Βιβλία - Πηγαί |
Books - Sources |
Μηναῖον - Τῌ ΙΑʹ ΑΥΓΟΥΣΤΟΥ |
Menaion - August 11 |
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου |
Memory of the Holy Martyr Euplus |
Ὡρολόγιον |
Horologion |
Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος |
Service of the Small Paraklesis |
|
__________ |
__________ |
|
|
|
|
ΕΣΠΕΡΙΝΟΣ |
VESPERS |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God, always, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Προοιμιακοῦ Ψαλμοῦ. |
Stand for the reading of the Introductory Psalm. |
Καθʼ ὃν δὲ χρόνον ἀναγινώσκεται ὁ Προοιμιακὸς Ψαλμός, ὁ Ἱερεύς, πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος, ἀναγινώσκει τὰς λεγομένας εὐχὰς τοῦ Λυχνικοῦ. |
While the Introductory Psalm is being read, the Priest stands in front of the holy Table and reads the so-called Lamp-lighting Prayers. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before Christ God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. |
Come, let us worship and bow down before Him, Christ our King and God. |
|
Ψαλμὸς ΡΓʹ (103). |
Psalm 103 (104). |
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. |
Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man’s heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul. |
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ. |
The sun knows its setting. You established darkness, and it was night. |
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. |
O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3) |
Alleluia, Alleluia, Alleluia. Glory to You, O God. (3) |
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. |
Our hope, O Lord, glory to You. |
|
ΤΑ ΕΙΡΗΝΙΚΑ |
THE PEACE LITANY |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from on high and for the salvation of our souls, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν. |
For pious and Orthodox Christians, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop (name), for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν, καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
For our country, the president, and all those in public service, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν. |
For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν. |
For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
bookmark |
bookmark |
|
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. |
Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS] |
|
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. |
Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS] |
|
Δείξε Στιχολογίαν |
Show Stichologia |
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. |
Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips. |
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. |
Incline not my heart to evil words, to make excuses in sins. |
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. |
With men who work lawlessness; and I will not join with their choice ones. |
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. |
The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head. |
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. |
For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock. |
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. |
They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave. |
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. |
For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away. |
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. |
Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness. |
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω. |
Sinners shall fall into their own net; I am alone, until I escape. |
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. |
I cried to the Lord with my voice, with my voice I prayed to the Lord. |
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. |
I shall pour out my supplication before Him; I shall declare my affliction in His presence. |
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. |
When my spirit fainted within me, then You knew my paths. |
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. |
For on the way I was going, they hid a trap for me. |
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. |
I looked on my right, and saw there was no one who knew me. |
Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. |
Refuge failed me, and there was no one who cared for my soul. |
Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων. |
I cried to You, O Lord; I said, “You are my hope, my portion in the land of the living.” |
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. |
Attend to my supplication, for I was humbled exceedingly. |
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. |
Deliver me from my persecutors, for they are stronger than I. |
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. |
Bring my soul out of prison to give thanks to Your name, O Lord. |
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. |
The righteous shall wait for me, until You reward me. |
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. |
Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice. |
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. |
Let Your ears be attentive to the voice of my supplication. |
|
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
|
|
Στιχηρὰ τῆς Ἑορτῆς. |
Stichera for the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος πλ. βʹ. Τριήμερος ἀνέστης. |
Mode pl. 2. You rose within three days. |
|
|
Τριήμερος ἀνέστης. |
Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. |
