Βιβλία - Πηγαί |
Books - Sources |
Ὀκτώηχος - Ἦχος δʹ. |
Octoechos - Mode 4. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Μηναῖον - Τῌ Λʹ ΑΥΓΟΥΣΤΟΥ |
Menaion - August 30 |
Μεθέορτα τῆς Ἀποτομῆς τοῦ Προδρόμου |
Post-feast of the Beheading of the Forerunner |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
When the women Disciples of the Lord had learnt from the Angel the joyful message of the Resurrection, casting away the ancestral condemnation, triumphantly they said to the Apostles: Death has been despoiled, Christ God has been raised, granting the world his great mercy. [Lash] |
|
Δόξα. Τοῦ Προδρόμου. |
Glory. For the Forerunner. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος βʹ. |
Mode 2. |
|
|
|
|
Μνήμη Δικαίου μετʼ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος. |
The just is remembered with praises, but for you the Lord’s testimony suffices, O Forerunner; for you were declared more praiseworthy than the Prophets, because you were found worthy to baptize in running streams the One they had proclaimed. Therefore, having struggled bravely for the truth with joy, you preached to those in Hell a God who had appeared in flesh, who takes away the sin of the world, and grants us his great mercy. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
All your mysteries are beyond understanding, all beyond glory, Mother of God; sealed in purity and guarded in virginity you were known without deception to be a Mother, in giving birth to the true God: implore him that our souls may be saved. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν ἔγερσιν; Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν. |
As they looked at the entrance of the tomb and were unable to endure the bright flame of the Angel, the Myrrhbearing women trembled with amazement and said, 'Can the One who opened Paradise to the Thief have been stolen? Can he who before his passion proclaimed his Rising have been raised? Truly Christ God has risen, granting those in Hell life and resurrection'. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ. |
Mode 4. Joseph marveled. |
|
|
Κατεπλάγη Ἰωσήφ. |
|
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας. |
Of your own will, O Saviour, you endured the Cross, and mortals laid in a new tomb the One who established the ends of earth through a word; therefore the alien was bound, death terribly despoiled and all those in Hell cried aloud at your life-bearing Rising: Christ, the giver of life, has risen and abides to the ages. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Τὸ ἀπʼ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διʼ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. |
The mystery hidden from all eternity and unknown to Angels has been revealed to those on earth through you, O Mother of God: God being made flesh in a union without confusion, and willingly accepting the Cross for us, through which he raised the first-formed man and saved our souls from death. [Lash] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κάθισμα Βʹ. |
Kathisma II. |
|
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
|
|
Ταχὺ προκατάλαβε. |
|
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ· συνήγειρας τὸν κόσμον σου, τῇ ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος· ἔδειξας Ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε. |
You rose from Hell as immortal, O Saviour, and raised your world with you by your Resurrection, Christ our God; with strength you broke the might of death, and revealed the Resurrection to all, O Merciful: therefore we also glorify you, only lover of mankind. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ. |
Mode 4. Joseph marveled. |
|
|
Κατεπλάγη Ἰωσήφ. |
|
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος. |
Coming down from the heights above, Gabriel approached the rock where the Rock of life was lying, and clothed in white he cried aloud to the weeping women: Cease your cry of lamentation; now you have compassion for ever. Take courage, for the One you seek weeping has truly risen. Therefore cry out to the Apostles that the Lord has risen. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ. |
Mode 4. Joseph marveled. |
|
|
Κατεπλάγη Ἰωσήφ. |
|
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι. |
All the choirs of Angels were struck with wonder, Pure Virgin, at the dread mystery of your conceiving; how the One who holds all things fast with only a nod, is held fast in your arms as a mortal; how the Eternal accepts a beginning; how the One who nourishes everything that breathes by his ineffable goodness, is suckled at the breast: and with hymns they glorify you as truly Mother of God. [Lash] |
bookmark |
bookmark |
|
Εὐλογητάρια Ἀναστάσιμα. |
Resurrectional Evlogetaria. |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα. |
When the hosts of the Angels saw how You were accounted among the dead, they all marveled. You, O Savior, are the One who destroyed the might of death; and when You arose You raised Adam with yourself and from Hades liberated everyone. [SD] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. |
