου. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
|
Ξίφει τὸν αὐχένα σου σεμνή, ἔτεμε τοκεὺς καὶ γεννήτωρ, ὁ σὸς καὶ ἔδραμες, μάρτυς εἰς Μητρόπολιν τῶν πρωτοτόκων χαρᾷ καὶ τὰ κάλλη ἐμβλέπεις νῦν, Τριάδος τῆς θείας, δυσωποῦμέν σε, ἐκλιπαρεῖν ἐκτενῶς, ἵνα σοὺς ἱκέτας λυτρώσῃ, τῆς φρικτῆς ἐκείνης Μαρκέλλα, αἰωνιζούσης κατακρίσεως. |
With a sword your father and your sire * cut your throat, O dignified maiden, and hence you quickly rose * unto the Metropolis of the first born with joy. * Now and henceforth do you behold * the Trinity’s beauties. * Therefore we beseech you to implore God fervently, * O Markella martyr and virgin, * that from horrifying eternal * condemnation He redeem your suppliants. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
|
Ξίφει τὸν αὐχένα σου σεμνή, ἔτεμε τοκεὺς καὶ γεννήτωρ, ὁ σὸς καὶ ἔδραμες, μάρτυς εἰς Μητρόπολιν τῶν πρωτοτόκων χαρᾷ καὶ τὰ κάλλη ἐμβλέπεις νῦν, Τριάδος τῆς θείας, δυσωποῦμέν σε, ἐκλιπαρεῖν ἐκτενῶς, ἵνα σοὺς ἱκέτας λυτρώσῃ, τῆς φρικτῆς ἐκείνης Μαρκέλλα, αἰωνιζούσης κατακρίσεως. |
With a sword your father and your sire * cut your throat, O dignified maiden, and hence you quickly rose * unto the Metropolis of the first born with joy. * Now and henceforth do you behold * the Trinity’s beauties. * Therefore we beseech you to implore God fervently, * O Markella martyr and virgin, * that from horrifying eternal * condemnation He redeem your suppliants. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
|
Ἐπὶ τῆς θαλάσσης οἱ ἀφροί, ἐρυθροί, ὤ θαῦμα! ὁρῶνται, Μαρκέλλα πάνσεμνε, ἔνθα σου τὸ πάντιμον, αἷμα ἐκκέχυται, οἷς πιστῶς οἱ χριώμενοι, παθῶν ἐκλυτροῦνται, διὰ τῆς σῆς χάριτος ἀνευφημοῦντές σε, ὡς Χριστοῦ ἀκήρατον Νύμφην, τοῦ σὲ ἐνεργείαις θαυμάτων, ἔνδοξον τοῖς πᾶσιν ἀναδείξαντος. |
Even now the sea foam comes up red, * Saint Markella worthy of honor, O what a miracle! * For within the sea had your all-precious blood been spilt. * Those who faithfully with this foam * are duly anointed * are redeemed from sufferings, and they extol your grace * undefiled bride of the Lord Christ * Who by working miracles through you * showed you forth to all as being glorious. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
|
Θῦμα τῷ Δεσπότῃ σου Χριστῷ, ἤχθης ὢ Μαρκέλλα εὐῶδες καὶ παναμώμητον, πάσας ὅθεν ηὔφρανας, τὰς οὐρανίους ἀρχάς, καὶ μακάρων ἀοίδιμε ψυχὰς διὸ πάντες πρέσβυν πρὸς τὸν Κύριον πιστοὶ προβάλλομεν, σῶσον ἐκβοῶντες κινδύνων, καὶ παντοδαπῶν ἐναντίων, μάρτυς τοῦ Χριστοῦ τοὺς ἀνυμνοῦντάς σε. |
You were led unto your Master Christ, * O Markella, as a sweet-smelling all-blameless sacrifice. * Hence, O celebrated maid, you cheered the souls of the blest * and the powers of heaven all. * And thus we believers * all present you as an intercessor unto the Lord, * shouting: Rescue us who extol you, * O Martyr of Christ, from all dangers * and from every manner of adversity. [SD] |
|
Δόξα. |
Glory. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Τὴν τετράχορδον λύραν, τῆς φιλοχρίστου Χίου, τῶν φιλεόρτων τὸ σύστημα· Ἰσίδωρον τὸν Ἀθλητήν, σὺν τῇ συνάθλῳ Μυρόπῃ, καὶ Ματρώνῃ ἱερωτάτη Ὁσία, μετὰ Μαρκέλλης τῆς Παρθενομάρτυτρος· ᾗς τὴν θείαν μνήμην ἐπιτελοῦμεν σήμερον· θείῳ γὰρ πόθῳ πυρποληθεῖσα, τῷ ἀντάρτῃ ἀντέστη, ὥσπερ ἀσώματος ἡ ἀοίδιμος, καὶ τὰς ἐκείνου μηχανάς, ὡς ἱστὸν ἀράχνης, πανσόφως διέλυσε· διὰ γὰρ Χριστὸν τὸν Νυμφίον, αὐτῆς, τῆς οἰκείας ζωῆς μὴ φεισαμένη, ἀνδριοφόνως σφαγὴν παρὰ πατρὸς ἀκολάστου ἐδέξατο· ὅθεν τῇ ἑαυτῆς πατρίδι προστάτις γενέσθαι, σὺν τοῖς λοιποῖς Ἁγίοις, τοῖς ἐν αὐτῇ διαπρέψασι κατηξίωται, μεθ’ ὧν πρεσβεύει πρὸς Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
Let us sing in honor of the four-stringed lyre of Christ-loving Chios, O congregation fond of feasts: Isidore the martyr-athlete, and his fellow martyr Myropi, and Matrona the most holy monastic, with Markella the virgin-martyr whose divine memory we observe today. On fire with divine longing, the celebrated maid resisted the rebel, as if she were bodiless, and most wisely she undid his machinations, as if they were spider webs. For manfully she accepted to be slaughtered by her licentious father, not sparing even her life, for Christ her Bridegroom. Therefore she was counted worthy to become a patroness of her homeland, together with the other saints who flourished there, with whom she intercedes with the Lord, on behalf of our souls. [SD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. |
All my hope I lay on you, Mother of God. Guard me beneath your protection. [Lash] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
bookmark |
bookmark |
|
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
|
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory to you who have shown us the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [Lash] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise you, * we bless you, * we worship you, * we glorify you, * we give you thanks * for your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord, King, * God of heaven, * Father, Almighty, * Lord, only-begotten Son, * Jesus Christ * and holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, * Lamb of God, * Son of the Father, * who takes away the sin of the world, * have mercy on us; * you take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Receive our prayer, * you who sit at the right hand of the Father, * and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For you alone are holy, * you alone are Lord, * Jesus Christ, * to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Grant, Lord, * this day * to keep us without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης. |
Mode 1. As a citizen of the desert. |
|
|
Τῆς ἐρήμου πολίτης. |
|
Τοῦ Κυρίου τοῖς νόμοις, καὶ τοῖς θείοις διδάγμασι, πειθομένη Μαρκέλλα, καὶ ἀμέμπτως φυλάττουσα, τὴν βίαν πτοηθεῖσα τοῦ πατρός, ὦ Νύμφη ἀκήρατε Χριστοῦ, ἐν τοῖς ὄρεσιν ηὐλίζου, ἐν οἷς διώκων εὑρίσκει καὶ ἐκτείνει σε· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. |
Holy Mary Magdalen, you followed Christ who was born for us from a Virgin, and you kept all his statutes and laws. Therefore today, as we celebrate your all-holy memory, we praise you with faith and honour you with love. [Lash] |