_

Link to Matins Ordinary

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Μηναῖον - Τῌ ΚΘʹ ΑΥΓΟΥΣΤΟΥ

Menaion - August 29

Μνήμη τῆς Ἁποτομῆς τῆς Τιμίας Κεφαλῆς τοῦ Ἁγίου Προδρόμου

Commemoration of the Beheading of the Holy Forerunner

__________

__________

   

   

ΟΡΘΡΟΣ

MATINS

bookmark

bookmark

bookmark

bookmark

ΧΟΡΟΣ

CHOIR

Ἦχος βʹ.

Mode 2.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS]

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Verse 1: Give thanks to the Lord and call upon His holy name.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ.

Mode 2.

Μνήμη Δικαίου μετʼ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

The just is remembered with praises, but for you the Lord’s testimony suffices, O Forerunner; for you were declared more praiseworthy than the Prophets, because you were found worthy to baptize in running streams the One they had proclaimed. Therefore, having struggled bravely for the truth with joy, you preached to those in Hell a God who had appeared in flesh, who takes away the sin of the world, and grants us his great mercy. [Lash]

Δόξα. Τὸ αὐτό.

Glory. Repeat.

Μνήμη Δικαίου μετʼ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

The just is remembered with praises, but for you the Lord’s testimony suffices, O Forerunner; for you were declared more praiseworthy than the Prophets, because you were found worthy to baptize in running streams the One they had proclaimed. Therefore, having struggled bravely for the truth with joy, you preached to those in Hell a God who had appeared in flesh, who takes away the sin of the world, and grants us his great mercy. [Lash]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος βʹ.

Mode 2.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

All your mysteries are beyond understanding, all beyond glory, Mother of God; sealed in purity and guarded in virginity you were known without deception to be a Mother, in giving birth to the true God: implore him that our souls may be saved. [Lash]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

bookmark

bookmark

Κάθισμα Αʹ.

Kathisma I.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον.

Mode pl. 1. As the Father and Spirit.

Τὸν συνάναρχον Λόγον.

Τὸν μεσίτην συμφώνως νόμου καὶ χάριτος, οἱ πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, ὅτι μετάνοιαν ἡμῖν προεκήρυξε, καὶ Ἡρῴδην ἐμφανῶς, στηλιτεύσας εὐθαρσῶς, τὴν κάραν αὐτοῦ ἐτμήθη, καὶ ἄρτι ζῶν μετʼ Ἀγγέλων, Χριστῷ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

The intermediary of law and grace let us the faithful, gathered together, praise with one accord, because he preached repentance to us and, when he openly and bravely denounced Herod, had his head struck off. And now he lives with the Angels and im­plores Christ that we may be saved. [Lash]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον.

Mode pl. 1. As the Father and Spirit.

Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τόκος ὁ τῆς λοχείας σου, ἐν σοὶ ἐγνώρισται ἁγνὴ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πάσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

The astounding wonder of your con­ceiving and the ineffable birth-giving of your womb have been made known in you, pure Ever-Virgin. Your glory, Mother of God, which is unfurled over all for our salvation, amazes my mind and astounds my thought. [Lash]

Κάθισμα Βʹ.

Kathisma II.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον.

Mode pl. 1. As the Father and Spirit.

Τὸν συνάναρχον Λόγον.

Τὸν ἐκ μήτρας Προφήτην ἀναδειχθέντα ἡμῖν, καὶ ἐκ στείρας φωστῆρα τῇ οἰκουμένῃ φαιδρῶς, προελθόντα ἐν ᾠδαῖς ἀνυμνήσωμεν, τοῦ Χριστοῦ τὸν Βαπτιστήν, καὶ νικηφόρον ἀθλητήν, τὸν Πρόδρομον Ἰωάννην· πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

The one who was revealed to us as a Prophet from the womb and who came forth radiantly from a barren woman as a beacon for the inhabited world, the Baptist of Christ, the vic­torious athlete, the Forerunner John, let us praise in songs, for he inter­cedes with the Lord to have mercy on our souls. [Lash]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον.

Mode pl. 1. As the Father and Spirit.

Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον, ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι.

Show your servant your swift protection and assistance and your mercy, and calm the waves of vain thoughts, and raise up my fallen soul, pure Mother of God. For I know, I know that all that you wish you can also perform. [Lash]

Κάθισμα Γʹ.

