Βιβλία - Πηγαί |
Books - Sources |
Συμπλήρωμα Μηναίου - Τῌ ΚΗʹ ΟΚΤΩΒΡΙΟΥ |
Menaion Supplement - October 28 |
Ἡ Ἁγία Σκέπη τῆς Θεοτόκου |
Holy Protection of the Theotokos |
|
__________ |
__________ |
|
|
|
|
ΟΡΘΡΟΣ |
MATINS |
bookmark |
bookmark |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
|
Ἦχος αʹ. |
Mode 1. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης. |
Mode 1. As a citizen of the desert. |
|
|
Τῆς ἐρήμου πολίτης. |
|
Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε. |
We sing the praise of the graces of your Protecting Veil, O Virgin, which like a light-bearing cloud you unfold beyond understanding, and you spiritually protect your people from every assault of their foe. For we have gained you as Protection and defender and helper, as we cry out to you: Glory to your mighty deeds, O Pure one; glory to your Protection; glory to your providence towards us, O Immaculate! [Lash] |
|
Δόξα· καὶ νῦν. Ἕτερον. Ἀπολυτίκιον. |
Glory. Both now. Another. Apolytikion. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Θεοτόκε Ἀειπάρθενε. |
Mode pl. 4. |
|
|
|
|
Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην, διʼ ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω· ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
Mother of God Ever-Virgin, you have given your holy Protection, through which you protect those who hope in you, as a mighty refuge for your race. For as of old so now you have wondrously saved us, enveloping your people like a spiritual cloud. And so we implore you to grant peace to your commonwealth, and to our souls God’s great mercy. [Lash] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 10. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 10. Then the short litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours is the dominion, and yours is the kingdom, the power, and the glory of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Κάθισμα Αʹ. |
Kathisma I. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ. |
Mode 1. The soldiers. |
|
|
Τὸν τάφον σου Σωτήρ. |
|
Τὴν Σκέπην σου Ἁγνή, τὴν ἁγίαν ὑμνοῦμεν, τὴν σκέπουσαν ἡμᾶς, ἐν παντὶ καὶ φρουροῦσαν, οὓς κλῆρόν σου ἀνέδειξας, καὶ μερίδα ἀπόλεκτον, ἀγαθότητι, καὶ μητρικῇ συμπαθείᾳ. Ἀλλὰ Δέσποινα, καὶ ἐν μελλούσῃ ἀνάγκῃ, ἡμᾶς διαφύλαττε. |
We sing the praise, Pure Virgin, of your holy Protection, which, in your goodness and motherly compassion, at every moment protects and watches over us, whom you have declared to be your lot and chosen part. But guard us also, Sovereign Lady, in future need. [Lash] |
|
Δόξα· καὶ νῦν. Τὸ αὐτό. |
Glory. Both now. Repeat. |
|
Τὴν Σκέπην σου Ἁγνή, τὴν ἁγίαν ὑμνοῦμεν, τὴν σκέπουσαν ἡμᾶς, ἐν παντὶ καὶ φρουροῦσαν, οὓς κλῆρόν σου ἀνέδειξας, καὶ μερίδα ἀπόλεκτον, ἀγαθότητι, καὶ μητρικῇ συμπαθείᾳ. Ἀλλὰ Δέσποινα, καὶ ἐν μελλούσῃ ἀνάγκῃ, ἡμᾶς διαφύλαττε. |
We sing the praise, Pure Virgin, of your holy Protection, which, in your goodness and motherly compassion, at every moment protects and watches over us, whom you have declared to be your lot and chosen part. But guard us also, Sovereign Lady, in future need. [Lash] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 11. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 11. Then the short litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. |
Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. |
Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ |
CHOIR |
Σοί, Κύριε. |
To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα Βʹ. |
Kathisma II. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
|
|
Ταχὺ προκατάλαβε. |
|
Ἐξέστη ὡς ἔβλεψεν, ἐν Βλαχερνῶν τῷ ναῷ, Ἀνδρέας ὁ Ὅσιος, σὲ ἐφαπλούσαν ἡμῖν, τὴν θείαν Ἐσθῆτά σου, οὖσαν ἐκεῖσε Κόρη, ἱερῶς τηρουμένην, πᾶσι δὲ φανεροῦσαν, τῆς σῆς σκέπης τὴν χάριν, διʼ ἧς σκέπεις καὶ σῴζεις ἡμᾶς πάσης θλίψεως. |
Venerable Andrew was amazed when in the church of Vlachernae he saw you unfolding for us your godly Robe, which is guarded there, pure Maiden, and reveals to all the grace of your protection, through which you protect and save us from every affliction. [Lash] |
|
Δόξα· καὶ νῦν. Τὸ αὐτό. |
Glory. Both now. Repeat. |
|
Ἐξέστη ὡς ἔβλεψεν, ἐν Βλαχερνῶν τῷ ναῷ, Ἀνδρέας ὁ Ὅσιος, σὲ ἐφαπλούσαν ἡμῖν, τὴν θείαν Ἐσθῆτά σου, οὖσαν ἐκεῖσε Κόρη, ἱερῶς τηρουμένην, πᾶσι δὲ φανεροῦσαν, τῆς σῆς σκέπης τὴν χάριν, διʼ ἧς σκέπεις καὶ σῴζεις ἡμᾶς πάσης θλίψεως. |
Venerable Andrew was amazed when in the church of Vlachernae he saw you unfolding for us your godly Robe, which is guarded there, pure Maiden, and reveals to all the grace of your protection, through which you protect and save us from every affliction. [Lash] |
|
Ὁ Πολυέλεος. |
The Polyeleos. |
Ψαλμὸς ΡΛΔʹ (134). |
Psalm 134 (135). |
Ψαλμὸς ΡΛΕʹ (135). |
Psalm 135 (136). |
Ἐκλογὴ |
Selected Psalm Verses |
|
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
|
Ἦχος αʹ. |
Mode 1. |
|
Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς. |
Let us all worship the Father and glorify the Son, and with them praise the all-holy Spirit, as we cry and say: All-holy Trinity, save us all. [Lash] |
|
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
Ἦχος αʹ. |
Mode 1. |
|
Τὴν Μητέρα σου προσάγει σοι, εἰς ἱκεσίαν ὁ λαός σου Χριστέ· ταῖς παρακλήσεσιν αὐτῆς, τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν Ἀγαθέ, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. |
We Your people now invoke the name * of Your holy Mother entreating for us. * O Good One, at her fervent prayers, * send to us Your tender mercies, O Christ, * so that we may glorify * You, the hope of our souls, O Lord. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed and glorified is your all-honoured and majestic name, of the Father, the Son and the Holy Spirit now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα Γʹ. |
Kathisma III. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. |
Mode pl. 4. By conceiving the Wisdom. |
|
|
Τὴν Σοφίαν καὶ Λόγον. |
|
Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφʼ ἡμῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου. |
As you unfold each day your holy and wondrous Protection, which the cloud in the Law prefigured, you enfold your race, O Maiden, that looks intently for your goodness, and ever awaits the help which you give, Mother of God. And at all times turn the mad rage of enemies from us who sing the praise of the greatness of your wonders, as you intercede with your Son and God to grant forgiveness of faults to us who celebrate with love your all-radiant Protection. [Lash] |
|
Δόξα· καὶ νῦν. Τὸ αὐτό. |
Glory. Both now. Repeat. |
|
Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφʼ ἡμῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου. |
As you unfold each day your holy and wondrous Protection, which the cloud in the Law prefigured, you enfold your race, O Maiden, that looks intently for your goodness, and ever awaits the help which you give, Mother of God. And at all times turn the mad rage of enemies from us who sing the praise of the greatness of your wonders, as you intercede with your Son and God to grant forgiveness of faults to us who celebrate with love your all-radiant Protection. [Lash] |
bookmark |
bookmark |
|
Ἀντίφωνον Αʹ. |
Antiphon 1. |
|
Ἦχος δʹ. |
Mode 4. |
|
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλʼ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς) |
From my youth up many passions make war on me; but you, O Saviour, help me and save me. (2) [Lash] |
|
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς) |
You who hate Sion, may you be put to shame by the Lord; for you will be dried up as grass by fire. (2) [Lash] |
|
Δόξα. |
Glory. |
|
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. |
By the Holy Spirit every soul is given life, and by cleansing it is exalted; it is made bright by the threefold Unity in a sacred mystery. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. |
By the Holy Spirit the streams of grace well up; watering all creation to engender life. [Lash] |
|
Προκείμενον. Ψαλμοὶ 44, 60. |
Prokeimenon. Psalms 44, 60. |
|
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς) |
I will remember your name from generation to generation. (2) |
Στίχ. Σκεπασθήσομαι ἐν σκέπει τῶν πτερύγων σου. |
Verse: I will be covered with the shelter of Your wings. |
|
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. |