If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS] |
|
Μορφούμενος διʼ οἶκτον Χριστέ, Ἀδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ Παρθένου, ὤφθης δεύτερος Ἀδάμ· ἐν ὄρει δὲ Σωτήρ μου, Θαβὼρ μετεμορφώθης, παραγυμνῶν σου τὴν Θεότητα. |
O Christ, in Your compassion You took * the first man Adam’s form and became * second Adam, from the Virgin being born. * And now being transfigured, * my Savior, on Mt. Tabor, * You are disclosing Your divinity. [GOASD] |
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. |
Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS] |
|
Ἐξέστησαν ὁρῶντες τὴν σήν, τῆς χάριτος οἱ πρόκριτοι, καὶ τοῦ νόμου Μεταμόρφωσιν Χριστέ, ἐν ὄρει Θαβωρίῳ· μεθʼ ὧν σε προσκυνοῦμεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι. |
Your prophets of the Law, O Christ, * as well as Your disciples of grace * were astounded on Mt Tabor as they watched * as You became transfigured. * With them we also worship * You and the Father and the Spirit, O God. [GOASD] |
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. |
From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS] |
|
Λαμπρύνεται ἡ κτίσις φαιδρῶς, τῇ σῇ Μεταμορφώσει Χριστέ, ἣν τοῖς θείοις, Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ τε καὶ Ἠλίᾳ, ὑπέδειξας Θεὸς ὤν, ἀῤῥήτως λάμψας ὑπὲρ ἥλιον. |
Creation is made luminous * by Your transfiguration, O Christ, * which on Tabor You displayed to Your divine * Apostles and Elijah * and Moses, shining brighter * than any sun, as God ineffably. [GOASD] |
|
Τοῦ Ἁγίου. |
For the Saint. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος αʹ. Πανεύφημοι μάρτυρες. |
Mode 1. O Martyrs, extolled. |
|
|
Πανεύφημοι μάρτυρες. |
Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. |
For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS] |
|
Εὖπλε παναοίδιμε ἐχθροῦ, δυσμενοῦς κατέβαλες, τὰς μηχανὰς ἀνδρειότατε, στεῤῥᾷ ἀθλήσει σου, προσπαλαίσας τοῦτον, καὶ Χριστῷ τῷ Κτίστῃ σου, θυσία καθαρὰ καὶ εὐπρόσδεκτος, καθιερώθης νῦν, τῷ τῶν ὅλων βασιλεύοντι, διʼ αἰῶνος συναγαλλιώμενος. |
Euplus, you are sung throughout the world. * You brought down the machinations of the devil, competing resolutely, as you did, * in the ring against him. * You were consecrated as * a spotless and acceptable sacrifice to your Creator Christ. * Now you join Him, who is King of all, * in rejoicing together forevermore. [SD] |
Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. |
Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS] |
|
Εὖπλε παναοίδιμε Σταυρῷ, τοῦ Χριστοῦ φραξάμενος, τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὸν ἀντίπαλον, ἑκουσίᾳ γνώμῃ, καρτερῶς ἐχώρησας· καὶ τοῦτον προφανῶς τροπωσάμενος, συμβασιλεύεις νῦν, τῷ τῶν ὅλων βασιλεύοντι, διʼ αἰῶνος συναγαλλιώμενος. |
Euplus, you are sung throughout the world. * With the powers of your soul * having been fortified by the Cross of Christ, you made your way * on your own to wrestle * mightily against the foe; * You clearly were victorious over him. And now you reign with Christ * and you join Him, who is King of all, * in rejoicing together forevermore. [SD] |
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. |
For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS] |
|
Εὖπλε παναοίδιμε Χριστόν, ἀῤῥωγὸν κτησάμενος, τῶν ὑλικῶν κατεφρόνησας, καὶ σῶμα διʼ αὐτόν, τῷ διώκτῃ Μάρτυς, παραδοὺς εἰς μάστιγας, ἀντέστης ἐναθλῶν μέχρις αἵματος· διὸ στεφάνῳ σε, τῷ τῆς νίκης κατεκόσμησεν, ὁ Δεσπότης καὶ Σωτὴρ καὶ Κύριος. |
Euplus, you are sung throughout the world. * With Christ as your helper and defender, you set aside every material concern. * For His sake, O Martyr, * you gave up your body to the persecutor’s tortures, and bravely you endured and shed your blood. * Then the Master, Lord and Savior gave * you the medal and halo of victory. [SD] |
|
Δόξα· καὶ νῦν. Τῆς Ἑορτῆς. |
Glory. Both now. For the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Ὄρος τὸ ποτὲ ζοφῶδες καὶ καπνῶδες, νῦν τίμιον καὶ ἅγιόν ἐστιν, ἐν ᾧ οἱ πόδες σου ἔστησαν Κύριε· πρὸ αἰώνων γὰρ κεκαλυμμένον μυστήριον, ἐπʼ ἐσχάτων ἐφανέρωσεν ἡ φρικτή σου Μεταμόρφωσις, Πέτρῳ Ἰωάννῃ καὶ Ἰακώβῳ, οἵτινες τὴν ἀκτῖνα τοῦ προσώπου σου μὴ φέροντες, καὶ τὴν λαμπρότητα τῶν χιτώνων σου, ἐπὶ πρόσωπον, εἰς γῆν κατεβαρύνοντο, οἳ καὶ τῇ ἐκστάσει συνεχόμενοι, ἐθαύμαζον βλέποντες, Μωϋσῆν καὶ Ἠλίαν συλλαλοῦντάς σοι τὰ μέλλοντα συμβαίνειν σοι, καὶ φωνὴ ἐκ τοῦ Πατρός, ἐμαρτύρει λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησᾳ, αὐτοῦ ἀκούετε, ὃς τις καὶ δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
That Mount, which once was dark and smoky, is now revered and holy, for Your feet stood on it, O Lord. The mystery, which was hidden before all ages, was revealed in latter days by Your terrific Transfiguration, to Peter, John and James. They could not bear the shining ray of Your face nor the radiance of Your garments, so they fell on their faces, weighed down to the ground. In a state of ecstasy, they marveled as they watched Moses and Elias speaking with You about what was going to happen to You. Then the voice of the Father bore witness to You and said, “This is my beloved Son, in whom I am well pleased. Listen to Him, who also grants the world the great mercy.” [SD] |
|
|
|
bookmark |
bookmark |
(Εἴσοδος οὐ γίνεται.) |
(No Entrance) |
|
|
|
Ὁ λαὸς ἵσταται διὰ τὸ Φῶς Ἱλαρόν. |
Stand for the hymn. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει. |
Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD] |
bookmark |
bookmark |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἑσπέρας προκείμενον. |
Prokeimenon of the evening. |
ΧΟΡΟΣ |