Kathisma III.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον.

Mode pl. 4. By conceiving the Wisdom.

Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκ τῆς στείρας ἐκλάμψας ψήφῳ Θεοῦ, καὶ δεσμὰ διαῤῥήξας γλώσσης πατρός, ἔδειξας τὸν ἥλιον, ἑωσφόρον αὐγάζοντα, καὶ λαοῖς ἐν ἐρήμῳ, τὸν Κτίστην ἐκήρυξας, τὸν ἀμνὸν τὸν αἴροντα, τοῦ κόσμου τὰ πταίσματα· ὅθεν καὶ πρὸς ζῆλον, βασιλέα ἐλέγξας, τὴν ἔνδοξον κάραν σου, ἀπετμήθης ἀοίδιμε, Ἰωάννη πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

By God’s decree you shone out from the barren woman, broke open the bonds on your father’s tongue and revealed the Sun that shines with the light of dawn. And in the wilderness you preached the Creator to the peoples, the Lamb that takes away the faults of the world. There­fore too with fervour you rebuked the king and your head was struck off, famous and all-praised John. Intercede with Christ God to grant forgiveness of faults to those who celebrate with love your holy memory. [Lash]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον.

Mode pl. 4. By conceiving the Wisdom.

Παναγία Παρθένε Μήτερ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον, δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι! τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μου γενοῦ, καὶ προστάτης θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου ἄχραντε.

All-holy Virgin, Mother of God, heal the dread passions of my soul, I beg, and grant me pardon of the faults that I have senselessly committed, defiling soul and body, wretch that I am. Alas! What shall I do in that hour when the Angels separate my soul from my wretched body? Sovereign Lady, be my help then and my ardent protector; for I, your servant, have you as my hope. [Lash]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For blessed and glorified is your all-honoured and majestic name, of the Father, the Son and the Holy Spirit now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

bookmark

bookmark

ΧΟΡΟΣ

CHOIR

Ἀντίφωνον Αʹ.

Antiphon 1.

Ἦχος δʹ.

Mode 4.

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλʼ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

From my youth up many passions make war on me; but you, O Saviour, help me and save me. (2) [Lash]

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

You who hate Sion, may you be put to shame by the Lord; for you will be dried up as grass by fire. (2) [Lash]

Δόξα.

Glory.

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

By the Holy Spirit every soul is given life, and by cleansing it is exalted; it is made bright by the threefold Unity in a sacred mystery. [Lash]

Καὶ νῦν.

Both now.

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

By the Holy Spirit the streams of grace well up; watering all creation to engender life. [Lash]

Προκείμενον. Ψαλμὸς 115.

Prokeimenon. Psalm 115.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δίς)

Precious in the sight of the Lord is the death of His holy one. (2)

Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Verse: What shall I give back to the Lord for all He rendered to me?

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Precious in the sight of the Lord is the death of His holy one. [SAAS]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου.

Stand for the Gospel reading.

ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.

DEACON: Let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are holy, our God, who rest among the Saints, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἦχος βʹ.

Mode 2.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον.

Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3)

CHOIR: Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Stand upright. Let us listen to the Holy Gospel.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace to all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And to your spirit.

bookmark

bookmark

ΙΕΡΕΥΣ

PRIEST

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

DEACON: Let us attend.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

ΙΕΡΕΥΣ (ἀπὸ τῆς Ὡραίας πύλης)

PRIEST (from the gate)

Ματθ. 14:1 – 13

Mt. 14:1 – 13

Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ. καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡρῴδη· ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι, καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.

At that time, Herod the tetrarch heard about the fame of Jesus; and he said to his servants, “This is John the Baptist; he has been raised from the dead; that is why these powers are at work in him.” For Herod had seized John and bound him and put him in prison, for the sake of Herodias, his brother Philip’s wife; because John said to him, “It is not lawful for you to have her.” And though he wanted to put him to death, he feared the people, because they held him to be a prophet. But when Herod’s birthday came, the daughter of Herodias danced before the company and pleased Herod, so that he promised with an oath to give her whatever she might ask. Prompted by her mother, she said, “Give me the head of John the Baptist here on a platter.” And the king was sorry; but because of his oaths and his guests he commanded it to be given; he sent and had John beheaded in the prison, and his head was brought on a platter and given to the girl, and she brought it to her mother. And his disciples came and took the body and buried it; and they went and told Jesus. Now when Jesus heard this, he withdrew from there in a boat to a lonely place apart. But when the crowds heard it, they followed him on foot from the towns. [RSV]

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΧΟΡΟΣ

CHOIR

Δόξα. Ἦχος βʹ.