“Why do you mingle the ointments with your tears full of pity, O women disciples?” Thus the Angel who was shining in the tomb cried to the myrrh-bearing women. “See for yourselves the empty tomb and understand, that the Savior has risen from the sepulcher.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. |
Very early in the morning, the myrrh-bearing women were hastening to Your tomb lamenting. But the Angel appeared to them and uttered, “The time for lamentation has ended; weep no more. Go announce the Resurrection to the Apostles.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
|
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. |
When the myrrh-bearing women had come with their spices to Your sepulcher, O Savior, they heard the voice of an Angel clearly speaking to them, “Why do you account among the dead the One who lives? For as God, He has risen from the sepulcher.” |
|
Δόξα. |
Glory. |
|
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. |
We bow down in worship to the Father and His Son and the Holy Spirit, the Holy Trinity, one in essence; and we cry aloud with the Seraphim: Holy, Holy, Holy are You, O Lord. |
|
Καὶ νῦν. |
Both now. |
|
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. |
Giving birth to the Giver of life, O Virgin, you delivered Adam from sin, and to Eve you have rendered joy in place of sorrow. He who from you became incarnate, God and man, has directed to life him who fell from it. |
|
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3) |
Alleluia. Alleluia. Alleluia. Glory to you, O God. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed and glorified is your all-honoured and majestic name, of the Father, the Son and the Holy Spirit now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ὑπακοή. Ἦχος δʹ. |
Hypakoe. Mode 4. |
Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
The Myrrhbearers proclaimed to the Apostles the news of your wondrous Rising, O Christ: that as God you had risen, granting the world your great mercy. [Lash] |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Οἱ Ἀναβαθμοί. |
Anavathmoi. |
|
Ἀντίφωνον Αʹ. Ἦχος δʹ. |
Antiphon 1. Mode 4. |
|
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλʼ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. |
From my youth up many passions make war on me; but you, O Saviour, help me and save me. [Lash] |
|
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. |
You who hate Sion, may you be put to shame by the Lord; for you will be dried up as grass by fire. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. |
By the Holy Spirit every soul is given life, and by cleansing it is exalted; it is made bright by the threefold Unity in a sacred mystery. [Lash] |
|
Ἀντίφωνον Βʹ. |
Antiphon 2. |
|
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου· Κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα. |
From the depth of my soul I have cried to you fervently, O Lord; let your divine ears hearken even to me. [Lash] |
|
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων. |
Every one who has set their hope on the Lord, is higher than all those who mourn. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. |
By the Holy Spirit the streams of grace well up; watering all creation to engender life. [Lash] |
|
Ἀντίφωνον Γʹ. |
Antiphon 3. |
|
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν. |
Let my heart be raised to you, O Lord; and let none of the pleasures of the world lure me earthwards. [Lash] |
|
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ, θερμότερον φίλτρον χρεωστοῦμεν. |
As one has tender love for one’s mother; so we should have even more fervent love for the Lord. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
|
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ, τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει. |
By the Holy Spirit comes wealth of divine knowledge, contemplation and wisdom; for by him the Word unveils all the Father’s teachings. [Lash] |
|
Προκείμενον. |
Prokeimenon. |
|
Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. (δίς) |
Arise, O Lord; help us, and redeem us, because of the glory of Your name. (2) |
Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. |
Verse: O God, we heard with our ears. |
|
Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. |
Arise, O Lord; help us, and redeem us, because of the glory of Your name. [SAAS] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you are the King of peace and the Saviour of our souls, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Κοντάκιον Ἀναστάσιμον. |
Resurrectional Kontakion. |
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης, ἀνέστη τριήμερος. |
My Saviour and Deliverer, from the tomb as God raised from their bonds those born of earth and smashed the gates of Hell, and as Master arose on the third day. [Lash] |
|
Ὁ Οἶκος. |
Oikos. |
Τὸν ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς· Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεὸς καὶ Δεσπότης, ἀνέστη τριήμερος. |
Let all of us who are born of earth sing the praise of Christ the giver of life, who rose from the dead on the third day from the tomb, and by his power today smashed the gates of death, put Hell to death and crushed the sting of death, set Adam free with Eve, as with thanksgiving we cry aloud our fervent praise: For he as alone the mighty God and Master rose on the third day. [Lash] |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