CHOIR |
|
Προκείμενον. Ἦχος δʹ. |
Prokeimenon. Mode 4. |
|
Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. (δίς) |
The Lord will hear me when I cry to Him. (2) [SAAS] |
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. |
Verse: You heard me when I called, O God of my righteousness. You strengthened my heart when I was in distress. |
|
Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. |
The Lord will hear me when I cry to Him. |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς εὐχῆς. |
Stand for the reading of prayer. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
O Lord, keep us this evening without sin. Blessed are you, O Lord, God of our fathers, and praised and glorified is your name to the ages. Amen. O Lord, let your mercy be upon us for we have set our hope in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, Master, grant me understanding of your commandments. Blessed are you, Holy One, enlighten me with your commandments. Lord, your mercy is forever. Do not despise the works of your hands. To you is due praise, to you is due song, to you is due glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. [HC] |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our evening prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For a perfect, holy, peaceful, and sinless evening, let us ask the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Pardon and forgiveness of our sins and offences, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν. |
Lord our God, who bowed the heavens and came down for the salvation of the human race, look upon your servants and upon your inheritance, for to you, the fearful Judge who love mankind, your servants have bowed their heads and inclined their necks, not waiting for any human help, but awaiting your mercy and looking for your salvation. Guard them at every moment, during both the present evening and the approaching night, from every foe, from every hostile operation of the devil and from vain thoughts and evil desires. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed and glorified be the might of your Kingdom, of the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Ἀπόστιχα τῆς Ἑορτῆς. |
Aposticha of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος βʹ. Οἶκος τοῦ Ἐφραθᾶ. |
Mode 2. O House of Ephratha. |
|
|
Οἶκος τοῦ Ἐφραθᾶ. |
|
Φέγγει τῶν ἀρετῶν, ἐκλάμποντες προσβῶμεν, ἐν ὄρει τῷ ἁγίω, ὀψόμενοι τὴν θείαν, Κυρίου Μεταμόρφωσιν. |
Shining now with the bright * resplendence of the virtues, * let’s climb that holy mountain, * and we shall see the godly Transfiguration of the Lord. [SD] |
Στίχ. Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ. |
Verse: The heavens belong to You, and the earth is Yours. [SAAS] |
|
Σέλας τὸ τριλαμπές, ἀστράψας ἀποῤῥήτως, τῆς θεϊκῆς σου δόξης, Θαβὼρ ἐν ὄρει Σῶτερ, τὴν σύμπασαν ἐφαίδρυνας. |
Savior, the universe * was brightened when on Tabor * the triple-shining splendor * of Your divine glory like lightning flashed ineffably. [SD] |
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. |
Verse: Tabor and Hermon shall greatly rejoice in Your name. [SAAS] |
|
Αἴφνης οἱ Μαθηταί, τὸ ἔξαλλον ἰδόντες, τὸ τῆς στολῆς καὶ πάσης, διαρτίας σου Λόγε, πρηνεῖς εἰς γῆν κατέπιπτον. |
When the Disciples saw * the splendor of Your garments * and of Your whole appearance, * O Word of God, they fell on their faces and were much afraid. [SD] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Εἰς ὄρος ὑψηλὸν μεταμορφωθεὶς ὁ Σωτήρ, τοὺς κορυφαίους ἔχων τῶν Μαθητῶν, ἐνδόξως ἐξέλαμψας, δηλῶν, ὅτι οἱ τῷ ὕψει τῶν ἀρετῶν διαπρέψαντες, καὶ τῆς ἐνθέου δόξης ἀξιωθήσονται. Συλλαλοῦντες δὲ τῷ Χριστῷ, Μωϋσῆς καὶ Ἠλίας ἐδείκνυον, ὅτι ζώντων καὶ νεκρῶν κυριεύει, καὶ ὁ πάλαι διὰ νόμου, καὶ Προφητῶν λαλήσας ὑπῆρχε Θεός, ᾧ καὶ φωνὴ τοῦ Πατρός, ἐκ νεφέλης φωτεινῆς, ἐμαρτύρει λέγουσα· Αὐτοῦ ἀκούετε, τοῦ διὰ Σταυροῦ τόν, ᾍδην σκυλεύσαντος, καὶ νεκροῖς δωρουμένου, ζωήν τὴν αἰώνιον. |
When You were transfigured on a high mountain, O Savior, having with You those paramounts of Your Disciples, You shone forth with glory. Your intention was to show that those who attain the height of virtue will also be counted worthy of divine glory. Moses and Elias conversed with Christ, to show that He is the Lord of the living and the dead, and that the One who spoke through the Law and the Prophets of old was God. It was to Him that the voice of the Father bore witness from the bright cloud saying, “Listen to Him.” He is the One who despoiled Hades through the Cross, and who granted the dead eternal life. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν. |
Stand for the reading of prayers |
ΙΕΡΕΥΣ |
PRIEST |
|
ᾨδὴν τοῦ Θεοδόχου Συμεών |
Song of Simeon |
Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. |
Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples, a light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV] |
bookmark |
bookmark |
|
|
|
Εἰς τοὺς Ἑσπερινοὺς τοῦ Δεκαπενταυγούστου, πλήν ὁρισμένων ἐξερέσεων, συμψάλλεται ὁ τεταγμένος Παρακλητικὸς Κανὼν πρὸς τὴν Ὑπεραγίαν Θεοτόκον. |
At Vespers during the first two weeks of August, with some exceptions, the appointed Supplicatory Canon to the Most-holy Theotokos is appended. |
|
__________ |
__________ |
|
|
|
|
Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον |
Service of the Small Paraklesis to the Most-holy Theotokos |
|
|
|
|
|
(Complete Score) |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ψαλμὸς ΡΜΒʹ (142). |
Psalm 142 (143). |
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. |