Glory. Mode 2.

Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

At the intercession of Your Forerunner, O Lord of mercy, blot out my many offenses. [SD]

Καὶ νῦν.

Both now.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD]

Ἰδιόμελον. Ἦχος βʹ.

Idiomelon. Mode 2.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. [SAAS]

Τῆς μετανοίας ὁ κήρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν κάραν, τήν, γῆν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοῖς πιστοῖς ἐτράνωσας, καὶ παρανομίαν ἐξηφάνισας. Ὡς παρεστηκὼς τῷ θρόνῳ τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Herald of repentance, John Baptist, when your head was struck off you sanctified the earth; because you made clear God’s law to the faithful and utterly destroyed lawlessness. As you stand before the throne of Christ the King of heaven, implore him to have mercy on our souls. [Lash]

ΙΕΡΕΥΣ

PRIEST

Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια·

O God, save your people and bless your inheritance. Look upon your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us your rich mercies,

πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων·

through the prayers of our all-pure Lady, Mother of God and Ever-Virgin Mary; by the power of the precious and life-giving Cross; through the protection of the honoured Bodiless Powers of heaven; through the intercessions of the honoured, glorious Prophet, Forerunner and Baptist John; whose memory we celebrate; of the holy, glorious and all-praised Apostles; our Fathers among the Saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian and John Chrysostom, Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonder-workers; the holy, glorious great Martyrs George the Victorious, Demetrios the Myrobletes, Theodore the Teron, and Theodore the General, Menas the Wonderworker, the Hieromartyrs Haralambos and Eleftherios; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; of our holy God-bearing Fathers; (local patron saint); of the holy and righteous Forebears of God, Joachim and Anna, and of all your Saints:

ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ)

CHOIR: Lord, have mercy. (12)

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

By the mercy and compassion and love for humankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κοντάκιον.

Kontakion.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Ἡ τοῦ Προδρόμου ἔνδοξος ἀποτομή, οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν ᾍδῃ τοῦ Σωτῆρος κηρύξῃ τὴν ἔλευσιν· θρηνείτω οὖν Ἡρῳδιάς, ἄνομον φόνον αἰτήσασα· οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ, οὐ ζῶντα αἰῶνα ἠγάπησεν, ἀλλʼ ἐπίπλαστον πρόσκαιρον.

The Forerunner’s glorious decapitation occurred out of divine dispensation, so that even to those in Hades he should declare the coming of the Savior. Therefore, mourn, O Herodias, who asked for unlawful murder: The law of God, nor the living age did she love, but one contrived and fleeting. [GKD]

Ὁ Οἶκος.

Oikos.

Τὰ γενέσια τοῦ Ἡρῴδου πᾶσιν ἐφάνησαν ἀνόσια, ὅτι ἐν μέσῳ τῶν τρυφώντων, ἡ κεφαλὴ τοῦ νηστεύοντος παρετέθη ὥσπερ ἔδεσμα, τῇ χαρᾷ συνήφθη λύπη, καὶ τῷ γέλωτι ἐκράθη πικρὸς ὀδυρμός, ὅτι τὴν κάραν τοῦ Βαπτιστοῦ πίνακι φέρουσα, ἐπὶ πάντων εἰσῆλθεν, ὡς εἶπεν, ἡ παῖς· καὶ διὰ οἶστρον, θρῆνος ἐπέπεσε πᾶσι τοῖς ἀριστήσασι τότε σὺν τῷ βασιλεῖ· οὐ γὰρ ἔτερψεν ἐκείνους, οὔτε Ἡρῴδην αὐτόν, φησί, καὶ ἐλυπήθησαν λύπην οὐκ ἀληθινήν, ἀλλʼ ἐπίπλαστον πρόσκαιρον.