I will remember your name from generation to generation. [SAAS] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are holy, our God, who rest among the Saints, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
Ἦχος βʹ. |
Mode 2. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Stand upright. Let us listen to the Holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
bookmark |
bookmark |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us attend. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς Ὡραίας πύλης) |
PRIEST (from the gate) |
|
Λουκ. 1:39 – 49, 56 |
Lk. 1:39 – 49, 56 |
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα δὲ Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. |
In those days, Mary arose and went with haste into the hill country, to a city of Judah, and she entered the house of Zacharias and greeted Elizabeth. And when Elizabeth heard the greeting of Mary, the babe leaped in her womb; and Elizabeth was filled with the Holy Spirit and she exclaimed with a loud cry, “Blessed are you among women, and blessed is the fruit of your womb! And why is this granted me, that the mother of my Lord should come to me? For behold, when the voice of your greeting came to my ears, the babe in my womb leaped for joy. And blessed is she who believed that there would be a fulfillment of what was spoken to her from the Lord.” And Mary said, “My soul magnifies the Lord, and my spirit rejoices in God my Savior, for he has regarded the low estate of his handmaiden. For behold, henceforth all generations will call me blessed; for he who is mighty has done great things for me, and holy is his name.” And Mary remained with her about three months, and returned to her home. [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to you, O Lord, glory to you. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
ΧΟΡΟΣ |
CHOIR |
|
Δόξα. Ἦχος βʹ. |
Glory. Mode 2. |
|
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Καὶ νῦν. |
Both now. |
|
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of our all-pure Lady, O Lord of mercy, blot out my many offenses. [SD] |
|
Ἰδιόμελον. Ἦχος πλ. βʹ. |
Idiomelon. Mode pl. 2. |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. [SAAS] |
|
Σήμερον ἡ πανύμνητος Παρθένος, τὴν φωταυγῆ αὐτῆς Σκέπην ἐφαπλώσασα, τοῖς πιστοῖς ἀριδήλως ἐδήλωσε, τὴν πλουσίαν αὐτῆς εὔνοιαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι· ὅθεν τὴν χάριν αὐτῆς αἰνοῦντες, οἱ παρʼ αὐτῆς σκεπόμενοι, ἐν εὐφροσύνῃ βοήσωμεν· Χαῖρε Κεχαριτωμένῃ Θεοτόκε, ἡ σῴζουσα τὸ Γένος ἡμῶν, καὶ ἀσφαλῶς περιεποῦσα, καὶ ὁδηγοῦσα πρὸς ὁδὸν σωτήριον. |
Today the all-praised Virgin, unfolding her shining Protection, manifested clearly to the faithful her rich good favour in good times and in afflictions; therefore as we, who are protected by her, praise her grace, let us cry out with joy: Hail, Full of grace, Mother of God, who save our race and safely accompany us and guide us to the way of salvation. [Lash] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save your people and bless your inheritance. Look upon your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us your rich mercies, |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἧς τῆς ἁγίας Σκέπης τὴν ἀνάμνησιν ἐπιτελοῦμεν, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων· |
through the prayers of our all-pure Lady, Mother of God and Ever-Virgin Mary; the commemoration of whose Holy Protection we celebrate, by the power of the precious and life-giving Cross; through the protection of the honoured Bodiless Powers of heaven; through the intercessions of the honoured, glorious Prophet, Forerunner and Baptist John; of the holy, glorious and all-praised Apostles; our Fathers among the Saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian and John Chrysostom, Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonder-workers; the holy, glorious great Martyrs George the Victorious, Demetrios the Myrobletes, Theodore the Teron, and Theodore the General, Menas the Wonderworker, the Hieromartyrs Haralambos and Eleftherios; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; of our holy God-bearing Fathers; (local patron saint); of the holy and righteous Forebears of God, Joachim and Anna, and of all your Saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (ιβʹ) |
CHOIR: Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
By the mercy and compassion and love for humankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
ᾨδὴ αʹ. |
Ode i. |
|
Κανὼν Αʹ τῆς Θεοτόκου. |
Canon 1 for the Theotokos. |
|
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos. Mode 4. |
|
|
Ἀνοίξω τὸ στόμα μου. |
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δίς) |
I will open my mouth and it will be filled with the Spirit, and I will utter a word to the Queen and Mother, and I shall be seen keeping glad festival, and rejoicing I will sing her wonders. (2) [Lash] |
|
Τροπάρια. |
Troparia. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ μήτηρ Ἄχραντε, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας Σκέπης, διʼ ἧς σκέπεις πάντοτε, τοὺς σὲ γεραίροντας. |
As all-pure Mother of God, grant me wisdom, and give me eloquence that I may radiantly praise the wonders of your holy Protection, through which you always protect those who honour you. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ὑψόθεν ἐφήπλωσας, τὴν ἀστραπόμορφον Σκέπην σου, νεφέλην ὡς πάμφωτον καὶ κατεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα μόνον, ἀλλʼ ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυμον. |
You unfolded from above the lighting blaze of your Protecting Veil, and sheltered under it not only the queen of cites but your whole race that bears the name of Christ. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἑώρακε πάλαι σε, ἐν ἀποῤῥήτῳ θεάματι, Ἀνδρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περισκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐσθῆτός σου, κόσμου τὰ πέρατα. |
Venerable Andrew saw you of old in an ineffable vision in the church of Vlachernae, Pure Virgin, protecting the ends of the world by the unfurling of your godly Robe. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης σου, κατετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην· διὸ μέλπει Δέσποινα, τὰ μεγαλεῖα σου. |
Your race’s army, taking invincible strength from your Protection, defeated regiments of foes and won a radiant victory. And so, Sovereign Lady, it sings your mighty deeds. [Lash] |
|
Κανὼν Βʹ τῆς Θεοτόκου. |
Canon 2 for the Theotokos. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Ἁρματηλάτην Φαραώ. |
Mode pl. 4. The rod of Moses. |
|
|
Ἁρματηλάτην Φαραώ. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις, Παρθενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀποῤῥήτως τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι, τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν πανυπερθαύμαστον Σκέπην σου. |
Protection and fervent help of the world, Pure Virgin Mother, who gave birth ineffably to God the Word, by your rich grace make clear my voice who magnify in song your most wondrous Protection. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Κεκοσμημένη κροσσωτοῖς τοῦ Πνεύματος, ὡς βασιλὶς τοῦ παντός, καὶ ὑπὲρ ἡλίου, τὰς αὐγὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας, νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐσκέπασας, τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα. |
Adorned with embroideries of the Spirit as queen of the universe, and blazing with rays brighter than the sun, you appeared and spiritually unfolded your Protecting Veil, and you protected your people, O Virgin, who hope in you. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ μαρτυρίου, τὴν σκηνὴν καλύπτουσα· καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσίζεις καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης σου. |
The cloud in the Law, which covered the Tent of Witness, prefigured of old your holy Protection; for each day you cover, bedew and warm the Church, O All-blameless, with the overshadowing of your Protecting Veil. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Πλήρης φωτὸς πλήρης ἐλέους Δέσποινα, ἐν Βλαχερνῶν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης σου· ὅθεν κατὰ χρέος ὑμνοῦμεν σε. |