O Lord, hear my prayer; give ear to my supplication in Your truth; answer me in Your righteousness; do not enter into judgment with Your servant, for no one living shall become righteous in Your sight. For the enemy persecuted my soul; he humbled my life to the ground; he caused me to dwell in dark places as one long dead, and my spirit was in anguish within me; my heart was troubled within me. I remembered the days of old, and I meditated on all Your works; I meditated on the works of Your hands. I spread out my hands to You; my soul thirsts for You like a waterless land. Hear me speedily, O Lord; my spirit faints within me; turn not Your face from me, lest I become like those who go down into the pit. Cause me to hear Your mercy in the morning, for I hope in You; make me know, O Lord, the way wherein I should walk, for I lift up my soul to You. Deliver me from my enemies, O Lord, for to You I flee for refuge. Teach me to do Your will, for You are my God; Your good Spirit shall guide me in the land of uprightness. For Your name’s sake, O Lord, give me life; in Your righteousness You shall bring my soul out of affliction. In Your mercy You shall destroy my enemies; You shall utterly destroy all who afflict my soul, for I am Your servant. [SAAS] |
Καὶ εὐθὺς τό· Θεὸς Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἑξῆς· |
Then “God is the Lord” is sung four times, with or without the verses. |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
|
Τροπάρια. |
Troparia. |
|
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. You who were lifted. |
|
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
|
Τῇ Θεοτόκῳ ἐκτενῶς, νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. |
Now to God’s Mother let us humble sinners run in haste * and in repentance let us fall down before her feet, * crying aloud with fervour from the depths of our souls, * ’sovereign Lady, help us now, * have compassion upon us, * hasten, for we perish * from our many offences. * Let not your servants go empty away; * we have you as our only hope'. [Lash] |
|
Δόξα. Τὸ αὐτό. |
Glory. Repeat. |
|
Καὶ νῦν. Ὅμοιον. |
Both now. Same Melody. |
|
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. |
Though most unworthy, may we never by silence * fail to proclaim your mighty acts and accomplishments, * for if you do not stand to intercede for us all, * Mother of our God, who then * will preserve us in freedom? * Who would have delivered us * from such terrible dangers? * O Sovereign Lady, from all kinds of threats * you save your servants, * may we not abandon you. [Lash] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
|
Ὁ Κανών |
The Canon |
ΧΟΡΟΣ |
CHOIR |
|
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας. |
Ode i. Mode pl. 4. Of old when the Israelite. |
|
|
Ὑγρὰν διοδεύσας. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. |
By many temptations I am held fast, * and seeking salvation * come for refuge in flight to you * O Mother of God’s own Word and Virgin, * from my dread dangers and troubles now rescue me. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. |
The passions torment with their assaults, * despondency’s burden * presses heavily on my soul, * with the calm of your Son and God, pure Maiden, * O All-immaculate Virgin, now give me peace. [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. |
To God and our Saviour, you once gave birth, * pure Maiden, I beg you, * from dread troubles may I be saved, * for as I now run to you for refuge, * it is to you that I lift both my soul and mind. [Lash] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. |
In body and soul, sick as I am, * consider me worthy, * only Mother of our true God, * of your godly providence and kindness, * for you are good and the one who gave birth to Good. [Lash] |
|
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος. |
Ode iii. O divine Master Builder. |
|
|
Οὐρανίας ἁψῖδος. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. |
As protection I set you and as the shield of my life, * you gave birth to God, Virgin Mother, guide me as a pilot now * into your anchorage, * you the support of the faithful, * source of all good things, you alone the one all-praised. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. |
I entreat you, O Virgin, dispel the strife in my soul, * pacify, I pray you, the tempest of my despondency, * for you, O Bride of God, * gave birth to him who is calm’s source, * you gave birth to Christ, you alone are the one all-praised. [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. |
Benefactor is he whom you bore and cause of all good, * pour out then for all the abundant wealth of his benefits, * power to do all things, * is yours who bore Christ the mighty, * powerful in strength is he, O greatly blessed by God. [Lash] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον. |
Cruel illnesses test me, and passions most damaging, * help me, I beseech you, O Virgin, aid me, all-blameless one, * for I know you to be * the inexhaustible treasure, * never failing storehouse, of healings that have no price. [Lash] |
|
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν. |
Save your servants, from every danger, O Mother of God, for next after God we all fly for refuge to you as unbreachable wall and protection. [Lash] |
|
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. |
With kindness, all-praised Mother of God, look on the dire affliction of my body and heal the pain of my soul. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Let us pray for pious and Orthodox Christians. |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