Herod’s birthday festivities seemed to all unhallowed, for in the midst of the debauchers, the head of the Faster was like a meaty dish presented. Sadness joined to joy, and with laughter, wailing bitter blended; for as the girl entered in before all, bearing on a platter the brow of the Baptist through mad desire, as it says, lamentation fell likewise on the king and all the banqueters. For it did not delight them, nor Herod himself, it says; and they were dampened with a sadness that wasn’t real, but one contrived and fleeting. [GKD]

bookmark

bookmark

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΘʹ τοῦ αὐτου μηνὸς μνήμη τῆς ἀποτομῆς τῆς τιμίας Κεφαλῆς τοῦ ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου.

On August 29 we commemorate the beheading of the precious Head of the glorious Prophet and Forerunner Saint John the Baptist.

Ταῖς τοῦ σοῦ Προδρόμου, Χριστέ, πρεσβείαις ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Forerunner, O Christ, have mercy and save us. Amen.

bookmark

bookmark

Katavasias Odes 1-8

Katavasias Odes 1-8

ΧΟΡΟΣ

CHOIR

Καταβασίαι τοῦ Σταυροῦ

Katavasias of the Cross

ᾨδὴ αʹ. Ἦχος πλ. δʹ.

Ode i. Mode pl. 4.

Σταυρὸν χαράξας Μωσῆς, ἐπʼ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπʼ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.

When Moses inscribed a cross * with his rod extended, * he split the Red Sea for the host * of Israel that went on foot. * Then crosswise he once again * struck it and united it on Pharaoh's chariots, * portraying on its surface the invincible weapon. * Therefore to Christ our God * let us all sing, for He has been glorified. [SD]

ᾨδὴ γʹ.

Ode iii.

Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

The rod is taken to be an archetype of the mystery; * for it blossomed and thus chose the priest from others. * And now the tree of the Cross, unto the formerly barren Church, * has blossomed forth, * as power and a firm support. [SD]

ᾨδὴ δʹ.

Ode iv.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

I have heard the report, O Lord, * of Your dispensation's amazing mystery. * I considered well Your mighty works; * wherefore Your divinity I glorified. [SD]

ᾨδὴ εʹ.

Ode v.

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· διʼ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

O tree, you are three times blessed. * For Christ our King and our Lord was hung outstretched on you of old. * Through you fallen is the Devil who deceived man * by a tree, for he himself was snared by God who was crucified * in the flesh to you, and who grants unto our souls His peace. [SD]

ᾨδὴ Ϛʹ.

Ode vi.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.

When Jonah was in the belly * of the sea beast, and his hands in a cruciform were stretched out, * he thus clearly prefigured the saving Passion of Christ. * Whence after three days he emerged, depicting thus the super-mundane Resurrection from the dead * of our God who was physically nailed to the Cross * and by His third-day arising illumined the universe. [SD]

ᾨδὴ ζʹ.

Ode vii.

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλʼ ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

The impious tyrant's preposterous decree disturbed the populace, * breathing threats and blasphemous pronouncements hateful to God. * Yet the three Youths did not become frightened by the bestial anger or the roaring fire. * But with the dew-emitting wind whistling in opposition to the fire they sang: * O supremely praised You are blessed, O our God and the God of our fathers. [SD]

ᾨδὴ ηʹ.

Ode viii.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

We praise and we bless and we worship the Lord.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

You in equal number * to the Trinity, pious Youths, bless God the Father Maker of all, * and also praise the Word who condescended * and who changed the fire in the furnace into dew; * the all-holy Spirit who gives life to all creation, * also exalt supremely to the ages. [SD]

bookmark

bookmark

Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν.

Stand for the singing of Ode ix.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Let us honor and magnify in song the Theotokos and the Mother of the light.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ θʹ.

Ode ix.

Μεγαλυνάριον. Ἦχος πλ. δʹ.

The Magnificat. Mode pl. 4.

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash]

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash]

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash]

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash]

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash]

Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash]

Ode 9: Katavasia

Ode 9: Katavasia

ᾨδὴ θʹ. Καταβασία. Ἦχος πλ. δʹ.

Ode ix. Katavasia. Mode pl. 4.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφʼ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· διʼ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

Theotokos, you are mystical Paradise, * for without husbandry you have blossomed Christ, * by Whom the very life-bearing tree of the Cross in the earth has been planted. * As it is now exalted, * we adore Him thereby and you we magnify. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For all the Powers of heaven praise you and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

bookmark

bookmark

Ἐξαποστειλάριον.

Exaposteilarion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ. Τῶν Μαθητῶν ὁρώντων σε.

Mode 2. With the disciples.

Τῶν Μαθητῶν ὁρώντων σε.