|
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Λʹ τοῦ αὐτου μηνὸς μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως Ἀλεξάνδρου, Ἰωάννου, καὶ Παῦλου τοῦ νέου. |
On August 30, we commemorate the holy Patriarchs of Constantinople Alexander, John and Paul the New. |
Τῇ αὐτῇ ἡμέρᾷ μνήμη τοῦ Ὁσίου καὶ θαυματουργοῦ Φαντίνου. |
Today, we also commemorate devout Fantinus the miracle-worker. |
Τῇ αὐτῇ ἡμέρᾷ μνήμη τῶν ἁγίων δεκαὲξ Μαρτύρων τῶν Θηβαίων. |
Today, we also commemorate the holy sixteen Martyrs of Thebes. |
Τῇ αὐτῇ ἡμέρᾷ οἱ ἅγιοι ἓξ Μάρτυρες οἱ ἐν Μελιτινῇ, ἐν τῇ θαλάσσῃ βληθέντες, τελειοῦνται. |
Today, the six martyrs in Melitini died when they were thrown into the ocean. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your saints, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
Katavasias Odes 1-8 |
Katavasias Odes 1-8 |
ΧΟΡΟΣ |
CHOIR |
|
Καταβασίαι τοῦ Σταυροῦ |
Katavasias of the Cross |
|
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. |
Ode i. Mode pl. 4. |
|
Σταυρὸν χαράξας Μωσῆς, ἐπʼ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπʼ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται. |
When Moses inscribed a cross * with his rod extended, * he split the Red Sea for the host * of Israel that went on foot. * Then crosswise he once again * struck it and united it on Pharaoh's chariots, * portraying on its surface the invincible weapon. * Therefore to Christ our God * let us all sing, for He has been glorified. [SD] |
|
ᾨδὴ γʹ. |
Ode iii. |
|
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα. |
The rod is taken to be an archetype of the mystery; * for it blossomed and thus chose the priest from others. * And now the tree of the Cross, unto the formerly barren Church, * has blossomed forth, * as power and a firm support. [SD] |
|
ᾨδὴ δʹ. |
Ode iv. |
|
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. |
I have heard the report, O Lord, * of Your dispensation's amazing mystery. * I considered well Your mighty works; * wherefore Your divinity I glorified. [SD] |
|
ᾨδὴ εʹ. |
Ode v. |
|
Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· διʼ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. |
O tree, you are three times blessed. * For Christ our King and our Lord was hung outstretched on you of old. * Through you fallen is the Devil who deceived man * by a tree, for he himself was snared by God who was crucified * in the flesh to you, and who grants unto our souls His peace. [SD] |
|
ᾨδὴ Ϛʹ. |
Ode vi. |
|
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος. |
When Jonah was in the belly * of the sea beast, and his hands in a cruciform were stretched out, * he thus clearly prefigured the saving Passion of Christ. * Whence after three days he emerged, depicting thus the super-mundane Resurrection from the dead * of our God who was physically nailed to the Cross * and by His third-day arising illumined the universe. [SD] |
|
ᾨδὴ ζʹ. |
Ode vii. |
|
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλʼ ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. |
The impious tyrant's preposterous decree disturbed the populace, * breathing threats and blasphemous pronouncements hateful to God. * Yet the three Youths did not become frightened by the bestial anger or the roaring fire. * But with the dew-emitting wind whistling in opposition to the fire they sang: * O supremely praised You are blessed, O our God and the God of our fathers. [SD] |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. |
You in equal number * to the Trinity, pious Youths, bless God the Father Maker of all, * and also praise the Word who condescended * and who changed the fire in the furnace into dew; * the all-holy Spirit who gives life to all creation, * also exalt supremely to the ages. [SD] |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are holy, our God, who rest among the Saints, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
bookmark |
bookmark |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς ἁγίας τραπέζης) |
PRIEST (from the altar table) |
|
Ἑωθινὸν Βʹ |
Eothinon 2 |
|
Μᾶρκον 16:1 – 8 |
Mark. 16:1 – 8 |
Διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ. |
When the sabbath was past, Mary Magdalene, and Mary the mother of James, and Salome, bought spices, so that they might go and anoint him. And very early on the first day of the week they went to the tomb when the sun had risen. And they were saying to one another, “Who will roll away the stone for us from the door of the tomb?” And looking up, they saw that the stone was rolled back; for it was very large. And entering the tomb, they saw a young man sitting on the right side, dressed in a white robe; and they were amazed. And he said to them, “Do not be amazed; you seek Jesus of Nazareth, who was crucified. He has risen, he is not here; see the place where they laid him. But go, tell his disciples and Peter that he is going before you to Galilee; there you will see him, as he told you.” And they went out and fled from the tomb; for trembling and astonishment had come upon them; and they said nothing to anyone, for they were afraid. [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. |