Also we pray for our Archbishop (name). |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης. |
Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness and remission of the sins of all pious and Orthodox Christians living and visiting in this city, the parishioners, the members of the Parish Council and every Ministry of this Parish, and the donors and benefactors of this holy church. |
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομαστὶ τῶν διʼ οὓς ἡ παράκλησις τελεῖται). |
Again we pray for the servants of God… (At this time the Priest commemorates those for whom the Paraklesis is sung.) |
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος. |
Also we pray for those who bring offerings, those who care for the beauty of this holy and venerable house, for those who labour in its service, for those who sing, and for the people here present, who await your great and rich mercy. |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
|
Κάθισμα. |
Kathisma. |
|
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν. |
Mode 2. In seeking the heights. |
|
|
Τὰ ἄνω ζητῶν. |
|
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα. |
Invincible rampart, fervent intercession, * the wellspring of mercy, refuge of the world, to you * we all cry insistently, * ’sovereign Lady, Mother who bore our God, * hasten, from perils swiftly set us free, * alone you are ever swift in our defence'. [Lash] |
|
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε. |
Ode iv. I have heard the report. |
|
|
Εἰσακήκοα Κύριε. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. |
I entreat you, O Bride of God, * still my passions’ tumult, the tempest of my faults, * still the raging turmoil in my soul; * you who brought to birth my pilot and my Lord. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε. |
As I call on you grant to me * your compassion’s depths, let me know your tenderness, * you who bore the Saviour of all those * who now lift their voices and who sing your praise. [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα. |
All-Immaculate Virgin, * we acknowledge you as the Mother of our God * as we offer you our hymns of thanks, * for your many gracious gifts which we enjoy. [Lash] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. |
As our hope and assurance, * rampart of salvation which none can overthrow * we have gained you, highly honoured one, * and from every trouble you deliver us. [Lash] |
|
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς. |
Ode v. Sovereign Lord our God. |
|
|
Φώτισον ἡμᾶς. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. |
Fill my heart, I pray, * with your gladness and unsullied joy, * Virgin most pure, the only Mother of our God, * for you who gave birth to him who is the cause of gladness. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. |
Come, deliver us * from all dangers, Mother of our God, * you bore eternal liberation, Maid most pure, * the peace which passes all understanding came to birth from you. [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. |
Dissipate the fog, * Bride of God, the murk of my misdeeds, * with the illumination of your radiance, * you who gave birth to the divine and pre-eternal light. [Lash] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι. |
Heal me, O Most Pure, * heal the sickness that afflicts my soul, * making it worthy of your kindness and your care, * and by your fervent intercession grant me health, I pray. [Lash] |
|
ᾨδὴ Ϛʹ. Τὴν δέησιν ἐκχεῶ. |
Ode vi. I pour out my supplication. |
|
|
Τὴν δέησιν ἐκχεῶ. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. |
As from death * and from corruption and decay, * when to death and to decay it captive, * he saved my nature held fast by corruption * giving himself over into the hand of death, * O Virgin, beg your Lord and Son * from the malice of foes to deliver me. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. |
I know you * to be my life’s sure guardian * its protection and shield, O pure Virgin, * you who dispel the great throng of temptations, * and drive away assaults of demon hordes, * unceasingly I plead with you, * 'From the passions’ corruption deliver me'. [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. |
O Maiden, * complete salvation of our souls, * we have gained you as our rampart of refuge, * as our relief in afflictions and torment, * and in your light evermore we are filled with joy. * O Sovereign Lady, save us now * from the passions and dangers besetting us. [Lash] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλʼ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. |
In sickness * and with no healing in my flesh * now I lie upon my bed, yet I implore you, * as you gave birth to our God and the world’s Saviour, * to him who frees us from sickness and malady, * O good one, hear me, I implore, * 'From disease’s corruption now raise me up'. [Lash] |
|
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν. |
Save your servants, from every danger, O Mother of God, for next after God we all fly for refuge to you as unbreachable wall and protection. [Lash] |
|
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπʼ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. |
Immaculate, who through a word gave birth to the Word beyond explanation in the last days, make intercession, as you have a mother’s freedom to speak. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Let us pray for pious and Orthodox Christians. |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
Also we pray for our Archbishop (name). |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης. |
Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness and remission of the sins of all pious and Orthodox Christians living and visiting in this city, the parishioners, the members of the Parish Council and every Ministry of this Parish, and the donors and benefactors of this holy church. |
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομαστὶ τῶν διʼ οὓς ἡ παράκλησις τελεῖται). |
Again we pray for the servants of God… (At this time the Priest commemorates those for whom the Paraklesis is sung.) |
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος. |
Also we pray for those who bring offerings, those who care for the beauty of this holy and venerable house, for those who labour in its service, for those who sing, and for the people here present, who await your great and rich mercy. |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
|
Κοντάκιον. Ἦχος βʹ. |
Kontakion. Mode 2. |
|
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. |
Protection of Christians that cannot be put to shame, unfailing mediation with the Maker, do not despise the voices of us sinners as we pray; but, in your love, be quick to help us who cry to you with faith: Hasten to intercede, make speed to entreat, O Mother of God, for you ever protect those who honour you. [Lash] |
|
Προκείμενον. Ψαλμὸς ΜΔʹ (44). |
Prokeimenon. Psalm 44 (45). |
|
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς) |
I will remember your name from generation to generation. (2) |
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. |
Verse: Listen, O daughter, behold and incline your ear, and forget your people and your father’s house. For the King desired your beauty. |
|
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. |
I will remember your name from generation to generation. [SAAS] |
ΙΕΡΕΥΣ |
PRIEST |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
Εἰρήνη πᾶσι. |
Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
bookmark |
bookmark |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Πρόσχωμεν. |
Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΙΕΡΕΥΣ |
PRIEST |
|
1:39 – 49, 56 |
1:39 – 49, 56 |
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα δὲ Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. |
In those days, Mary arose and went with haste into the hill country, to a city of Judah, and she entered the house of Zacharias and greeted Elizabeth. And when Elizabeth heard the greeting of Mary, the babe leaped in her womb; and Elizabeth was filled with the Holy Spirit and she exclaimed with a loud cry, “Blessed are you among women, and blessed is the fruit of your womb! And why is this granted me, that the mother of my Lord should come to me? For behold, when the voice of your greeting came to my ears, the babe in my womb leaped for joy. And blessed is she who believed that there would be a fulfillment of what was spoken to her from the Lord.” And Mary said, “My soul magnifies the Lord, and my spirit rejoices in God my Savior, for he has regarded the low estate of his handmaiden. For behold, henceforth all generations will call me blessed; for he who is mighty has done great things for me, and holy is his name.” And Mary remained with her about three months, and returned to her home. [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΧΟΡΟΣ |
CHOIR |
|
Δόξα. Ἦχος βʹ. |
Glory. Mode 2. |
|
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. |
Father, Word and Spirit, Trinity in Unity, blot out the multitude of my transgressions. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι. |
Mode pl. 2. When the saints deposited. |
|
|
Ὅλην ἀποθέμενοι. |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
|
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον. |
Sovereign and all-holy one, * do not trust me to protection * which is merely human, * but accept the pleading of your supplicant, * anguish has hold of me, * nor can I endure * the hostile demons’ arrows; * no shelter can I find, * no, nor place of refuge, wretch that I am, * from every side I am assailed, * and, save you, I find none that offers solace, * Queen of all creation, * Protection of the faithful and our hope, * do not despise my entreaty, * but take action for my good. [Lash] |
|
Θεοτοκία. |
Theotokia. |
|
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλʼ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως. |
No one who runs to you for help comes back from you ever frustrated in his cause, O Virgin Theotokos. But he asks for the favor and receives the bestowal which is appropriate for his request. [SD] |
|
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν. |
You are a turning for the better for those in trouble and deliverance of the sick, O Virgin Theotokos. Save your people and your flock, since you are the peace of the embattled, tranquil calm of those in agitation, and the believers’ only patronage. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save your people and bless your inheritance. Look upon your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us your rich mercies, |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου Μάρτυρος Εὔπλου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν ἁγίων· |