Τὸν ἐν Προφήταις μείζονα γνωρισθέντα, καὶ Ἀποστόλων πρόκριτον γεγονότα, ὕμνοις ἐγκωμίων στεφανώσωμεν, τὸν Πρόδρομον τῆς χάριτος· τὴν κεφαλὴν γὰρ ἐτμήθη, διὰ τὸν νόμον Κυρίου.

Let us garland with hymns of praise the one known to be greatest among Prophets and who became precursor of Apostles, the Forerunner of grace, for his head was cut off for the sake of the law of the Lord. [Lash]

Ἕτερον.

Another.

Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Mode 3. Having embellished heaven.

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὁ ἀσελγὴς Ἡρῴδης, τὸν τῆς ἁγνείας φυτουργόν, σὲ Βαπτιστὰ τοῦ Σωτῆρος, καρατομήσας δολερῶς, σοῦ τοὺς ἐλέγχους τῆς γλώττης, τεμεῖν οὐκ ἴσχυσεν ὅλως.

Dissolute Herod treacherously cut off your head, planter of purity, Baptist of the Saviour, but was quite unable to cut out the rebukes of your tongue. [Lash]

Θεοτοκίον.

Theotokion.

Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Mode 3. Having embellished heaven.

Ἡ τὴν ἀρὰν τοῦ κόσμου, τῷ θείῳ τόκῳ σου σεμνή, ἐξαφανίσασα ποίμνην, σὲ λιτανεύουσαν πιστῶς, ἀπὸ παντοίων κινδύνων, ῥῦσαι πρεσβείαις σου Κόρη.

Holy Maiden, who abolished by your divine childbearing the curse of the world, deliver by your prayers from dangers of every kind the flock that faithfully entreats you. [Lash]

bookmark

bookmark

Οἱ Αἶνοι. Ἦχος πλ. δʹ.

Lauds. Mode pl. 4.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS]

Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Praise Him, sun and moon; praise Him, all you stars and light.

Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.

Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name.

Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

For He spoke, and they were made; He commanded, and they were created.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Praise the Lord from the earth, you dragons and all the deeps.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Fire and hail, snow and ice, stormy wind, which perform His word.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.

Mountains and all the hills, fruitful trees and all cedars.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Wild animals and all cattle, creeping things and flying birds.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς.

Kings of the earth and all peoples, princes and all judges of the earth.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

A hymn for all His saints, for the children of Israel, a people who draw near to Him.

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.

Sing to the Lord a new song, His praise in the assembly of His holy ones.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Let them praise His name with dance; with tambourine and harp let them sing to Him.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation.

Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

The high praise of God shall be in their mouth and a two-edged sword in their hand.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

To deal retribution to the nations, reproving among the peoples.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

To shackle their kings with chains and their nobles with fetters of iron.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

To fulfill among them the written judgment: this glory have all His holy ones.

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Praise God in His saints; praise Him in the firmament of His power.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Στιχηρὰ τοῦ Προδρόμου.

Stichera for the Forerunner.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. δʹ. Ὢ τοῦ παραδόξου.

Mode pl. 4. What a paradoxal.

Ὢ τοῦ παραδόξου.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS]

Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἱερὰν κεφαλήν, καὶ Ἀγγέλοις αἰδέσιμον, ἀσελγὲς ἀκόλαστον, περιέφερε κόριον, τὴν ἐλέγξασαν, γλῶσσαν παράνομον, τῇ μοιχαλίδι μητρὶ προσέφερεν. Ὢ τῆς ἀφάτου σου, ἀνοχῆς φιλάνθρωπε! διʼ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

O marvellous wonder! A dissolute, licentious girl carries round the sacred head revered by Angels. She offers to her adulterous mother the tongue that rebuked the lawless. O your ineffable forbearance, lover of mankind! Through it, O Christ, save our souls, for you alone are compas­sionate. [Lash]

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS]

Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἱερὰν κεφαλήν, καὶ Ἀγγέλοις αἰδέσιμον, ἀσελγὲς ἀκόλαστον, περιέφερε κόριον, τὴν ἐλέγξασαν, γλῶσσαν παράνομον, τῇ μοιχαλίδι μητρὶ προσέφερεν. Ὢ τῆς ἀφάτου σου, ἀνοχῆς φιλάνθρωπε! διʼ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