Having seen the Resurrection of Christ…, [Lash] |
ΧΟΡΟΣ |
CHOIR |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
|
Ἦχος βʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 2. (or the Mode of the week) |
|
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. |
Wash me thoroughly from my lawlessness and cleanse me from my sin. |
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. |
For I know my lawlessness, and my sin is always before me. |
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. |
Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. |
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. |
For behold, I was conceived in transgressions, and in sins my mother bore me. |
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. |
Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. |
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. |
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. |
You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. |
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. |
Turn Your face from my sins, and blot out all my transgressions. |
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. |
Create in me a clean heart, O God, and renew a right spirit within me. |
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. |
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. |
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. |
Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. |
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. |
I will teach transgressors Your ways, and the ungodly shall turn back to You. |
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. |
Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. |
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. |
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. |
For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. |
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. |
A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. |
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. |
Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built. |
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. |
Then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings. |
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. |
Then shall they offer young bulls on Your altar. And have mercy on me, O God. [SAAS] |
|
Δόξα. |
Glory. |
|
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Apostles, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
|
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος. |
Jesus, having risen from the grave as He foretold, has granted us eternal life and great mercy. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save your people and bless your inheritance. Look upon your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us your rich mercies, |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων· |
through the prayers of our all-pure Lady, Mother of God and Ever-Virgin Mary; by the power of the precious and life-giving Cross; through the protection of the honoured Bodiless Powers of heaven; through the intercessions of the honoured, glorious Prophet, Forerunner and Baptist John; of the holy, glorious and all-praised Apostles; our Fathers among the Saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian and John Chrysostom, Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonder-workers; the holy, glorious great Martyrs George the Victorious, Demetrios the Myrobletes, Theodore the Teron, and Theodore the General, Menas the Wonderworker, the Hieromartyrs Haralambos and Eleftherios; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; of our holy God-bearing Fathers; (local patron saint); of the holy and righteous Forebears of God, Joachim and Anna, and of all your Saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
By the mercy and compassion and love for humankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Μεγαλυνάριον. Ἦχος πλ. δʹ. |
The Magnificat. Mode pl. 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
|
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honour than the Cherubim * and beyond compare more glorious than the Seraphim, * without corruption * you gave birth to God the Word; * truly the Mother of God, * we magnify you. [Lash] |
Ode 9: Katavasia |
Ode 9: Katavasia |
|
ᾨδὴ θʹ. Καταβασία. Ἦχος πλ. δʹ. |
Ode ix. Katavasia. Mode pl. 4. |
|
Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφʼ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· διʼ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν. |
Theotokos, you are mystical Paradise, * for without husbandry you have blossomed Christ, * by Whom the very life-bearing tree of the Cross in the earth has been planted. * As it is now exalted, * we adore Him thereby and you we magnify. [SD] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the Powers of heaven praise you and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος βʹ. |
Mode 2. |
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (δίς) |