through the prayers of our all-pure Lady, Mother of God and Ever-Virgin Mary; by the power of the precious and life-giving Cross; through the protection of the honoured Bodiless Powers of heaven; through the intercessions of the honoured, glorious Prophet, Forerunner and Baptist John; of the holy, glorious and all-praised Apostles; our Fathers among the Saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian and John Chrysostom, Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonder-workers; the holy, glorious great Martyrs George the Victorious, Demetrios the Myrobletes, Theodore the Teron, and Theodore the General, Menas the Wonderworker, the Hieromartyrs Haralambos and Eleftherios; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; of our holy God-bearing Fathers; (local patron saint); of the holy and righteous Forebears of God, Joachim and Anna, and of all your Saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
By the mercy and compassion and love for humankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ἰουδαίας. |
Ode vii. The Servants from Judea. |
|
|
Οἱ ἐκ τῆς Ἰουδαίας. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ. |
With the will to accomplish * our salvation, O Saviour, you made your dwelling place * within the Virgin’s womb, * revealed her as the champion * and protection for all the world. * 'Blessed are you, O God, * the God of our Fathers!' [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. |
O pure Mother implore him * who desires to grant mercy, the one you brought to birth, * that they may be set free * from faults and soul’s defilements, * those who cry out with faith and sing, * 'Blessed are you, O God, * the God of our Fathers!' [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. |
You revealed her who bore you * as a tower of safety, as incorruption’s fount, * salvation’s treasure store * and doorway to repentance * for all those who now cry aloud, * 'Blessed are you, O God, * the God of our Fathers!' [Lash] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα. |
As you bore Christ the Saviour * for our sake, deign to heal from all sicknesses of the soul * and weakness of the body * those who with love and longing, * O most pure, who gave birth to God, * come close to you, to draw near * to your divine protection. [Lash] |
|
ᾨδὴ ηʹ. Τὸν Βασιλέα τῶν οὐρανῶν. |
Ode viii. O praise and bless Him. |
|
|
Τὸν Βασιλέα τῶν οὐρανῶν. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας. |
Do not despise those * who beg your help, O pure Virgin, * as their raise their song up in your honour, * praising and exalting you, Maiden, to the ages. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον. |
Unending rivers * of healings you pour, O Virgin, * for all those who him and extol and praise you, * those whose songs exalt your Birth-Giving beyond language. [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην. |
You cure, O Virgin, * all my soul’s weakness and sickness, * and the flesh’s tormenting afflictions, * so that I may sing of your glory, Highly Favoured. [Lash] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας. |
The passions’ onslaughts * and the assaults of temptations * you, O Virgin, repel and drive from us, * wherefore we shall praise and hymn you to all ages. [Lash] |
|
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Ode ix. Heirmos. |
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες. |
We who through you, O Virgin, * have been saved confess you * to be most truly the one who gave birth to God, * with all the choirs of the heavens you we now magnify. |
|
Τροπάρια. |
Troparia. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα. |
Do not reject my weeping, * tears that flow unceasing, * for you, O Virgin, gave birth to our Saviour Christ, * and it he who has wiped every tear from every face. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα. |
Come, fill my heart, O Virgin, * fill my heart with gladness, * for you received in his fullness the joy of all, * and made the pain and the sadness of sin now disappear. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα. |
O Virgin, be the haven, * shelter and protection * of those who flee to you, rampart unshakeable, * may they have as their refuge, their gladness and their joy. [Lash] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father, and to the Son, and to the Holy Spirit. |
|
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας. |
Dispel the fog of error, * ignorance’s darkness, * and let your light’s rays, O Virgin, illumine those * who with devotion proclaim you the Mother of our God. [Lash] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and for ever, and to the ages of ages. Amen. |
|
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα. |
Heal one laid low and wretched, * in a place of sickness, * a place, O Virgin, of ill and of wretchedness, * grant transformation from weakness and feebleness to health. [Lash] |
|
Μεγαλυνάρια. |
Megalynaria. |
|
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. |
It is truly right to call you blessed, who gave birth to God, ever-blessed and most pure, and Mother of our God. [Lash] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
|
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν. |
Higher than the heavens is she by far, * and yet more resplendent than the sun with its blazing rays, * she who has delivered * us from the curse’s power, * in hymns now let us honour * her who rules all the world. [Lash] |
|
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σὺ μοὶ βοήθησον. |
From the swarming multitude of my sins, * both my soul and body are now weakened, they are both sick, * O Most Highly Favoured, * to you I fly for refuge, * the hope of those who have none, * grant me, I pray you, your help. [Lash] |
|
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὧ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια. |