Full of light, full of mercy, Sovereign Lady, you were mystically present in the church of Vlachernae, and with splendour you displayed the singular grace of your kindness towards us by the unfurling of your Protecting Veil. Therefore, as is fitting, we sing your praise. [Lash] |
Ode 1: Katavasia |
Ode 1: Katavasia |
|
ᾨδὴ αʹ. Καταβασία. Ἦχος δʹ. |
Ode i. Katavasia. Mode 4. |
|
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. |
I will open my mouth and it will be filled with the Spirit, and I will utter a word to the Queen and Mother, and I shall be seen keeping glad festival, and rejoicing I will sing her wonders. [GOASD] |
|
|
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
ᾨδὴ γʹ. |
Ode iii. |
|
Κανὼν Αʹ τῆς Θεοτόκου. |
Canon 1 for the Theotokos. |
|
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos. Mode 4. |
|
|
Τοὺς σοὺς ὑμνολόγους. |
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. (δίς) |
O Mother of God, as living and bounteous source, establish those united in spiritual fellowship who sing hymns you of praise, and in your divine glory grant them crowns of glory. (2) [Lash] |
|
Τροπάρια. |
Troparia. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Πηγὴ εὐφροσύνης οὐρανίου, ἡ Σκέπη σου ἡ φωτοειδής, ὑπάρχει Παναμώμητε, τοῖς θλίψεσι παλαίουσι, χάριν ἀεὶ καὶ ἔλεος, καὶ σωτηρίαν βραβεύουσα. |
Your Protection, formed of light, is a source of heavenly joy, O All-unblemished, ever awarding to those who wrestle with afflictions grace, mercy and salvation. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἀρχῆθεν ἡμᾶς διʼ εὐσπλαγχνίαν, ὡς Ἔθνος Παρθένε ἐκλεκτόν, ἔθου ὑπὸ τὴν Σκέπην σου, καὶ ξένα καὶ παράδοξα, πάλαι καὶ νῦν ἐνήργησας, ἡμᾶς κινδύνων ἐξαίρουσα. |
From the beginning through compassion you placed us, as a chosen race, beneath your Protecting Veil, O Virgin, and both of old and now you have worked strange and wondrous things, rescuing us from dangers. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ῥημάτων Ἀνδρέου τοῦ Ὁσίου, ἀκούσας Παρθένε εὐλαβῶς, ὁ θεῖος Ἐπιφάνιος, εἶδέ σε περισκέπουσαν, λαὸν τὸν χριστεπώνυμον, ὡς βασιλίδα οὐράνιον. |
When godly Epiphanios heard the words of Venerable Andrew, he saw you as a heavenly queen protecting the people that bears Christ’s name. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Θαυμάτων τῆς Σκέπης σου τῆς θείας, ὁρῶντες Παρθένε τὴν πληθύν, ἃ ἐνεργεῖς ἑκάστοτε, ἡμῶν εἰς περιποίησιν, χαριστηρίους αἴνους σοι, Ἑλλήνων παῖδες προσάγομεν. |
As we see the multitude of wonders of your godly Protection, O Virgin, which you work everyday for our preservation, we, the multitudes of believers, bring you thankful praises. [Lash] |
|
Κανὼν Βʹ τῆς Θεοτόκου. |
Canon 2 for the Theotokos. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Ὁ στερεώσας κατʼ ἀρχάς. |
Mode pl. 4. In the beginning. |
|
|
Ὁ στερεώσας κατʼ ἀρχάς. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἡ Σκέπη σου ἡ παμφαής, φωτὸς ἀΰλου βολίδας, ἀπαυγάζουσα ἀεὶ Θεοτόκε, διαλύει τῶν ἐχθρῶν, τὰ ζοφερὰ βουλεύματα, τῶν δὲ πιστῶν εὐφραίνει, τὰς διανοίας τῇ δόξῃ σου. |
Your all-radiant Protection, Mother of God, ever blazing with bolts of immaterial light, dissolves the gloomy plots of the enemies, but gladdens the minds of the faithful with your glory. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Νόμον ἐπλήρωσας Ἁγνή, τεκοῦσα ἀνερμηνεύτως, τὸν λαλήσαντα Προφήταις ἐν τύποις, καὶ φωτὸς τοῦ νομικοῦ, πλήρωμα κόσμῳ δείξαντα, τὴν φωταυγῆ σου Σκέπην· διὸ ὑμνοῦμεν τὴν δόξαν σου. |
You were the fulfilment of the Law, Pure Virgin, in giving birth beyond explanation to him who spoke to the Prophets in types and revealed to the world the fulfilment of the light of Law, your radiant Protection. And so we sing the praise of your glory. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ὑπὸ τὴν Σκέπην σου Ἁγνή, προστρέχομεν μετὰ πόθου, ὡς νοσσία καθʼ ἑκάστην ἡμέραν· ὅθεν σκέπασον ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ ὄφεως, εἰρήνην δωρουμένη, ἡμῖν καὶ βίου ἀσφάλειαν. |
Each single day we run like nestlings beneath your Protecting Veil, Pure Virgin. Therefore protect us from the arrows of the serpent, giving to us peace and security of life. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Μυρίων πρόξενος καλῶν, τεκοῦσα τὸν Θεὸν Λόγον, ἀνεδείχθης τῶν ἀνθρώπων τῷ γένει, καὶ μυρίων ἀναγκῶν, καὶ πειρασμῶν καὶ θλίψεων, λυτροῦσαι τῇ σῇ Σκέπῃ, τοὺς σὲ Παρθένε γεραίροντας. |
In giving birth to God the Word, you were revealed as cause of ten thousand blessings for the human race, and by your Protection, O Virgin, you rescue from ten thousand constraints and trials and afflictions those who honour you. [Lash] |
Ode 3: Katavasia |
Ode 3: Katavasia |
|
ᾨδὴ γʹ. Καταβασία. Ἦχος δʹ. |
Ode iii. Katavasia. Mode 4. |
|
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. |
O Mother of God, as living and bounteous source, establish those united in spiritual fellowship who sing hymns you of praise, and in your divine glory grant them crowns of glory. [GOASD] |
|
|
Ode 3: Short Litany |
Ode 3: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you are our God and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΧΟΡΟΣ |
CHOIR |
|
Κάθισμα. |
Kathisma. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος γʹ. Θείας πίστεως. |
Mode 3. Your confession. |
|
|
Θείας πίστεως. |
|
Σκέπη πέφηνας, καὶ σωτηρία, καὶ ἀντίληψις, καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων Πανύμνητε· ὅθεν τὴν Σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν προστασίαν κηρύττομεν, Κόρη πάναγνε, ἡ σκέπουσα τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἐπιθέσεως τοῦ δράκοντος. |
You appeared, O All-praised, as Protection, salvation, help and defence of your Orthodox peoples; therefore we magnify your Protection and we proclaim your fervent defence, All-pure Maiden, who protect our souls from every assault of the dragon. [Lash] |
|
Δόξα· καὶ νῦν. Τὸ αὐτό. |
Glory. Both now. Repeat. |
|
Σκέπη πέφηνας, καὶ σωτηρία, καὶ ἀντίληψις, καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων Πανύμνητε· ὅθεν τὴν Σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν προστασίαν κηρύττομεν, Κόρη πάναγνε, ἡ σκέπουσα τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἐπιθέσεως τοῦ δράκοντος. |
You appeared, O All-praised, as Protection, salvation, help and defence of your Orthodox peoples; therefore we magnify your Protection and we proclaim your fervent defence, All-pure Maiden, who protect our souls from every assault of the dragon. [Lash] |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
ᾨδὴ δʹ. |
Ode iv. |
|
Κανὼν Αʹ τῆς Θεοτόκου. |
Canon 1 for the Theotokos. |
|
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos. Mode 4. |
|
|
Ὁ καθήμενος ἐν δόξῃ. |
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου. (δίς) |
The One who is seated in glory on the throne of the Godhead, Jesus, the One above all godhead, has come on a light cloud and with his unsullied palm has saved those who cry: Glory, O Christ, to your power! (2) [Lash] |
|
Τροπάρια. |
Troparia. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἐφαπλοῦσα ἀοράτως, τὴν ὑπέρφωτον Σκέπην σου, σκέπεις Θεοτόκε, καὶ περιλαμβάνεις ἑκάστοτε, καὶ περιθάλπεις καὶ σῴζεις πάσης θλίψεως, τοὺς κραυγάζοντας· Δόξα Παρθένε τῇ δόξῃ σου. |
Invisibly unfolding your shining Protection, each day you protect, encompass, cherish and save from every affliction those who cry to you: Glory, O Virgin, to your glory! [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Νοῦν καὶ ἔννοιαν ἐκπλήττει, τῆς πολλῆς σοῦ χρηστότητος, ἡ ἔκφανσις Κόρη, καὶ τῶν δωρεῶν ἡ διάδοσις, ἢν πρὸς τὸ Γένος ἡμῶν δεικνύεις παντοτε· ὅθεν Δέσποινα, ὑμνολογοῦμεν τὴν χάριν σου. |
The revelation of your great goodness, O Maiden, and your distribution of the gifts which your ever show to our race, amaze mind and thought. And so, Sovereign Lady, we sing the praise of your grace. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἐπιστᾶσα ἀοράτως, μυστικῶς ἀπεκάλυψας, ἐν τῇ Βυζαντίδι, πάλαι ἐναργῶς Θεονύμφευτε, τὴν παναγίαν σοῦ Σκέπην τοῖς οἰκέταις σου, διʼ ἧς πάντοτε, σκέπεις ἡμᾶς ὡς φιλάγαθος. |
Being present invisibly you clearly revealed to your servants your all-holy Protection in Byzantium of old, O Bride of God. Through it you ever protect us, for you love goodness. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἐν κινδύνοις προστασίαν, ἐν δουλείᾳ ἀνάψυξιν, ἔχοντές σε Κόρη, καὶ καθοδηγὸν καὶ ἀντίληψιν, πάσαις τοῦ βίου ἡμῶν ταῖς περιστάσεσι, καταφεύγομεν, ὑπὸ τὴν πάμφωτον Σκέπην σου. |