Holy is the Lord our God. (2) |
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. |
Exalt the Lord our God, and worship at the footstool of His feet. |
Ὅτι ἅγιός ἐστι. |
For He is holy. [SAAS] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
|
Τὸ Βʹ Ἑωθινόν. |
Eothinon 2. |
|
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
|
Τοῖς Μαθηταῖς συνέλθωμεν. |
|
Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον· εἶδον γὰρ νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ· καὶ αὐτὸς ταύταις ἔφη· Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῷ Πέτρῳ τοῖς Μαθηταῖς· Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας· ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις. |
The women with the myrrh rejoiced * when they saw that the great stone * had from the tomb been rolled away. * For they had seen a young man sitting within on the right side. * And he addressed them, saying: * "Lo, Christ has risen from the dead. * Go and tell His disciples and Peter too, * to proceed to Galilee on the mountain. * For He will there appear to you * His friends, as He foretold you." [SD] |
|
Τοῦ Προδρόμου. |
For the Forerunner. |
|
Τοῦ Προδρόμου. |
For the Forerunner. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
|
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
|
Τοῖς Μαθηταῖς συνέλθωμεν. |
|
Ἡρῴδης ὁ παράνομος, τοῦ Προδρόμου τὴν θείαν, καὶ ἱερὰν ἀπέτεμε, κεφαλὴν τοὺς ἐλέγχους, μὴ φέρων ταύτης ὁ ἄφρων· ὤ φρικτῆς τόλμης ὄντως! Θρηνείτω οὖν ὁ ἄθλιος, ἄνομον φόνον πράξας· ἡμεῖς δὲ νῦν, τὴν τιμίαν κάραν ὕμνοις τιμῶντες, τὸν Βαπτιστὴν γεραίρομεν, τοῦ Χριστοῦ ἐπαξίως. |
Herod, who broke the Law of God, * had the divine and sacred * head of the Forerunner cut off, * foolishly not enduring to hear its censures against him. * Heinous indeed his daring! * So let the wretch lament and mourn * for committing unlawful murder. But we * singing hymns now honor the very precious * head of the Baptizer of Christ, * praising him as is worthy. [SD] |
|
Θεοτοκίον. |
Theotokion. |
|
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
Εἰ καὶ ἡττᾶται Πάναγνε, λογικὴ πᾶσα φύσις, πρὸς ἐγκωμίων ἔπαινον, σοῦ Θεὸν τῆς τεκούσης· καὶ γὰρ σαφῶς ὑπερτέρα, πάσης κτίσεως πέλεις· ἀλλʼ οὖν τὸ κατὰ δύναμιν, οὐκ ἀπόβλητον πάντως· ὅθεν κἀμοῦ, δέχου τὸν βραχύτατον ὕμνον ὥσπερ, ὁ σὸς Υἱὸς ἐδέξατο, τὰ λεπτὰ πρὶν τῆς χήρας. |
O all-pure Maiden, even though * every rational creature * is inadequate to extol * you the true Theotokos, * since after all you are higher * than all else in creation, * yet no attempt within one’s means * is dismissed as unworthy; therefore accept * even this my hymn which is short and simple, * much like your Son accepted once * the two coins of the widow. [SD] |
bookmark |
bookmark |
|
Οἱ Αἶνοι. Ἦχος δʹ. |
Lauds. Mode 4. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
|
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
|
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Στιχηρὰ Ἀναστάσιμα. |
Resurrectional Stichera. |
|
Ἦχος δʹ. |
Mode 4. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. [SAAS] |
|
Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν ἀνάστασιν. |
All-powerful Lord, who endured Cross and death, and rose from the dead, we glorify your Resurrection. [Lash] |
|
Ἦχος δʹ. |
Mode 4. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. [SAAS] |
|
Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας· ἐν δὲ τῇ ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμεν σοι· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. |
By your Cross, O Christ, you have freed us from the ancient curse, and by your death you have destroyed the devil who tyrannised over our nature, by your Rising you have filled all things with joy; therefore we cry to you: Lord risen from the dead, glory to you! [Lash] |
|
Ἦχος δʹ. |
Mode 4. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
|
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. |
With your Cross, Christ Saviour, guide us to your truth, and deliver us from the snares of the foe; risen from the dead raise us who have fallen through sin by stretching out your hand, Lord, at the prayers of your Saints. [Lash] |
|
Ἦχος δʹ. |
Mode 4. |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
|
Τῶν πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος. |
Only-begotten Word of God, without being parted from the Father’s bosom, you came on earth through love for mankind, becoming man without change, and though impassible in your Godhead, you endured Cross and death in the flesh; but risen from the dead you granted the human race immortality, as you alone are all-powerful. [Lash] |
|
Ἦχος δʹ. |
Mode 4. |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
|
Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ· καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθῶν μὲν ὡς ἄνθρωπος, ἀλλʼ ἀναστὰς ὡς Θεός· διὰ τοῦτο βοῶμεν· Δόξα σοι ζωοδότα, Κύριε, μόνε φιλάνθρωπε. |
You accepted death in the flesh, so ensuring us immortality; and you dwelt in a tomb, that you might free us from Hell, raising us with yourself, having suffered as a man, but rising as God. Therefore we cry to you: Glory to you, life-giving Lord, only lover of mankind. [Lash] |
|
Ἦχος δʹ. |
Mode 4. |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
|
Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη· ἔφριξαν ᾅδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ γὰρ τοῦ θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πᾶσιν ἀφθαρσίαν παρέσχες, τῇ ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοι. |
The rocks were rent, O Saviour, when your Cross was fixed on Calvary; the gate-keepers of Hell trembled when you were placed as a mortal in the sepulchre; for you destroyed the strength of death and gave incorruption to the dead by your Resurrection, O Saviour. Giver of life, glory to you! [Lash] |
|
Ἦχος δʹ. |
Mode 4. |
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. |
Arise, O Lord my God, let Your hand be lifted high, and do not forget Your poor to the end. [SAAS] |
|
Ἐπεθύμησαν γυναῖκες, ἰδεῖν σου τὴν ἀνάστασιν, Χριστὲ ὁ Θεός· ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα. |
Women longed to see your Resurrection, Christ God; Mary Magdalen came in anticipation; she found the stone rolled away from the grave, and the Angel sitting and saying; Why do you seek the living with the dead? He has risen as God, that he may save the universe. [Lash] |
|
Ἦχος δʹ. |
Mode 4. |
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. |
I will give thanks to You, O Lord, with my whole heart; I will tell of all Your wondrous things. [SAAS] |
|
Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἐλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι· ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες; δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι· δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι· κἂν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν ἔγερσιν, οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος! Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι. |
Where is Jesus, whom you thought to guard? say, O Jews. Where is he whom you placed in the grave, then sealed the stone? Give back the dead, you who denied life; give back the buried or believe in the Risen One. Though you keep silent about the Lord’s Rising, the stones will cry out, above all the one that was rolled away from the grave. Great is your mercy! Great the mystery of your dispensation! Our Saviour, glory to you! [Lash] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
|
Δόξα. Ἦχος βʹ. |
Glory. Mode 2. |
|
Τὸ Βʹ Ἑωθινόν. |
Eothinon 2. |
|
Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ Μαριὰμ γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς· Ἠγέρθη γάρ φησιν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς, εἰς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον. |
The women with their ointments went with Mary to the tomb, and they wondered how they would attain what they desired. Then they saw that the stone was rolled back, and also a godly young man who tried to quiet the disturbance of their souls. For he said, "The Lord Jesus has risen. Therefore, preach it to His Disciples and preachers, that they should go quickly to Galilee; and you will see Him, risen from the dead, as the Giver of Life and Lord." [SD] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι. |
You are supremely blessed, O Virgin Theotokos. For through Him who from you became incarnate was Hades taken prisoner, and Adam has been summoned back; the curse has been neutralized, and Eve has been liberated; death has been put to death, and we have been brought to life. Therefore extolling we cry out: O Christ our God, You are blessed, for so was Your good pleasure. Glory to You! [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
bookmark |
bookmark |
|
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
|
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory to you who have shown us the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [Lash] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise you, * we bless you, * we worship you, * we glorify you, * we give you thanks * for your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord, King, * God of heaven, * Father, Almighty, * Lord, only-begotten Son, * Jesus Christ * and holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, * Lamb of God, * Son of the Father, * who takes away the sin of the world, * have mercy on us; * you take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Receive our prayer, * you who sit at the right hand of the Father, * and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For you alone are holy, * you alone are Lord, * Jesus Christ, * to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Grant, Lord, * this day * to keep us without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
Μετὰ τὸ τέλος τῆς Δοξολογίας λέγομεν Τροπάριον Ἀναστάσιμον. |
After the Doxology, sing the following Resurrectional Troparion. |
|
Ἦχος δʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 4. (or the Mode of the week) |
|
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. |
Today salvation has come to the world. * Let us sing to him who rose from the tomb, the Author of our life. * For destroying death by death, * he has given us the victory * and his great mercy. [Lash] |