Mother of the One who redeemed us all, * hear the supplications your unworthy household makes, * be our intercessor * with him, the One born from you, * the world’s true Sovereign Lady, * become our Advocate. [Lash] |
|
Ψάλλομεν προθύμως σοὶ τὴν ὠδήν, νὺν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς. |
Fervently and joyfully we now sing * hymns and odes to you, the all-praised Mother of our God, * with the Lord’s Forerunner * and all the Saints in heaven, * implore your Son, O Mother, * to show us pity now. [Lash] |
|
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν. |
Let the impious’ lips be bereft of speech, * who do not worship this your icon, the all-revered, * this which was depicted * by Luke, the Lord’s Apostle, * the icon with the title, * ’she who points out the Way'. [Lash] |
Κατὰ τὰς ἡμέρας τῆς Μεταμορφώσεως, τὸ Μεγαλυνάριον τῆς ἑορτῆς μπορεῖ νὰ ψάλλεται ἐδώ. |
During the feast of the Transfiguration, the following Megalynarion for that feast may be inserted here. |
|
Θέλων ἐπιδεῖξαι τοῖς Μαθηταῖς, δύναμιν ἐξ ὕψους καὶ σοφίαν παρὰ Πατρός, ἐν ὄρει ἀνῆλθες, Χριστὲ τῷ Θαβωρίῳ, καὶ λἀμψας ὡς Δεσπότης τούτους ἐφώτισας. |
Wishing to display power from on high * and the Father’s wisdom to Your three holy and divine * Disciples, O Christ, You ascended Mount Tabor, * and shining as the Master, * there You illumined them. [SD] |
Τὸ Μεγλυνάριον τοῦ Ναοῦ. |
Then, the Megalynarion of the local church. |
Εἶτα τὸ ἑξῆς· |
Then, the following: |
|
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. |
All you hosts of heaven, the Angel Bands, * John, the Lord’s Forerunner, the Apostles, the holy Twelve, * Saints beyond all number, * with our God’s own Mother, * make intercession for us, * that we may all be saved. [Lash] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
|
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος βαρύς. |
Grave Mode. |
|
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. |
You were transfigured on the mountain, O Christ God, showing your disciples your glory, as far as they could bear it. At the prayers of the Mother of God make your everlasting light shine also on us sinners, Giver of light, glory to you. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν Ἁγίαν τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν, τὴν Ἱερὰν ἡμῶν Ἀρχιεπισκοπὴν (καὶ τὴν Ἱερὰν ταύτην Μητρόπολιν), καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθʼ ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. |
Again we pray for the protection of the Holy and Great Church of Christ, our Sacred Archdiocese (and this Sacred Metropolis), this city and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasion, civil strife, and accidental death. That our good and benevolent God may be merciful, gracious, and forgiving, and may divert and disperse all anger and disease coming against us, and deliver us from His impending justified threat and have mercy on us. |
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. |
Again we pray that the Lord our God may hear the prayer of us sinners, and have mercy on us. |
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Hear us, O God, our Saviour, the hope of all the ends of the earth and of those far off at sea; and have pity, have pity, Master, on our sins, and have mercy on us. For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
ΔΙΑΚΟΝΟΣ: Σοφία. |
DEACON: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον, δέσποτα. |
READER: Master, give the blessing. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed are You, Christ our God, always now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
Make firm, Lord our God, the holy and pure faith of the pious Orthodox Christians, together with the Holy Church and this city forever. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to you, our God, glory to you. |
Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ, ἐνώπιον τῶν ἁγίων αὐτοῦ Μαθητῶν καὶ Ἀποστόλων, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who was transfigured in glory on mount Tabor in front of His holy disciples and Apostles, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου. |
Mode 2. Joseph took You down. |
|
|
Ὅτε ἐκ τοῦ ξύλου. |
|
Πάντων προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου· ὅθεν σοι προσπίπτομεν· ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου. |
All those who for refuge flee with faith * unto you, O good one, you shelter beneath your mighty hand. * We your servants have no other intercessor like you * always praying to God for us * in dangers and sorrows, * sinners that we are, bent down because of many misdeeds. * Therefore, we fall prostrate before you. * Rescue us from every affliction, * since you are the Mother of the Most High God. [SD] |
|
Ὅμοιον. |
Same Melody. |
|
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν σῴζεσθαι τοὺς δούλους σου. |
For all who are troubled you are joy, * and of the abused a protectress, the paupers’ nourishment, * strangers’ consolation and a walking staff of the blind, * visitation of the infirm, * assistance and shelter * for the weary and oppressed, help of the orphans as well. * Hasten to deliver your servants, * fervently we beg you, O pure one, * since you are the Mother of the Most High God. [SD] |
|
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. |
Lady, receive the supplications of your servants, and rescue us from all necessity and affliction. [SD] |
|
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. |
All my hope I lay on you, Mother of God. Guard me beneath your protection. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |