_

Link to Matins Ordinary

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Μηναῖον - Τῌ ΚΓʹ ΣΕΠΤΕΜΒΡΙΟΥ

Menaion - September 23

Ἡ Σύλληψις τοῦ Τιμίου Προδρόμου

The Conception of the Honorable Forerunner

__________

__________

   

   

ΟΡΘΡΟΣ

MATINS

Ἀρχὴ τοῦ Ὄρθρου

Matins Ordinary

   

   

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God, always, now and for ever, and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to you, our God, glory to you.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Advocate, Spirit of truth, present everywhere, filling all things, Treasury of blessings and Giver of life, come and dwell in us, cleanse us from every stain, and, O Good One, save our souls.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father, and to the Son, and to the Holy Spirit.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and for ever, and to the ages of ages. Amen.

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, Ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον Ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

O awesome and unshamable Protection, O good and praiseworthy Theotokos, do not despise our petitions; make firm the community of the Orthodox; save those whom you have called to rule; grant them victory from heaven, for you gave birth to God and are truly blessed.

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

Also we pray for our Archbishop (name).

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

Amen. In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Glory to the holy and consubstantial, and life giving, and undivided Trinity, always, now and forever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (3)

Glory to God in the highest, and on earth peace, good will among men. (3)

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς)

O Lord, You shall open my lips, and my mouth will declare Your praise. (2)

Ψαλμὸς ΠΖʹ (87)

Psalm 87 (88).

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε. Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπʼ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπʼ ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπʼ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε. Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπʼ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπʼ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

O Lord God of my salvation, I cry day and night before You. Let my prayer come before You; incline Your ear to my supplication, O Lord. For my soul is filled with sorrows, and my soul draws near to Hades; I am counted among those who go down into the pit; I am like a helpless man, free among the dead, like slain men thrown down and sleeping in a grave, whom You remember no more, but they are removed from Your hand. They laid me in the lowest pit, in dark places and in the shadow of death. Your wrath rested upon me, and You brought all Your billows over me. You removed my acquaintances far from me; they made me an abomination among themselves; I was betrayed, and did not go forth. My eyes weakened from poverty; O Lord, I cry to You the whole day long; I spread out my hands to You. Will You work wonders for the dead? Or will physicians raise them up, and acknowledge You? Shall anyone in the grave describe Your mercy and Your truth in destruction? Shall Your wonders be known in darkness, and Your righteousness in a forgotten land? But I cry to You, O Lord, and in the morning my prayer shall come near to You. Why, O Lord, do You reject my soul, and turn away Your face from me? I am poor and in troubles from my youth; but having been exalted, I was humbled and brought into despair. Your fierce anger passed over me, and Your terrors greatly troubled me; they compassed me like water all the day long; they surrounded me at once. You removed far from me neighbor and friend, and my acquaintances because of my misery.

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

O Lord God of my salvation, I cry day and night before You. Let my prayer come before You; incline Your ear to my supplication, O Lord. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to you, O God.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to you, O God.

(χῦμα)

(intoned)

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Alleluia. Alleluia. Alleluia. Glory to you, O God. Our hope, O Lord, glory to You.

ΤΑ ΕΙΡΗΝΙΚΑ

THE LITANY OF PEACE

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (μεθ’ ἑκάστην δέησιν)

Lord, have mercy. (after each petition)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from on high and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν, καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, and all those in public service, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord.

Ὑπὲρ…

(Use for institutions, e.g. Holy Cross.)

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

bookmark

bookmark

bookmark

bookmark

ΧΟΡΟΣ

CHOIR

Ἦχος δʹ.

Mode 4.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS]

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Verse 1: Give thanks to the Lord and call upon His holy name.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Mode 4. Come quickly.

Ταχὺ προκατάλαβε.

Ἡ πρῴην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι· ἰδοὺ γὰρ συνέλαβες, Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν· χόρευε Ζαχαρία, ἐκβοῶν παῤῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλον τίκτεσθαι.

Sing now, O barren one who did not bear before, * for you have indeed conceived the burning lamp of the Sun; * and he will illuminate * all the world afflicted * with spiritual blindness. * Dance, O Zacharias, and now openly cry out: * “The one who is to be born is a Prophet of the Most High God.” [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος δʹ.

Mode 4.

Τὸ ἀπʼ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διʼ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

O Theotokos, through you became manifest to us on earth the mystery, which was hid from eternity, and which the Angels themselves knew not: that God, uniting natures without confusion, becomes a man and accepts crucifixion for our salvation voluntarily. By virtue of this, resurrecting man whom He had first created, He saved our souls from death. [SD]

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κοντάκιον.

Kontakion.

Ἦχος αʹ. Χορὸς ἀγγελικός.

Mode 1. N/M (In heaven.)

Εὐφραίνεται λαμπρῶς, Ζαχαρίας ὁ μέγας, καὶ ἡ πανευκλεής, Ἐλισάβετ ἡ σύζυξ, ἀξίως συλλαμβάνουσα, Ἰωάννην τὸν Πρόδρομον· ὃν Ἀρχάγγελος, εὐηγγελίσατο χαίρων, καὶ οἱ ἄνθρωποι, ἀξιοχρέως τιμῶμεν, ὡς μύστην τῆς χάριτος.

Zachariah rejoices greatly with his wife Elizabeth, ⁄ for she has conceived John the Forerunner! ⁄ The angel announced him in gladness, ⁄⁄ and we honor him, proclaiming this blessing! [OCA]

Ὁ Οἶκος.

Oikos.

Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας εἰς τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος.

Let us open the sacred Gospel, which holy and wondrous Luke wrote for us, and let us contemplate the radiant and notable conception of the Forerunner. For, he says, when the Elder and righteous Zachary entered the Holy of Holies to offer incense at the moment of the daily service, Gabriel appeared to him bringing good tidings and saying: You have a son, Hierarch, in your old age, the Prophet and Forerunner, voice and herald, ever-lighted lamp and initiate of grace. [Lash]

bookmark

bookmark

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΓʹ τοῦ αὐτοῦ μηνός «Σύλλιψις τοῦ ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου.

On September 23 we remember the conception of the holy and glorious Prophet, Forerunner and Baptist John.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Ἀνδρέου, Ἰωάννου, Πέτρου, καὶ Ἀντωνίου, τῶν ἐν Ἀφρικῇ τελειωθέντων.

On this day we commemorate the holy martyrs Andrew, John, Peter and Anthony who died in Africa.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Μάρτυρος Ῥαΐδος τῆς παρθένου.

On this day we commemorate the holy Martyr Rais the virgin.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ὁσίων γυναικῶν Ξανθίππης καὶ Πολυξένης, τῶν αὐταδέλφων.

On this day we commemorate the holy women Xanthippe and Polyxeni the sisters.

Ὁ ἅγιος Νεομάρτυς Νικόλοας ὁ παντοπώλης, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τῷ ͵αχοβʹ (1672), ξίφει τελειοῦται.

The holy New Martyr Nicholas the Grocer witnessed in Constantinople in 1672 and died by the sword.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

bookmark

bookmark

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος πλ. βʹ.

Ode viii. Heirmos. Mode pl. 2.

Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

We praise and we bless and we worship the Lord.

Ἐκ φλογὸς τοῖς ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

You made dew gush from fire for the devout young men, * and with water You burned up the just one's sacrifice. * You accomplish all, O Christ, * simply by willing it. * Unto all the ages supremely we exalt You. [SD]

bookmark

bookmark

Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν.

Stand for the singing of Ode ix.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Let us honor and magnify in song the Theotokos and the Mother of the light.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ θʹ.

Ode ix.

Μεγαλυνάριον. Ἦχος πλ. βʹ.

The Magnificat. Mode pl. 2.

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Ὁ Εἱρμός. Ἦχος πλ. βʹ.

Heirmos. Mode pl. 2.

Θεὸν ἀνθρώποις.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.

For man to see God it is impossible, * for even the angelic armies dare not to gaze on Him. * But through you, O all-pure Maid, the Logos appeared incarnate unto mortals.* Him do we magnify, * and together with the hosts of heaven we pronounce you blest. [SD]

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to call you blessed, who gave birth to God, ever-blessed and most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For all the powers of heaven praise You, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

bookmark

bookmark

Ἐξαποστειλάριον.

Exaposteilarion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Mode 2. Let us in faith.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἡ τοῦ Προδρόμου ἔνδοξος, σύλληψις προμηνύει, τὸν ἐκ Παρθένου μέλλοντα, τίκτεσθαι Βασιλέα, ὡς οὗτος ἐξ Ἐλισάβετ, τῆς ἀκάρπου καὶ στείρας, πρεσβύτου ἱερέως τε, Ζαχαρίου τοῦ πάνυ· ὧν ταῖς εὐχαῖς, καὶ τῆς Θεοτόκου καὶ Ἰωάννου, τοῦ Βαπτιστοῦ σου Κύριε, σῶσον οἴκτειρον πάντας.

Today the holy Forerunner’s * wondrously wrought conception * foretells the coming of the King * to be born of the Virgin, * as he himself will be also * from the childless and barren * Elizabeth and elderly * Zacharias the great priest. Save us, O Lord, * by their prayers and those of the Theotokos * and those of Your baptizer John, * and on us all take pity. [SD]

bookmark

bookmark

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας.

Stand for the reading of the Doxology.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Δοξολογία (διαβαστά)

Doxology (read)

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our morning prayer to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful and sinless, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Pardon and forgiveness of our sins and offences, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask.

ΧΟΡΟΣ: Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the God of mercy, compassion, and benevolence, and to You we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace to all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And to your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.

Holy Lord, dwelling on high and beholding things below and, with your eye that observes all, keeping watch over the whole creation, to you we have bowed the neck of our soul and body, and we beseech you, O Holy of Holies: Stretch forth your invisible hand from your holy dwelling and bless us all. And, as you are good and love humankind, pardon us if we have sinned in anything, voluntarily or involuntarily, granting us your blessings both of this world and of the world above.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours it is to have mercy and to save us, O our God, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἀπόστιχα. Τοῦ Προδρόμου.

Aposticha. For the Forerunner.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων.

Mode 1. For all the powers of heaven.

Τῶν οὐρανίων ταγμάτων.

Ἀγαλλιᾶται ἡ κτίσις ἐν τῇ συλλήψει σου, Πρόδρομε καὶ Προφῆτα, Βαπτιστὰ Ἰωάννη· ὁ θεῖος γὰρ σου τόκος, σημαίνει ἡμῖν, τοῦ Δεσπότου τὴν γέννησιν· καὶ διὰ τοῦτο συμφώνως οἱ ἐπὶ γῆς, ἐπαξίως εὐφημοῦμέν σε.

Now all the world is exultant * in your conception today, * O holy John the Baptist, * the Forerunner and Prophet. * For your divine childbirth is a signal for us * of the Lord’s own nativity. * And therefore you are deservingly now extolled * here on earth by us in unison [SD]

Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.

Verse: Blessed be the Lord God of Israel, for he has visited and redeemed his people. [RSV]

Ὡς θαυμαστὴν μαρτυρίαν, εὑρὼν ὁ Ἄγγελος, τὴν σύλληψιν τῆς στείρας, τῇ Μαρίᾳ προσάγει, πρὸς πίστωσιν προσφέρων· διὸ καὶ ἡμεῖς, Ἐλισάβετ πρὶν ἄγονον, καὶ Ζαχαρίαν ὁμόζυγον τὸν αὐτῆς, καὶ Ἰωάννην εὐφημήσωμεν.

The Angel found the conception * of the infertile one * as a wonderful witness, * which he offered to Mary, * presenting it as proof. Therefore we extol * the once childless Elizabeth * and Zacharias her husband, the priest of God, * and their son, the holy Baptist John. [SD]

Στίχ. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

Verse: And you, child, will be called the prophet of the Most High; for you will go before the Lord to prepare his ways. [RSV]

Ὁ θεοσκεύαστος λύχνος, τοῦ ἀϊδίου φωτός, ὁ τοῦ Νυμφίου φίλος, τοῦ Ἡλίου τῆς δόξης, ὁ μέγας Ἑωσφόρος, ἡ ζῶσα φωνή, Θεοῦ Λόγου ὁ Πρόδρομος, τῆς παρουσίας Κυρίου ἀγγελικῇ, προσφωνήσει νῦν συνείληπται.

Now the divinely prepared lamp * of the eternal light, * and the friend of the Bridegroom, * the great star of the morning * before the Sun of glory, the living voice * of God’s Word, and the Forerunner * of the appearance of Christ is conceived today * at the sound of the angelic voice. [SD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην. Θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾷν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον, ὁ ἔχων τὸ μέγα ἔλεος.

Elizabeth had conceived the Forerunner of grace; the Virgin conceived the Lord of glory. The mothers greeted each other, and the babe leaped for joy; for even in the womb, the servant extolled the Master. The mother of the Forerunner marveled, and she exclaimed with a loud cry, “Why is this granted me, that the mother of my Lord should come to me?” That He might save a people in despair, He who has the great mercy. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Mode 4. Come quickly.

Ταχὺ προκατάλαβε.

Ἡ πρῴην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι· ἰδοὺ γὰρ συνέλαβες, Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν· χόρευε Ζαχαρία, ἐκβοῶν παῤῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλον τίκτεσθαι.

Sing now, O barren one who did not bear before, * for you have indeed conceived the burning lamp of the Sun; * and he will illuminate * all the world afflicted * with spiritual blindness. * Dance, O Zacharias, and now openly cry out: * “The one who is to be born is a Prophet of the Most High God.” [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος δʹ.

Mode 4.

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες· Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.

We magnify you, O Theotokos, and cry out: You are the bush in which, without being burnt, Moses saw, as a flame, the fire of Divinity. [SD]

Τὰ Ἀναγνώσματα

The Readings

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Προδρόμου.

For the Forerunner.

ΙΕΡΕΥΣ: Πρόσχωμεν.

PRIEST: Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 63.

Prokeimenon. Grave Mode. Psalm 63.

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

The righteous man shall be glad in the Lord. [SAAS]

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Verse: Hear my voice, O God. [SAAS]

ΙΕΡΕΥΣ: Σοφία.

PRIEST: Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from" // Paul’s Letter to the Galatians.

ΙΕΡΕΥΣ: Πρόσχωμεν.

PRIEST: Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γαλ. 4:22 – 27

Gal. 4:22 – 27

Ἀδελφοί, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

Brethren, Abraham had two sons, one by a slave and one by a free woman. But the son of the slave was born according to the flesh, the son of the free woman through promise. Now this is an allegory: these women are two covenants. One is from Mount Sinai, bearing children for slavery; she is Hagar. Now Hagar is Mount Sinai in Arabia; she corresponds to the present Jerusalem, for she is in slavery with her children. But the Jerusalem above is free, and she is our mother. For it is written, “Rejoice, O barren one who does not bear; break forth and shout, you who are not in travail; for the children of the desolate one are many more than the children of her that is married.” [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγνόντι.

Peace to you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia, Alleluia, Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Προδρόμου.

For the Forerunner.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Stand upright. Let us listen to the Holy Gospel.

Εἰρήνη πᾶσι.

Peace to all.

ΧΟΡΟΣ

CHOIR

Καὶ τῷ πνεύματί σου.

And to your spirit.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Πρόσχωμεν.

Let us attend.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

Λουκ. 1:5 – 25

Lk. 1:5 – 25

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα. καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ. ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.

At that time, in the days of Herod, king of Judea, there was a priest named Zacharias, of the division of Abijah; and he had a wife of the daughters of Aaron, and her name was Elizabeth. And they were both righteous before God, walking in all the commandments and ordinances of the Lord blameless. But they had no child, because Elizabeth was barren, and both were advanced in years. Now while he was serving as priest before God when his division was on duty, according to the custom of the priesthood, it fell to him by lot to enter the temple of the Lord and burn incense. And the whole multitude of the people were praying outside at the hour of incense. And there appeared to him an angel of the Lord standing on the right side of the altar of incense. And Zacharias was troubled when he saw him, and fear fell upon him. But the angel said to him, “Do not be afraid, Zacharias, for your prayer is heard, and your wife Elizabeth will bear you a son, and you shall call his name John. And you will have joy and gladness, and many will rejoice at his birth; for he will be great before the Lord, and he shall drink no wine nor strong drink, and he will be filled with the Holy Spirit, even from his mother’s womb. And he will turn many of the sons of Israel to the Lord their God, and he will go before him in the spirit and power of Elijah, to turn the hearts of the fathers to the children, and the disobedient to the wisdom of the just, to make ready for the Lord a people prepared.” And Zacharias said to the angel, “How shall I know this? For I am an old man, and my wife is advanced in years.” And the angel answered him, “I am Gabriel, who stands in the presence of God; and I was sent to speak to you, and to bring you this good news. And behold, you will be silent and unable to speak until the day that these things come to pass, because you did not believe my words, which will be fulfilled in their time.” And the people were waiting for Zacharias, and they wondered at his delay in the temple. And when he came out, he could not speak to them, and they perceived that he had seen a vision in the temple; and he made signs to them and remained dumb. And when his time of service was ended, he went to his home. After these days his wife Elizabeth conceived, and for five months she hid herself, saying, “Thus the Lord has done to me in the days when he looked on me, to take away my reproach among men.” [RSV]

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

ΙΕΡΕΥΣ: Σοφία.

PRIEST: Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον.

READER: Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed are You, Christ our God, always now and forever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.

The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, this sacred School, and this city, to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Dismissal

Dismissal

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to you, our God, glory to you.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, οὗ καὶ τὴν σύλληψιν ἑορτάζομεν· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, whose Conception we celebrate; of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Conclusion, i.e. “Through the prayers…”

Conclusion, i.e. “Through the prayers…”

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.