Having you, O Maiden, as defence in dangers, respite in slavery, guide and assistance in all the circumstances of our life, we take refuge under your shining Protection. [Lash] |
|
Κανὼν Βʹ τῆς Θεοτόκου. |
Canon 2 for the Theotokos. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Σύ μου ἰσχύς. |
Mode pl. 4. You are my strength. |
|
|
Σύ μου ἰσχύς. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Νύκτα παθῶν, ἐπισκιάσει τῆς Σκέπης σου, Θεοτόκε, ἐκ τῶν καρδιῶν ἡμῶν, διασκεδάζεις ὡς ἀγαθή, καὶ χαρᾶς ἡμέραν, καὶ εὐφροσύνης φαιδρότητα, ἐκλάμπεις καὶ φαιδρύνεις, τοὺς πιστῶς σοι βοῶντας· Χαῖρε σκέπη τοῦ κόσμου ὁλόφωτε. |
By the overshadowing of your Protecting Veil, Mother of God, you dispel from our hearts the night of passions, for you are loving, and you make the day of joy and the brightness of gladness shine out; and you make radiant those who cry out to you: Hail, the world’s Protection filled with light. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἐκ σοῦ Θεός, κόσμῳ ὡράθη ὡς ἄνθρωπος, ἐξ ἀχράντων, γεννηθεὶς αἱμάτων σου, καὶ κόσμου σκέπην σε κραταιάν, ἔδειξε Παρθένε, καὶ βοηθὸν ἐν ταῖς θλιψεσιν· ἀεὶ γὰρ περισκέπεις, καὶ κινδύνων ἐξαίρεις, τοὺς προστρέχοντας πόθῳ τῇ Σκέπῃ σου. |
From you God appeared to the world as man, born from your blood, and revealed you as the mighty Protection of the world, O Virgin, and help in afflictions; for you always shelter and rescue from dangers those who with love have recourse to your Protection. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ὡς τοῦ παντός, τὸν Βασιλέα κυήσασα, ἐπεφάνης, ὡς τῶν ὅλων ἄνασσα, ὑπὸ Ἁγίων θεοειδῶν, δορυφορουμένη, καὶ νοερῶς ἀπεκάλυψας, ἡμῖν τὰς ἀποδείξεις, τῆς ἁγίας σου Σκέπης, θειοτέρᾳ ἐκφάνσει Πανάχραντε. |
As you bore in your womb the King of the universe, you appeared as queen of all things, escorted by godlike Saints, and spiritually you revealed to us the manifestations of your holy Protection by your most godly appearing, O All-immaculate. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Τὴν θαυμαστήν, καὶ ἀστραπόμορφον Σκέπην σου, διʼ ἧς σκέπεις, καὶ σῴζεις Πανύμνητε, τῶν εὐσεβούντων πᾶσαν ψυχήν, ἀνυμνολογοῦμεν, οἱ διὰ ταύτης σῳζόμενοι, δεινῶν πειρατηρίων, καὶ πιστῶς σοι βοῶμεν· χαῖρε Κόρη ἀνθρώπων βοήθεια. |
Your wondrous and dazzling Protection, through which, O All-praised, you protect and save every soul of the devout, we who are saved through it from dread trials praise and faithfully cry out to you: Hail, Maiden, help of mortals! [Lash] |
Ode 4: Katavasia |
Ode 4: Katavasia |
|
ᾨδὴ δʹ. Καταβασία. Ἦχος δʹ. |
Ode iv. Katavasia. Mode 4. |
|
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. |
The Prophet Avvakoum, understanding the unsearchable divine counsel of your incarnation from the Virgin, O Most High, cried out: Glory to your power, O Lord. [Lash] |
|
|
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
ᾨδὴ εʹ. |
Ode v. |
|
Κανὼν Αʹ τῆς Θεοτόκου. |
Canon 1 for the Theotokos. |
|
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos. Mode 4. |
|
|
Ἐξέστη τὰ σύμπαντα. |
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. (δίς) |
The universe was amazed at your divine glory, for you, O Virgin, who knew not wedlock held in your womb the God over all and gave birth to an eternal Son, who gives salvation as the prize to all who sing your praise. (2) [Lash] |
|
Τροπάρια. |
Troparia. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Λαὸς ὁ σὸς Δέσποινα, τῆς παναγίας Σκέπης σου, μνείαν τὴν ἁγίαν ἑορτάζει· σὺ γὰρ ἐπέστης ἐν Βλαχερνὼν τῷ ναῷ, καὶ πάντας ἐκεῖθεν νοερῶς, Ἄχραντε ἐσκέπασας, τοὺς πιστῶς σε δοξάζοντας. |
Your suppliant people, O All-praised, celebrates the holy memory of your Protecting Veil, for you came to the church of Vlachernae and there, O Immaculate, you spiritually protected all those who faithfully glorify you. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Λεόντων τὰ στόματα, τῶν νοητῶν Πανάχραντε, τῶν ὠρυομένων καθʼ ἑκάστην, καταπιεῖν σοῦ τὴν κληρουχίαν Ἁγνή, σύντριψον τῇ σῇ ἐπισκοπῇ, καὶ αὐτῶν κατάβαλε, τὴν ὀφρὺν καὶ τὸ φρύαγμα. |
By your visitation, pure Maiden, destroy the insolence of the hostile lion who goes roaring each day to swallow down your inheritance, and overthrow his arrogance and pride. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἀνάμνησιν ἄγοντες, τῆς φωτοφόρου Σκέπης σου, ᾄδομεν τὰ σῶστρά σοι Παρθένε, ὅτι ἐῤῥύσω ἡμᾶς δουλείας πικρᾶς, καὶ τὸν ἐπελθόντα καθʼ ἡμῶν, ἐχθρὸν τὸν ὑπέροφρυν, κραταιῶς ἐταπείνωσας. |
As we celebrate the memory of your light-bearing Protection, we sing you thanksgivings for salvation, O Virgin, for you have delivered us from bitter slavery and mightily humbled the overweening enemy who came against us. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Δοχεῖον πολύτιμον, τοῦ πλούτου τῆς Θεότητος, κεχαριτωμένη Θεοτόκε, σκεῦος με δεῖξον τῆς θείας χάριτος, τὸν ὑπὸ τὴν Σκέπην σου ἀεί, πίστει καταφεύγοντα, καὶ ὑμνοῦντα τὴν δόξαν σου. |
As a godly jar of alabaster of the All-holy Spirit, Mother of God full of grace, show me, who with faith ever take refuge under your Protection and sing the praise of your glory, to be a vessel of divine grace. [Lash] |
|
Κανὼν Βʹ τῆς Θεοτόκου. |
Canon 2 for the Theotokos. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Ἵνα τί με ἀπώσω. |
Mode pl. 4. Why reject me, Your servant. |
|
|
Ἵνα τί με ἀπώσω. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Η ἁγία σου Σκέπη, ὡς νεφέλη πάμφωτος ἐπὶ τῶν δούλων σου, ἁπλουμένη Κόρη, ὡς φησὶν Ἡσαΐας ἐκ καύματος, πονηροῦ λυτροῦται, τῆς τοῦ Βελίαρ ἐπηρείας, καὶ δροσίζει ἡμᾶς τῇ σῇ χάριτι. |
Your holy Protection, like a cloud all of light unfurled upon your servants, O Maiden, as Isaias says, rescues from the evil heat of the assault of Beliar, and bedews us with your grace. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Σὲ ἰδὼν ξένῃ ὄψει, δορυφορουμένην καθάπερ βασίλισσαν, ὑφʼ ἁγίων Κόρη, ὁ Ἀνδρέας ἐξέστη ὁ Ὅσιος, ὅτε τὴν σεπτήν σου, Ἐσθῆτα ἥπλωσας ἀΰλως, καὶ λαὸν τὸν πιστόν σου ἐσκέπασας. |
In a mystical vision, * St. Andrew the fool for Christ beheld you as a Queen, * solemnly attended * by an escort of Saints, and he was amazed, * when he saw you, Lady, as you unfurled your holy garment, * and you covered the prayerful believers there. [SD] |
|
Δόξα. |
Glory. |
|
Θαῦμα ἔδειξας μέγα, ἐναργῶς Πανάμωμε εἰς περιποίησιν, τοῦ πιστοῦ λαοῦ σου· ἀοράτως γὰρ τοῦτον ἐσκέπασας, ὑπὸ τοῦ σεπτοῦ σου, χερσί σου θείαις Μαφορίου· ὅθεν πάντες αἰνοῦμεν σε χαίροντες. |
You clearly displayed a great wonder, O All-blameless, for the safe-keeping of your faithful people; for you sheltered them invisibly with your godlike hands by your honoured Veil. Therefore rejoicing we all praise you. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ἐν ἐρήμῳ μὲν πάλαι, τὸν Ἰσραηλίτην λαὸν Κόρη ἔσκεπε, φωταυγὴς νεφέλη· νῦν ἡμᾶς δὲ ἡ πάμφωτος Σκέπη σου, σκέπει καὶ διέπει, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Υἱοῦ σου ἰθύνει ἑκάστοτε. |
In the wilderness of old a shining cloud protected the Israelite people, O Maiden; while now your all-radiant Protecting Veil protects us and guides us, and directs us to the light of your Son’s commandments every day. [Lash] |
Ode 5: Katavasia |
Ode 5: Katavasia |
|
ᾨδὴ εʹ. Καταβασία. Ἦχος δʹ. |
Ode v. Katavasia. Mode 4. |
|
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. |
The universe was amazed at your divine glory, for you, O Virgin, who knew not wedlock held in your womb the God over all and gave birth to an eternal Son, who gives salvation as the prize to all who sing your praise. [GOASD] |
|
|
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
ᾨδὴ Ϛʹ. |
Ode vi. |
|
Κανὼν Αʹ τῆς Θεοτόκου. |
Canon 1 for the Theotokos. |
|
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos. Mode 4. |
|
|
Τὴν θείαν ταύτην. |
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. (δίς) |
Come godly-minded people, as we celebrate this divine and honoured feast of the Mother of God, let us clap our hands as we glorify the God who was born of her. (2) [Lash] |
|
Τροπάρια. |
Troparia. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ὁ στῦλος πρὶν ὁ πυρίμορφος, λαὸν Ἰσραηλίτην ὡδήγησε, νῦν δὲ ἡ Σκέπη σου, ἡ ἀστραπόμορφος Ἄχραντε, ἡμᾶς πρὸς σωτηρίαν ἰθύνει πάντοτε. |
By night a pillar of fire once guided the Israelite people, while now, O Immaculate, your Protecting Veil, formed like lightning, ever guides us to salvation. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Σκέπην τὴν σὴν τὴν ὁλόφωτον, ἁπλοῦσα περισκέπεις ἑκάστοτε, Παρθένε Ἄχραντε, ἡμᾶς ὡς ἄρτι ἐγνώκαμεν· τί οὖν ἀνταποδώσωμεν τῇ σῇ χάριτι; |
Unfolding your Protection, wholly light, you protect us each day, All-pure Virgin, as we now know. What return then shall we make you for your grace? [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Σχοίνισμα Κόρη ἀπόλεκτον, οἰκεῖον καὶ λαὸν περιούσιον, ἡμᾶς ἀνέδειξας, πάλαι καὶ νῦν ἐναργέστατα· διὸ Ἑλλάς σε πᾶσα, ὑμνεῖ χορεύουσα. |
Of old and now you have shown us to be your own chosen portion and a people for your won possession, O Maiden. Therefore the company of the Orthodox sings your praise. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Κηρύττει Κόρη τὴν χάριν σου, λαός σου ὁ πιστὸς καὶ φιλόθεος, καὶ χαριστήριον, ᾠδὴν προσᾴδει τῇ Σκέπῃ σου, λυτρούμενος κινδύνων καὶ περιστάσεων. |
Your faithful and God-loving people, O Maiden, proclaims your grace and, delivered from dangers and perils, sings a song of thanksgiving to your Protection. [Lash] |
|
Κανὼν Βʹ τῆς Θεοτόκου. |
Canon 2 for the Theotokos. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Ἱλάσθητί μοι Σωτήρ. |
Mode pl. 4. Be gracious to me. |
|
|
Ἱλάσθητί μοι Σωτήρ. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ὁλόφωτος ἀληθῶς, ἐπέστης Παντοβασίλισσα, καὶ ἥπλωσας θαυμαστῶς, τὴν ἄχραντον Σκέπην σου, σκέπουσα τοὺς δούλους σου· ὅθεν ἀνυμνοῦμεν, τὴν πολλήν σου ἀγαθότητα. |
In truth, O Queen of the universe, you appeared all light and wondrously unfolded your most pure Protection, protecting your servants. Therefore we sing the praise of your great loving-kindness. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Τὴν νομικὴν κιβωτόν, τὰ Χερουβὶμ πρὶν ἐσκίαζον· τὴν Ἐκκλησίαν δὲ νῦν, τοῦ Χριστοῦ ἡ Σκέπη σου, σκέπει Παντευλόγητε, καὶ ἐπισκιάζει, καὶ παρέχει χάριν ἄφθονον. |
The Cherubim once overshadowed the ark under the Law; while now your Protection protects the Church of Christ, All blessed one, overshadows her and grants unstinted grace. [Lash] |
|
Δόξα. |
Glory. |
|
Ὁ παλαιὸς Ἰσραήλ, ὑπὸ νεφέλης ἰθύνετο, ἐπαγγελίας πρὸς γῆν· ὁ νέος δὲ Πάναγνε, ὑπὸ τῆς ἁγίας σου, Σκέπης ὁδηγεῖται, πρὸς ζωὴν τὴν ἀτελεύτητον. |
The Israel of old was led by a cloud to the Promised Land, while the new Israel is guided by your Protecting Veil towards unending life. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Κύκλῳ ἡμῶν ὥσπερ πῦρ, καταναλίσκον τοὺς ἄφρονας, τὴν Σκέπην σου τὴν λαμπράν, παρεμβάλλεις Ἄχραντε, ἡμᾶς διασῴζουσα, τῆς τούτων μανίας· διὰ τοῦτο σε δοξάζομεν. |
Round us you throw your radiant Protection, O most pure, like fire consuming the foolish, saving us from their folly. Therefore we glorify you. [Lash] |
Ode 6: Katavasia |
Ode 6: Katavasia |
|
ᾨδὴ Ϛʹ. Καταβασία. Ἦχος δʹ. |
Ode vi. Katavasia. Mode 4. |
|
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. |
Come godly-minded people, as we celebrate this divine and honoured feast of the Mother of God, let us clap our hands as we glorify the God who was born of her. [GOASD] |
|
|
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you are the King of peace and the Saviour of our souls, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
|
Κοντάκιον. |
Kontakion. |
|
Ἦχος πλ. δʹ. Τῇ ὑπερμάχῳ. |
Mode pl. 4. O Champion General. |
|
|
Τῇ ὑπερμάχῳ. |
Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλʼ ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε. |
Like a cloud brightly overshadowing the whole company of the Church, O all-pure, you appeared of old on the royal City. But as the Protection and Champion of your people, protect from every affliction us who cry to you: Hail, Protection wholly light. [Lash] |
|
Ὁ Οἶκος. |
Oikos. |
Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθʼ ὥραν σε Ἁγνὴ ἐπιβοώμενον· νῦν δέ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων· |
Unfolding from on high your holy Protection, Virgin Mary, Mother of God, you protect and save your people, who cry out to you, Pure Maiden, hour by hour, while now they gratefully sing the praise of your wonders as they cry: Hail, Protection, wholly light! [Lash] |
Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία· Χαῖρε Ἑλλάδος ἡ προστασία. |
Hail, gate of salvation. Hail, Protection of the Church. |
Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα· Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα. |
Hail, wondrous vision of the Angels. Hail, unshakeable support of mortals. |
Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ· Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ. |
Hail, Ever-Virgin Mother of Christ the universal King. Hail, Protection and assistance of your faithful people. |
Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος· Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ. |
Hail, for you appeared protecting your race. Hail, for you grant victories to the troops. |
Χαῖρε πηγὴ πλουσίας χρηστότητος· Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος. |
Hail, source of abundant goodness. Hail, lamp of God’s loving-kindness. |
Χαῖρε διʼ ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν· Χαῖρε πρὸς ἣν καθʼ ἑκάστην βοῶμεν· |
Hail, for through you we conquer the foe. Hail, for to you we cry out each day: |
Χαῖρε Σκέπη ὁλόφωτε. |
Hail, Protection wholly light! |
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
|
Συναξάριον |
Synaxarion |
Τῇ ΚΗʹ τοῦ αὐτοῦ μηνὸς τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατʼ ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν πόλεων. |
On October 28, we celebrate the memory of the Protection of our All-Holy Lady the Theotokos and Ever-Virgin Mary who always and especially protects a faithful nation, as she protected the Queen of cities long ago. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλης καὶ Εὐνίκης. |
On this day we also commemorate the holy Martyrs Terence and Neonillia, and their children: Nitas, Sarvilos, Jerakos, Theodoulos, Fokas, Vela, and Eunice. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου. |
On this day we also commemorate our devout Father Stephen of St. Savas Monastery who became a Bishop. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηίου, καὶ ἑτέρων τριάκοντα ἕξ. |
On this day we also commemorate the holy Martyrs Terence, Africanus, Maximus, Pompios, and the other 36. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ, Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τὸν Σαμωσατέα. |
On this day we also commemorate our devout Father St. Firmlian, Bishop of Caesarea, and Melchianos the Wise and priest of Antioch, who deposed Paul of Samosata. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου βασιλέως· καὶ τοῦ ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, καὶ Ἑλένης τῆς αὐτοῦ μητρός. |
On this day we also commemorate St. Fevronia, daughter of Emperor Heraclius; and the holy priest-Martyr Kyriakos who showed the Precious Cross to Emperor Constantine the Great and his mother Helen. |
Τῇ αὐτῇ ἡμέρᾳ ἡ μήτηρ τοῦ ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη. |
On this day St. Anna, the mother of St. Kyriakos, died by being burned with torches and hewn. |
Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀθανασίου Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν τῷ Ἄθῳ ἀσκήσαντος. |
The memory of our devout Father St. Athanasios Patriarch of Constantinople who struggled in asceticism on Athos. |
Μνήμη τῶν ἁγίων τεσσάρων Νεομαρτύρων Ἀγγελῆ, Μανουήλ, Γεωργίου καὶ Νικολάου, τῶν ἐκ τῆς Λάμπης καὶ ἐν Ῥεθύμνῃ τῆς Κρήτης μαρτυρησάντων. |
The memory of the holy four New Martyrs Angelos, Emmanuel, George, and Nicholas who witnessed in Lambis of Rethymno, Crete. |
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
bookmark |
bookmark |
ΧΟΡΟΣ |
CHOIR |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
ᾨδὴ ζʹ. |
Ode vii. |
|
Κανὼν Αʹ τῆς Θεοτόκου. |
Canon 1 for the Theotokos. |
|
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos. Mode 4. |
|
|
Οὐκ ἐλάτρευσαν. |
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. (δίς) |
The godlike Children did not worship creation instead of the Creator, but bravely trampling on the threat of fire, rejoicing they sang: O highly exalted Lord and God of our fathers, blessed are you! (2) [Lash] |
|
Τροπάρια. |
Troparia. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἔθου Δέσποινα, ἡμᾶς ὑπὸ τὴν Σκέπην σου, καὶ σκέπεις πάντοτε, ἐπηρειῶν χαλεπῶν, ἐχθρῶν ἐπιθέσεως, καὶ πάσης θλιψεως· διὸ πάντες σε, διαπρυσίῳ στόματι, ἀνυμνοῦμεν εἰς αἰῶνας. |
You have placed us, Sovereign Lady, under your Protecting Veil, and you ever protect us from dread abuse, assault of foes and every affliction. Therefore with upraised voices we all sing your praise to the ages. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Περιέσκεπες, ὡς ἐκλεκτὴν μερίδα σου, πόλιν βασίλειον, τὴν Κωνσταντίνου Ἁγνή, ὠσαύτως Πανάμωμε, σκέπεις τῇ δόξῃ σου, ἤδη Δέσποινα, ἡμᾶς τοὺς καταφεύγοντας, τῇ θερμῇ σου προστασίᾳ. |
You protected the royal city of Constantine as your chosen part, Pure Virgin; likewise you now protect with your glory, All-blameless Lady, us who take refuge in your fervent defence. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἡ παράδοξος, Παρθένε ἐπισκίασις, τῆς θείας Σκέπης σου, ἐπὶ τοῦ Ἔθνους ἡμῶν, ἐμφαίνει σαφέστατα, τὴν σὴν προμήθειαν, διʼ ἧς Ἄχραντε, παρέχεις ταῖς ψυχαῖς ἡμῶν, εὐφροσύνην καὶ εἰρήνην. |
The wondrous overshadowing of our race with your godlike Protection, Pure Virgin, clearly manifests your providence, through which you grant joy and peace to our souls. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Γεωργήσασα, ἀγεωργήτως Πάναγνε, Χριστὸν τὸν Κύριον, τὸν γεωργὸν τῆς ζωῆς, χαρᾶς ἡμῖν πρόξενος, ὤφθης τοῖς μέλπουσι· Χαῖρε Δέσποινα, τοῦ Γένους ἡμῶν σώτειρα, καὶ ἀντίληψις γλυκεῖα. |
Unhusbanded, O All-pure, you husbanded Christ, the Husbandman of our life; as cause of our joy you appeared to those who sang, Hail, Sovereign Lady of our race, saviour and sweet help. [Lash] |
|
Κανὼν Βʹ τῆς Θεοτόκου. |
Canon 2 for the Theotokos. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Θεοῦ συγκατάβασιν. |
Mode pl. 4. The fire in Babylon. |
|
|
Θεοῦ συγκατάβασιν. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ὁ οἶκος ὁ ἔμψυχος, ἐν ᾧ κατῴκησεν ὁ Ὑπέρθεος, ἡ ἁγνὴ Θεοτόκος, τῷ ταύτης οἴκῳ πάλαι τεθέαται, καὶ τὸ Μαφόριον ταύτης ἁπλώσασα, ἐσκέπασε θαυμαστῶς, τοὺς πεποιθότας αὐτῇ. |
The living house in which God Most High made his dwelling, the Pure Mother of God, was seen of old in her house and unfolding her Veil she wondrously protected those who had put their trust in her. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Νοῆσαι τὸ μέγεθος, τῆς πρὸς ἡμᾶς σου Κόρη χρηστότητος, οὐ δυνάμεθα ὅλως· σὺ γὰρ ὡς μήτηρ ὄντως φιλόστοργος, σκέπεις καὶ θάλπεις καὶ τρέφεις ἡμᾶς ἐκάστοτε· διὸ ὑμνοῦμεν ἀεί, τὴν θείαν Σκέπην σου. |
We are wholly unable to comprehend the greatness of your goodness towards us, O Maiden; for as a truly loving mother you protect, cherish and nourish us each day. And so we sing the praise of your godly Protection. [Lash] |
|
Δόξα. |
Glory. |
|
Γνωστῶς ἐθεάσατο, σὲ ἐν ἀΰλῳ Κόρη θεάματι, νοερῶς ἐφαπλοῦσαν, τοῖς σοῖς ἱκέταις τὴν λαμπρὰν Σκέπην σου, ὁ θεοφόρος Ἀνδρέας καὶ ᾔνεσε, τὰ μεγαλεῖα τὰ σά, τὰ ὑπὲρ λόγον καὶ νοῦν. |
God-bearing Andrew in an immaterial vision saw you in mind spiritually unfolding your radiant Protection for your suppliants, and he praised you marvellous works, that are beyond reason and understanding. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ἐκάλυπτε πρότερον, φωτὸς νεφέλη τοῦ μαρτυρίου σκηνήν· νῦν δὲ Κόρη καλύπτει, τὴν Ἐκκλησίαν Χριστοῦ ἡ Σκέπη σου, ἡ θαυμαστὴ καὶ ὑπέρλαμπρος Ἄχραντε, ἡμέρας τε καὶ νυκτός, καθάπερ ὄρος Θεοῦ. |
Of old a cloud of light covered the tent of witness; while now your wondrous and most radiant Protection, immaculate Maiden, covers the Church of Christ day and night as the mountain of God. [Lash] |
Ode 7: Katavasia |
Ode 7: Katavasia |
|
ᾨδὴ ζʹ. Καταβασία. Ἦχος δʹ. |
Ode vii. Katavasia. Mode 4. |
|
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. |
The godlike Children did not worship creation instead of the Creator, but bravely trampling on the threat of fire, rejoicing they sang: O highly exalted Lord and God of our fathers, blessed are you! [GOASD] |
|
|
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
ᾨδὴ ηʹ. |
Ode viii. |
|
Κανὼν Αʹ τῆς Θεοτόκου. |
Canon 1 for the Theotokos. |
|
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos. Mode 4. |
|
|
Παῖδας εὐαγεῖς. |
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δίς) |
The Offspring of the Mother of God saved the innocent Youths in the furnace. Then he was prefigured, but now in reality he gathers the whole world which sings: All you works praise the Lord, and highly exalt him to all the ages. (2) [Lash] |
|
Τροπάρια. |
Troparia. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἔδειξας μὲν πάλαι πολυτρόπως, τῆς Σκέπης σου Θεοτόκε τὴν ἐνέργειαν, σημείοις καὶ θαύμασι, καὶ πλείσταις δυνάμεσιν, ὑπερμαχοῦσα Πάναγνε ἡμῶν ἐκάστοτε· ἡμεῖς δὲ νῦν ὑμνοῦμεν προφρόνως, τὰς σωτηριώδεις αὐτῆς θαυματουργίας. |
In many ways you revealed of old the force of your Protection, Mother of God, by signs and wonders and countless deeds of power, acting as our Champion every day, O All-pure; while now we sing the praise of your saving wondrous works. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ῥώμην καὶ ἰσχὺν πιστῶς λαμβάνων, λαός σου ὁ περιούσιος, Πανάμωμε, ἐκ τῆς θείας Σκέπης σου, ἀεὶ περιγίνεται, ἐπερχομένων θλίψεων, καὶ πολεμίων ἐχθρῶν, καὶ ἄτρωτος ἐκ πάσης μανίας, μένει Θεοτόκε, τῇ σῇ κηδεμονίᾳ. |
Your chosen people, O All-blameless, faithfully receiving force and strength from your godly Protection, ever escapes from afflictions that attack them and from warlike foes, and remains unharmed by any madness, Mother of God, through your solicitude. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἄνωθεν ἐφάπλωσον Παρθένε, τὴν Σκέπην σου τὴν ἁγίαν καὶ ὑπέρλαμπρον, καὶ ὡς πάλαι σκέπασον, ἡμᾶς καὶ περίθαλψον, ἐκ πολεμίων Ἄχραντε ἐπικειμένων ἡμῖν, καὶ ῥῦσαὶ τῆς αὐτῶν πονηρίας, καὶ ἐπιβουλίας, τὴν σὴν κληρονομίαν. |
From on high, Immaculate Virgin, unfold your holy and most radiant Protection, and as of old protect us and keep us safe from foes who attack us, and deliver your inheritance from their wickedness and assault. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Σκέπην τὴν τὸ ἄχραντόν σου σῶμα, σκεπάσασαν Θεοτόκε Ἀειπάρθενε, εἶδον ἐφαπλοῦσαν σε, Ἀνδρέας ὁ ὅσιος, καὶ θεῖος Ἐπιφάνιος καὶ ἐξεπλάγησαν· τοὺς πάντας γὰρ ἐσκέπασας Κόρη, ἐν φωτὶ ἀύλῳ, καὶ δόξῃ οὐρανίῳ. |
Venerable Andrew and venerable and godly Epiphanios saw you unfolding the Protecting Veil that had protected your immaculate body, Mother of God Ever-Virgin, and they were amazed; for you protected all, O Maiden, with immaterial light and heavenly glory. [Lash] |
|
Κανὼν Βʹ τῆς Θεοτόκου. |
Canon 2 for the Theotokos. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Τὸν ἐν ὄρει ἁγίῳ. |
Mode pl. 4. O extol Him. |
|
|
Τὸν ἐν ὄρει ἁγίῳ. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ῥώμην θείαν καὶ φῶς καὶ σωτηρίαν, τοῖς τοῦ βίου νυκτί, Ἁγνὴ πορευομένοις, ἡ παναγία Σκέπη σου παρέχουσα, πάντας κατευθύνει, πρὸς τὰς καταπαύσεις, ζωῆς τῆς αἰωνίου. |
To those who walk in the night of life, Pure Virgin, your all-holy Protection grants divine force, light and salvation and directs them all to the repose of eternal life. [Lash] |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Most-holy Theotokos, save us. |
|
Ἀσωμάτων χορείαι καὶ Ἁγίων, σὲ ἰδοῦσαι Ἁγνή, ναῷ σου τῷ ἁγίῳ, τὸ ἱερόν σου κρήδεμνον ἁπλώσασαν, καὶ σκέπουσαν κόσμον, ᾔνεσαν Παρθένε, ἐλέους σου τὴν βρύσιν. |
The choirs of the Bodiless Powers and of the Saints, seeing you, Pure Virgin, in your holy church unfolding your sacred veil and protecting the world, praised the fount of your mercy. [Lash] |
|
Δόξα. |
Glory. |
|
Σκέπη κόσμου νεφέλης πλατυτέρα, σὺ ὑπάρχεις Ἁγνή, βροτῶν ἡ σωτηρία· διὸ τελοῦντες πόθῳ τὴν ἀνάμνησιν, τῆς σεπτῆς σου Σκέπης, ὑμνοῦμεν Θεοτόκε, θαυμάτων σου τὰ πλήθη. |
Protection of the world, wider than a cloud, are you, pure Mother of God, salvation of mortals; and so, as we celebrate with love the commemoration of your honoured Protection, we praise the multitudes of your wonders. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
|
Ἰσχυράν σε παράκλησιν ἐν βίῳ, κεκτημένοι Ἁγνή, καὶ ἀῤῥαργῆ ἐλπίδα, τῇ κραταιᾷ σοῦ Σκέπῃ καταφεύγομεν, καὶ τῶν τοῦ δολίου, λυτρούμεθα σκανδάλων, ὑμνοῦντές σου τὴν χάριν. |
Having gained you, pure Virgin, as a mighty defence in life and unbreakable hope, we take refuge under your mighty Protection, and we are rescued from the stumbling-blocks of the Trickster as we sing the praise of your grace. [Lash] |
Ode 8: Katavasia |
Ode 8: Katavasia |
|
ᾨδὴ ηʹ. Καταβασία. Ἦχος δʹ. |
Ode viii. Katavasia. Mode 4. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
|
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
The Offspring of the Mother of God saved the innocent Youths in the furnace. Then he was prefigured, but now in reality he gathers the whole world which sings: All you works praise the Lord, and highly exalt him to all the ages. [GOASD] |
|
|
bookmark |
bookmark |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. |
The Magnificat is omitted. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
ᾨδὴ θʹ. |
Ode ix. |
|
Κανὼν Αʹ τῆς Θεοτόκου. |
Canon 1 for the Theotokos. |
|
Ἦχος δʹ. Ὁ Εἱρμός. |
Mode 4. Heirmos. |
|
|
Ἅπας γηγενής. |
Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τὰς χορείας, ἁπανταχοῦ περισκέπει. |
Angels magnify in hymns the Protection of the Mother of God, for it protects the choirs of believers in every place. |
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. (δίς) |
Let all born of earth bearing torches, in spirit leap for joy; let the nature of the immaterial spirits honour and celebrate the wondrous sacred festival of the Mother of God, and let them cry: Hail, all-blessed Mother of God, pure and Ever-Virgin! (2) |
|
Τροπάρια. |
Troparia. |
Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς περισκέπει καὶ σῴζει τοὺς ἐπʼ αὐτῇ πεποιθότας. |
Angels, seeing the Protecting Veil of the Mother of God were amazed at how it protects and saves those who trust in it. |
|
Ἴαμα ἡμῖν, ἡ δρόσος Πανάχραντε ἡ ἀποστάζουσα, ἐκ τῆς θείας Σκέπης σου, ὡς ἐκ νεφέλης ἀΰλου γίνεται, καὶ παύει ἀῤῥωστήματα ψυχῆς καὶ σώματος, τῶν βοώντων· Χαῖρε Ἀειπάρθενε, εὐφροσύνη ἡμῶν καὶ παράκλησις. |
The dew which falls in drops from your Godly Protection as from an immaterial cloud, O Immaculate, becomes healing for us and brings to an end sicknesses of soul and body for those who cry: Hail, Ever-Virgin, our joy and consolation! [Lash] |
Ἄγγελοι καὶ ἄνθρωποι τὴν σεπτήν Σου, Σκέπην τιμῶμεν Δέσποινα· πάντας γὰρ σκέπεις ἐν ταύτῃ, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας. |
Angels and mortals honour your revered Protection, Sovereign Lady, for by it you protect all those who faithfully sing your praise. |
|
Μνείαν ἱεράν, εἰς δόξαν καὶ αἴνεσιν τῶν θαυμασίων σου, ἄγει Παναμώμητε, ἀγαλλομένη ἡ Ἑλλὰς σήμερον, καὶ πίστει καταφεύγουσα ὑπὸ τὴν Σκέπην σου, ἐκβοᾷ σοι· Σκέπε με καὶ φύλαττε, ἄχρι βίου τερμάτων Πανύμνητε. |
The Church of the faithful celebrates a sacred memorial of your wonders to your glory and praise, O All-blameless, and with faith taking refuge under your Protection, cries out to you: Protect and guard me until my life’s end, O All-praised. [Lash] |
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν· σκέπει γὰρ αὔτη καὶ σῴζει, πάντας τοὺς ταύτην τιμῶντας. |
Angels and mortals magnify the Protecting Veil of the All-pure, for it protects and saves all who honour it. |
|
Ὅλῃ τῇ ψυχῇ, συνήλθομεν Ἄχραντε τῇ θείᾳ Σκέπῃ σου, αἶνον χαριστήριον, εὐγνωμοσύνῃ θερμῇ προσάγοντες, ὅτι ἡμᾶς ἐξέλεξας εἰς περιποίησιν, καὶ ἐν πᾶσι, περιέπεις Δέσποινα, καὶ διέπεις καὶ σῴζεις ἐκ θλίψεων. |
With all our soul let us gather to your godly Protection, immaculate Lady, bringing thankful praise with fervent gratitude, for you have chosen us for your own and you treat us kindly in all things; you guide us and save us from afflictions. [Lash] |
Ἄχραντε Παρθένε θεοκυῆτορ, τὴν ποίμνην σου περίσῳζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσιν. |
Immaculate Virgin who bore God, save your flock, protecting it with your Protecting Veil and caring for it in every way. |
|
Ὕπερθεν Ἁγνή, καὶ κύκλῳ τοῦ Ἔθνους σου τὴν θείαν Σκέπην σου, οἷα περιτείχισμα, ἔχε Παρθένε, πλούτῳ χρηστότητος· ἐμοὶ δὲ τῷ τοὺς ὕμνους σοι ἤδη ὑφάναντι, δίδου Κόρη, φωτισμὸν καὶ ἔλλαμψιν, καὶ πταισμάτων τὴν ἄφεσιν δέομαι. |
From above, pure Virgin, keep your godly Protection around your people like a rampart with a wealth of loving-kindness; while to me, who have now woven for you songs of praise, give enlightenment and illumination, I implore, and forgiveness of faults. [Lash] |
|
Κανὼν Βʹ τῆς Θεοτόκου. |
Canon 2 for the Theotokos. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. δʹ. Ἐξέστη ἐπὶ τούτῳ. |
Mode pl. 4. The heavens were astounded. |
|
|
Ἐξέστη ἐπὶ τούτῳ. |
Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν παναγίαν Σκέπην. |
Magnify, O my soul, the all-holy Protection of the pure Virgin. |
|
Μητρῴᾳ καμπτομένη Κόρη στοργῇ, πρὸς λαὸν τὸν θερμῶς σοι ἐλπίζοντα, ὡς συμπαθής, ξένῳ τρόπῳ ἥπλωσας νοερῶς, τούτῳ τὴν θείαν Σκέπην σου, οἷά περ νεφέλην φωτοειδῆ· διὸ τῆς σῆς εὐνοίας, κηρύττοντες τὸν πλοῦτον, σὲ Θεοτόκε μεγαλύνομεν. |
Bending with motherly love, O Maiden, towards your people who fervently hope in you, for you are compassionate, in a strange manner you spiritually unfolded for them your godly Protection like a cloud of light. And so as we proclaim the wealth of your loving-kindness, Mother of God, we magnify you. [Lash] |
Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὴν φωτοφόρον Σκέπην. |
Magnify, O my soul, the light-bearing Protection of the only Mother of God. |
|
Ὁ πάλαι ἐν νεφέλῃ στυλοειδεῖ, ὁδηγήσας λαὸν τὸν ἀγνώμονα, ὁ σὸς Υἱός, Ἄχραντε νεφέλην σε λογικήν, καὶ ἔμψυχον ἀνέδειξε, σκέπουσαν καὶ σῴζουσαν θαυμαστῶς, πρὸς γῆν τῆς ἀφθαρσίας, θερμῇ ἐπιστασίᾳ, λαὸν Ἁγνὴ τὸν περιούσιον. |
Your Son, O Immaculate, who of old guided an ungrateful people with a cloud like a pillar, revealed you as a spiritual and living cloud that wondrously protects and saves for a land of incorruption the chosen people, O Pure One, by your ardent presence. [Lash] |
|
Δόξα. |
Glory. |
Μεγάλυνον ψυχή μου, τὴν ἐν τρισὶ προσώποις, ἄναρχον Θεαρχίαν. |
Magnify, O my soul, the Godhead without beginning in three Persons. |
|
Ὑψώσασα τὰς χεῖράς σου πρὸς Θεόν, τὸν ἐκ σοῦ προελθόντα ἱκέτευσας, ὑπὲρ ἡμῶν, ἔνθεν ἐφαπλώσασα νοερῶς, τὴν φωτοφόρον Σκέπην σου, ἅπαντας ἐσκέπασας τοὺς πιστούς· διὸ τὴν τούτου μνείαν, τελοῦντες ἐτησίως, σὲ Θεοτόκε μεγαλύνομεν. |
Raising your hands to God you implore on our behalf the One who came forth from you, and thence, unfolding spiritually your light-bearing Protection, you protected all the faithful. And so, as we celebrate its yearly memorial, Mother of God, we magnify you. [Lash] |
|
Καὶ νῦν. |
Both now. |
Μεγάλυνον ψυχή μου, τῆς παναχράντου Κόρης, τὰ ξένα μεγαλεῖα. |
Magnify, O my soul, the wonderful mighty deeds of the All-immaculate Maiden. |
|
Ὑμνοῦντές σου τῆς Σκέπης τὰς πολλαπλάς, δωρεᾶς καὶ τὴν χάριν τὴν ἄφθονον, Μῆτερ Ἁγνή, ὧν κατατρυφῶμεν διηνεκῶς, ἀπὸ ψυχῆς βοῶμεν σοι· Ὥσπερ πάλαι ἔσκεπες σὸν λαόν, οὕτω καὶ νῦν χειρί σου, σκέπε ἡμᾶς καὶ σῷζε, ἄχρι τερμάτων βίου Ἄχραντε. |
As we sing the praise of the manifold gifts of your Protection and its unstinted grace, pure Mother, which we unceasingly enjoy, we cry out to you from our souls: As of old you protected your people, so now too protect us with your hand and save us until our life’s end, O Immaculate. [Lash] |
Ode 9: Katavasia |
Ode 9: Katavasia |
|
ᾨδὴ θʹ. Καταβασία. Ἦχος δʹ. |
Ode ix. Katavasia. Mode 4. |
|
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. |
Let all born of earth bearing torches, in spirit leap for joy; let the nature of the immaterial spirits honour and celebrate the wondrous sacred festival of the Mother of God, and let them cry: Hail, all-blessed Mother of God, pure and Ever-Virgin! [GOASD] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the Powers of heaven praise you and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
bookmark |
bookmark |
|
Ἐξαποστειλάρια. |
Exaposteilaria. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
|
Ὁ οὐρανὸν τοῖς ἄστροις. |
|
Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πιστοὺς καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπήμαντον Θεοτόκε. |
Your godly Protection, Maiden Mother of God, overshadows the faithful; and protects and guides the Orthodox flock and preserves it unscathed from dangers of every kind. [Lash] |
|
Ἕτερον. |
Another. |
|
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
|
Ὁ οὐρανὸν τοῖς ἄστροις. |
|
Τῇ κραταιᾷ σοῦ Σκέπῃ, καὶ ἀκοιμήτῳ πρεσβείᾳ, τὸ τῶν Ἑλλήνων Γένος, φυλάττε Κόρη ἀβλαβές· Σὲ γὰρ κεκτήμεθα πάντες, καταφυγὴν ἐν ἀνάγκαις. |
By your mighty Protection and unsleeping intercession, O Maiden, guard the race of the Orthodox unharmed. For we have all gained you as refuge in troubles. [Lash] |
bookmark |
bookmark |
|
Οἱ Αἶνοι. Ἦχος αʹ. |
Lauds. Mode 1. |
|
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
|
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. |
|
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
|
|
Στιχηρὰ τῆς Θεοτόκου. |
Stichera for the Theotokos. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων. |
Mode 1. For all the powers of heaven. |
|
|
Τῶν οὐρανίων ταγμάτων. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
|
Τὴν Ἀειπάρθενον Κόρην καὶ Θεοτόκον Ἁγνήν, τὴν τῶν πολεμουμένων, συμμαχίαν καὶ σκέπην, ἡμῶν δὲ ἑξαιρέτως καταφυγήν, καὶ ἑτοίμην βοήθειαν, ἀνευφημήσωμεν σύμπασα ἡ Ἑλλάς, μεγαλύνοντες τὴν Σκέπην αὐτῆς. |
The Ever-Virgin Maiden and pure Mother of God, ally and Protection of the attacked, and above all refuge and ready help, let us all praise as is fitting, as we magnify her Protection. [Lash] |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
|
Τὴν Ἀειπάρθενον Κόρην καὶ Θεοτόκον Ἁγνήν, τὴν τῶν πολεμουμένων, συμμαχίαν καὶ σκέπην, ἡμῶν δὲ ἑξαιρέτως καταφυγήν, καὶ ἑτοίμην βοήθειαν, ἀνευφημήσωμεν σύμπασα ἡ Ἑλλάς, μεγαλύνοντες τὴν Σκέπην αὐτῆς. |
The Ever-Virgin Maiden and pure Mother of God, ally and Protection of the attacked, and above all refuge and ready help, let us all praise as is fitting, as we magnify her Protection. [Lash] |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
|
Τὴν παναγίαν σου Σκέπην καὶ ἀστραπόμορφον, ἣν ὡς φωτὸς νεφέλην, ἐφαπλοῖς καθʼ ἑκάστην, καὶ σκέπεις καὶ καλύπτεις πάντας ἡμᾶς, ἀριδήλως ὡς ἔγνωμεν, ἐν εὐκαιρίαις Παρθένε καὶ συμφοραῖς, μακαρίζομεν γηθόμενοι. |
Your all-holy and dazzling Protection, which you unfold each day like a cloud of light, and with which you manifestly protect and cover us, in good fortune and in disasters, as we have learned, O Virgin, with gladness we call blessed. [Lash] |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
|
Ἡ Βασιλεύουσα πόλις, Παρθένε πρότερον, ἐῤῥύετο κινδύνων, καὶ δεινῶν πολεμίων, τῇ Σκέπῃ σου τῇ θείᾳ καὶ θαυμαστῇ, ἡ Ἑλλὰς δὲ νῦν ἅπασα, τῇ ταύτης χάριτι ῥύεται χαλεπῶν, συμφορῶν καὶ περιστάσεων. |
Of old the queen of cities, O Virgin, escaped from dangers and fearful wars by your divine and wondrous Protection, while today your people by its grace escapes from troubles, disasters and calamities. [Lash] |
|
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
|
Αἱ δωρεαὶ τῆς Σκέπης σου, ὡς ἀκτῖνες πανταχοῦ ἁπλούμεναι, πολλαχῶς εὐεργετοῦσιν ἡμᾶς Θεοτόκε· νόσων γὰρ τὴν ἀχλὺν διώκουσι, πολεμίων τὰς φάλαγγας ἐκτρέπουσιν, ἀδοκήτων συμφορῶν διαλύουσιν τὸν ζόφον, καὶ εἰρήνην σταθηρὰν ἡμῖν παρέχουσιν, Ἀλλʼ ὦ κεχαριτωμένη Παρθένε, τοὺς χαριστηρίους ἡμῶν ὕμνους δέξαι, καὶ ἴσθι ἡμῖν σύμμαχος καὶ προστάτις, μέχρι τερμάτων αἰῶνος δεόμεθα. |
The gifts of your Protecting Veil, O Mother of God, unfolded in every place like the beams of the sun, bring us graces in countless ways; for they drive out the gloom of diseases, rout the regiments of foes, dispel the fog of unlooked for disasters and grant us lasting peace. But, O Virgin Full of grace, accept our thankful hymns, we beg, and be for us an ally and defender until the ends of the age. [Lash] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
bookmark |
bookmark |
|
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
|
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory to you who have shown us the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [Lash] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise you, * we bless you, * we worship you, * we glorify you, * we give you thanks * for your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord, King, * God of heaven, * Father, Almighty, * Lord, only-begotten Son, * Jesus Christ * and holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, * Lamb of God, * Son of the Father, * who takes away the sin of the world, * have mercy on us; * you take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Receive our prayer, * you who sit at the right hand of the Father, * and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For you alone are holy, * you alone are Lord, * Jesus Christ, * to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Grant, Lord, * this day * to keep us without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
|
Ἀπολυτίκιον. |
Apolytikion. |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
|
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης. |
Mode 1. As a citizen of the desert. |
|
|
Τῆς ἐρήμου πολίτης. |
|
Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε. |
We sing the praise of the graces of your Protecting Veil, O Virgin, which like a light-bearing cloud you unfold beyond understanding, and you spiritually protect your people from every assault of their foe. For we have gained you as Protection and defender and helper, as we cry out to you: Glory to your mighty deeds, O Pure one; glory to your Protection; glory to your providence towards us, O Immaculate! [Lash] |
|
Η ΕΚΤΕΝΗΣ |
LITANY OF FERVENT SUPPLICATION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Let us pray for pious and Orthodox Christians. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
Also we pray for our Archbishop (name). |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, διακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. |
Let us pray for our brethren, priests, hieromonks, deacons, and monastics, and all our brotherhood in Christ. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης. |
Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness and remission of the sins of all pious and Orthodox Christians living and visiting in this city, the parishioners, the members of the Parish Council and every Ministry of this Parish, and the donors and benefactors of this holy church. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων. |
Let us again pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers, mothers, brothers, and sisters who are asleep here in the Lord and for the Orthodox everywhere. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος. |
Also we pray for those who bring offerings, those who care for the beauty of this holy and venerable house, for those who labour in its service, for those who sing, and for the people here present, who await your great and rich mercy. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and keep us, O God, by your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful and sinless, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Pardon and forgiveness of our sins and offences, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy, compassion, and benevolence, and to You we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace to all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And to your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To you, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, dwelling on high and beholding things below and, with your eye that observes all, keeping watch over the whole creation, to you we have bowed the neck of our soul and body, and we beseech you, O Holy of Holies: Stretch forth your invisible hand from your holy dwelling and bless us all. And, as you are good and love humankind, pardon us if we have sinned in anything, voluntarily or involuntarily, granting us your blessings both of this world and of the world above. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For yours it is to have mercy and to save us, O our God, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον. |
READER: Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed are You, Christ our God, always now and forever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
Make firm, Lord our God, the holy and pure faith of the pious Orthodox Christians, together with the Holy Church and this city forever. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to you, our God, glory to you. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy upon us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|