O marvellous wonder! A dissolute, licentious girl carries round the sacred head revered by Angels. She offers to her adulterous mother the tongue that rebuked the lawless. O your ineffable forbearance, lover of mankind! Through it, O Christ, save our souls, for you alone are compas­sionate. [Lash]

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS]

Ὢ τῆς Ἡρῴδου πωρώσεως! ὁ ἀτιμάσας Θεόν, ταῖς τοῦ νόμου ἐκλύσεσι, τὴν τῶν ὅρκων τήρησιν, δολερῶς ὑποκρίνεται· καὶ τῇ μοιχείᾳ φόνον προστίθησιν, ὁ σκυθρωπάζειν σχηματιζόμενος. Ὢ τῆς ἀφάτου σου, συμπαθείας Δέσποτα! διʼ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

O the blindness of Herod! Having dishonoured God by neglect of the law he treacherously promises to keep his oaths. And he adds murder to adultery, pretending to be sad. O your ineffable compassion, lover of mankind! Through it, O Christ, save our souls, for you alone are compas­sionate. [Lash]

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS]

Ὢ τῆς ὑπὲρ νοῦν ἐκπλήξεως! τῶν Προφητῶν ἡ σφραγίς, ὁ ἐπίγειος Ἄγγελος, πορνικῆς ὀρχήσεως, ἀναδείκνυται ἔπαθλον, ἡ θεολόγος γλῶσσα προπέμπεται, καὶ τοῖς ἐν ᾍδῃ, Χριστοῦ προάγγελος. Ὢ τῆς ἀῤῥήτου σου, προμηθείας Δέσποτα! διʼ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

O amazement beyond understanding! The seal of the Prophets, the earthly Angel is displayed as the reward of a harlot’s dance. The tongue that spoke of God is sent on before and is the herald of Christ to those in Hades. O your forethought beyond speech, lover of mankind! Through it, O Christ, save our souls, for you alone are compassionate. [Lash]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Πάλιν Ἡρῳδιὰς μαίνεται, πάλιν ταράττεται. Ὢ ὄρχημα δόλιον, καὶ πότος μετὰ δόλου! ὁ Βαπτιστὴς ἀπετέμνετο, καὶ Ἡρῴδης ἐταράττετο. Πρεσβείαις Κύριε τοῦ σοῦ Προδρόμου, τὴν εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.

Once again Herodias rages, once again she is deranged. O deceitful dance and revelry with deceit! The Baptist was beheaded and Herod was troubled. At the prayers of your Forerunner, Lord, grant peace to our souls. [Lash]

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Προδρόμου καὶ πάντων τῶν ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Theotokos, you are the true vine that produced the fruit of life. Lady, we fervently entreat you to intercede along with the Forerunner and all the saints, that our souls be treated mercifully. [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν.

Stand for the Great Doxology.

bookmark

bookmark

Ἡ Μεγάλη Δοξολογία

Great Doxology

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Glory to you who have shown us the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [Lash]

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

We praise you, * we bless you, * we worship you, * we glorify you, * we give you thanks * for your great glory.

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

Lord, King, * God of heaven, * Father, Almighty, * Lord, only-begotten Son, * Jesus Christ * and holy Spirit.

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

Lord God, * Lamb of God, * Son of the Father, * who takes away the sin of the world, * have mercy on us; * you take away the sins of the world.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

Receive our prayer, * you who sit at the right hand of the Father, * and have mercy on us.

Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

For you alone are holy, * you alone are Lord, * Jesus Christ, * to the glory of God the Father. Amen.

Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Grant, Lord, * this day * to keep us without sin.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Let Your mercy be on us, O Lord, as we have set our hope on You.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord. Teach me Your statutes.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord. Teach me Your statutes.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord. Teach me Your statutes.

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You.

Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Lord, I have fled to You. Teach me to do Your will, for You are my God.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

For with You is the fountain of life; in Your light we shall see light.

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Continue Your mercy to those who know You.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ.

Mode 2.

Μνήμη Δικαίου μετʼ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

The just is remembered with praises, but for you the Lord’s testimony suffices, O Forerunner; for you were declared more praiseworthy than the Prophets, because you were found worthy to baptize in running streams the One they had proclaimed. Therefore, having struggled bravely for the truth with joy, you preached to those in Hell a God who had appeared in flesh, who takes away the sin of the world, and grants us his great mercy. [Lash]